Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ὁ ἥλιος κατείληπται τὸ ποιητικὸν ἔχων τῆς οὐσίας ἐν τῷ θερμαίνειν καὶ ἠρέμα ξηραίνειν· ταῦτα δὲ μάλιστα τῶν ἄλλων ἡμῖν εὐαισθητότερα γίνεται διά τε τὸ μέγεθος αὐτοῦ καὶ τὸ τῶν κατὰ τὰς ὥρας μεταβολῶν ἐναργές, ἐπειδήπερ, ὅσω ἂν μάλιστα ἐγγίζῃ τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, μᾶλλον ἡμᾶς οὕτως διατίθησιν.

ἡ δὲ σελήνη τὸ μὲν πλεῖστον ἔχει τῆς δυνάμεως ἐν τῷ ὑγραίνειν διὰ τὴν περιγειότητα δηλονότι καὶ τὴν τῶν ὑγρῶν ἀναθυμίασιν καὶ διατίθησιν οὕτως ἄντικρυς τὰ [*](11 ss. Heph. 67; Antiochus(?) CCAG VII, 118, 22; 120, 9; 121, 26 17 s. Tetrab. p. 38,20) [*](2 ἐνεστώτων V ἐνστάντων Υβγ 3 ἀδιαπτώτως β ποιούμενοι VY ποιοῦντες βγ 5 προτετυπώσθω VY βγ ἤδη om. βγ 6 ἀρξάμενοι hic inc. L 9 πρώτως τῆς Boll πρώταις ταῖς V πρώτης τῆς βγ πρώτης ἁψάμενοι τῆς L πρὸ τῆς Y 10 ἀστέρων om. L δυνάμεως LY δυνάμεσιν VA om. βC ἡλίου τε καὶ σελήνης om. L 11 δ’ V γ’ γ β΄ Y om ΣMS πλαν. ἀστ. VDSy πλανωμένων Μ πλανήτων Y 16 αὐτοῦ VY αὐτὸ βγ τῶν ὡρῶν μεταβολάς L 17.18 τοῦ . . . τό· που VLY τῷ. τόπῳ βγ 18 τότε μᾶλλον VL 19 πλεῖστον VLD γ Ἐλέου YMS 21 ἀθυμίασιν V διατίθησιν VLY διατιθέναι βγ τιθεναι βγ)

18
σώματα πεπαίνουσα καὶ διασήπουσα τὰ πλεῖστα· κεκοινώνηκε δὲ ἠρέμα καὶ τοῦ θερμαίνειν διὰ τοὺς ἀπὸ τοῦ ἡλίου φωτισμούς.

ὁ δὲ τοῦ Κρόνου ἀστὴρ τὸ πλεῖον ἔχει τῆς ποιότητος ἔν τε τῷ ψύχειν καὶ τῷ κατὰ ψῦξιν ἠρέμα ξηραίνειν, διὰ τὸ πλεῖστον ὡς ἔοικεν ἀπέχειν ἅμα τῆς τε τοῦ ἡλίου θερμασίας καὶ τῆς τῶν περὶ τὴν γῆν ὑγρῶν ἡλίουθερμασίας συνίστανται δὲ δυνάμεις ἐπί τε τούτου καὶ τῶν λοιπῶν καὶ διὰ τῶν ἐν τοῖς πρὸς ἥλιον καὶ σελήνην σχηματισμοῖς παρατηρήσεων, ἐπειδήπερ οἱ μὲν οὕτως οἱ δὲ [*](m18) οὕτως τὴν τοῦ περιέχοντος κατάστασιν ἐπὶ τὸ μᾶλλον ἦττον συντρέποντες φαίνονται.

ὁ δὲ τοῦ Ἄρεως ξηραίνειν τε μάλιστα καὶ καυσοῦν ἔχει φύσιν τῷ τε πυρώδει τοῦ χρώματος οἰκείως καὶ τῇ πρὸς τὸν ἥλιον ἐγγύτητι, ὑποκειμένης αὐτῷ τῆς ἡλιακῆς σφαίρας.

ὁ δὲ τοῦ Διὸς εὔκρατον ἔχει τὸ ποιητικὸν τῆς δυνάμεως, μεταξὺ γινομένης τῆς κινήσεως αὐτοῦ τοῦ τε κατὰ τὸν Κρόνον ψυκτικοῦ καὶ τοῦ κατὰ τὸν Ἄρεα καυστικοῦ· θερμαίνει τε γὰρ ἅμα καὶ ὑγραίνει καὶ διὰ τὸ μᾶλλον [*](4 De planetarum ordine ABBREV b ABBREV cf. Callicrat. CCAG VIII 3,103, 5; templi Denderaei pronaon (RE. VII 2564, 43). Solitum ordinem planetarum a. Pseudo-Zoroastre (apud Palchum et in excerptis Byz.) ideo fortasse conversum esse, at Mars Saturnusque, οἱ κακοποιοί, inter se coniungantur, Cumont me dbcet; cf. Bidez-Cumont, Les Mages II, 208 ss.) [*](1 δισήπουσα V 2 τοῦ prius τῷ V τὸ L τοῦ alt. om. VY 5 τῷ (alt) V τὸ LY om. βγ κατὰ ψῦξιν VL 0111. βγ 7 περὶ τὴν γῆν VLY περιττῶν βγ 8 δυνάμεις βγ αἱ δυν. VL καὶ αἱ δυν. τῶν V ἐπὶ τῶν Υβγ 13 Ἄρεως] πυρόεντος MS τε βC τὸ L τε τὰ Α om. Y 17 Iovem codices classis ante Martem ponunt scil. ut solitum planetarum ordinem (cf. RE. l. c. restituant, supra, receptum ordinem habent etiam Procl. Heph. et Co. cf. praef. Χ. ΧΙ 17.18 δυνάμεως—γινομένης τῆς om. Y 19 Ἄρεα] πυρόεντα β)

19
εἶναι θερμαντικὸς ὑπὸ τῶν ὑποκειμένων σφαιρῶν γονίμων πνευμάτων γίνεται ποιητικός.

καὶ ὁ τῆς Ἀφροδίτης δὲ τῶν μὲν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός, ἀλλὰ κατὰ τὸ ἐναντίον. θερμαίνει μὲν γὰρ ἠρέμα διὰ τὴν ἐγγύτητα τὴν πρὸς τὸν ἥλιον, μάλιστα δὲ ὑγραίνει καθάπερ ἡ σελήνη καὶ αὐτός, διὰ τὸ μέγεθος τῶν ἰδίων φώτων νοσφιζόμενος τὴν ἀπὸ τῶν περιεχόντων τὴν γῆν ὑγρῶν ἀναθυμίασιν.

ὁ δὲ τοῦ Ἑρμοῦ ὡς ἐπίπαν ἐξ ἴσου ποτὲ μὲν ξηραν- [*](c5v) τικὸς καταλαμβάνεται καὶ τῶν ὑγρῶν ἀναπωτικὸς διὰ τὸ μηδέποτε πολὺ τῆς τοῦ ἡλίου θερμασίας κατὰ μῆκος ἀφίστασθαι, ποτὲ δ’ αὖ ὑγραντικὸς διὰ τὸ τῇ περιγειοτάτῃ σφαίρᾳ τῆς σελήνης ἐπικεῖσθαι· ταχείας δὲ ποιεῖται [*](m19) τὰς ἐν ἀμφοτέροις μεταβολάς, πνευματούμενος ὥσπερ ὑπὸ τῆς περὶ αὐτὸν τὸν ἥλιον ὀξυκινησίας.

Τούτων οὕτως ἐχόντων ἐπειδὴ τῶν τεσσάρων χυμάτων δύο μέν ἐστι τὰ γόνιμα καὶ ποιητικά, τό τε τοῦ θερμοῦ καὶ τὸ τοῦ ὑγροῦ, διὰ τούτων γὰρ πάντα συγκρίνεται τε καὶ αὔξεται, δύο δὲ τὰ φθαρτικὰ καὶ παθητικά, τό τε τοῦ ψυχροῦ καὶ τὸ τοῦ ξηροῦ, δι’ ὧν πάντα πάλιν διακρίνεται καὶ φθίνει, τοὺς μὲν δύο τῶν πλανητῶν, τόν τε τοῦ Διὸς καὶ τὸν τῆς Ἀφροδίτης, καὶ ἔτι τὴν σελήνην ὡς ἀγαθοποιοὺς οἱ παλαιοὶ παρειλήφασι, διὰ τὸ εὔκρατον καὶ τὸ [*](1 Antiochus CCAG VII 120, 26 ss.; Kroll, Plin.2 16 CCAG IV 57 f 386v) [*](1 ὑπὸ — σφαιρῶν om. γ 4 ποιητικός—ἐναντίον] τῷ Διί D 6 καθάπερ ἡ σελήνη καὶ αὐτὸς VYβ καὶ αὐτὸς καθάπερ ἡ σελήνη γ 10 ἀναπωτικὸς Υβγ ἀεὶ ποτικός V 16 ε΄ V δ΄ D γ γ’ Y om. ΣMS (et sic deinceps) κακοποιῶν ἀστέρων D 17 χυμάτων] σωμάτων Y 18 τὰ ποιητικὰ καὶ γόνιμα β γ 20 καὶ (prius) οm. V καὶ (alt.) YM τε V τε καὶ LSDy 21 ψυχροῦ . . . ξηροῦ YMSγ ξηροῦ . . . ψυχροῦ VLD πάλιν ΥDγ om. VLMS)

20
πλεῖον ἔχειν ἐν τῷ θερμῷ καὶ τῷ ὑγρῷ·

τὸν δὲ τοῦ Κρόνου καὶ τὸν τοῦ Ἄρεως ὡς τῆς ἐναντίας φύσεως ποιητικούς, τὸν μὲν τῆς ἄγαν ψύξεως ἕνεκεν, τὸν δὲ τῆς ἄγαν ξηρότητος· τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τὸ κοινὸν τῶν φύσεων ὡς ἀμφότερα δυναμένους καὶ μᾶλλον συντρεπομένους, οἷς ἂν τῶν ἄλλων παραγένωνται.

Πάλιν ἐπειδὴ τὰ πρῶτα γένη τῶν φύσεων δύο ἐστί τό τε ἄρρεν καὶ τὸ. θῆλυ, τῶν δὲ προκειμένων δυνάμεων ἡ τῆς ὑγρᾶς οὐσίας μάλιστα θηλυκὴ τυγχάνει, πλεῖον γὰρ ἐγγίνεται καθόλου τοῦτο τὸ μέρος πᾶσι τοῖς θήλεσι, τὰ δ’ ἄλλα μᾶλλον τοῖς ἄρρεσιν, εἰκότως τὴν μὲν σελήνην [*](m20) καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα θηλυκοὺς ἡμῖν παραδεδώκασι, διὰ τὸ πλεῖον ἔχειν ἐν τῷ ὑγρῷ, τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως ἀρρενικούς, τὸν δὲ τοῦ Ἑρμοῦ κοινὸν ἀμφοτέρων τῶν γενῶν, καθὸ ἐξ ἴσου καὶ τῆς ὑγρᾶς οὐσίας καὶ τῆς ξηρᾶς ἐστι ποιητικός.

ἀρρενοῦσθαι δέ φασι τοὺς ἀστέρας καὶ θηλύνεσθαι παρά τε τοὺς πρὸς τὸν ἥλιον σχηματισμούς, ἑῴους μὲν γὰρ ὄντας καὶ προηγουμένους ἀρρενοῦσθαι, ἑσπερίους δὲ καὶ ἑπομένους θηλύνεσθαι, καὶ ἔτι παρὰ τοὺς πρὸς τὸν ὁρίζοντα· ἐν μὲν γὰρ τοῖς ἀπὸ ἀνατολῆς μέχρι μεσουρανήσεως ἢ καὶ ἀπὸ δύσεως μέχρι τῆς ὑπὸ γῆν ἀντιμεσουρανήσεως σχηματισμοῖς ὡς ἀπηλιωτικοῖς [*](c6) ἀρρενοῦσθαι, ἐν δὲ τοῖς λοιποῖς τεταρτημορίοις δυσὶν ὡς λιβικοῖς θηλύνεσθαι.

[*](2 Ἄρεως VLY Ἄρεως κακοποιοὺς βγ 4 ἥλιον] τοῦ ἡλίου β ὃ ὡς om. VL 6 παραγένωνται V παραγίγνωνται Y προσγένωνται βγ L (-vov-) 7 θηλ. ἀστέρων YDM Procl. 9. τῶν] δὲ τῶν γ 10 ὑγρᾶς] εὐπόρας Y 14 ἔχειν] σχεῖν V 17 καὶ τῆς ὑγρᾶς—ξηρᾶς VDγ τῆς τε ξηρᾶς καὶ τῆς ὑγρᾶς YMS 19 τε om. βγ τοὺς] τοῦ V 28 ἀνατολῆς] ἀνατολικοῦ V 23. 24 μέχρι—ἀντιμεσουρανήσεως om. Y 25 δυσὶν om. γ 26 λιβικοὺς Υγ)
21

Ὁμοίως δὲ ἐπειδὴ τῶν ποιούντων τὸν χρόνον τὰ ἐκφανέστατα διαστήματα δύο ταῦτα τυγχάνει τό τε τῆς ἡμέρας ἠρρενωμένον μᾶλλον, διὰ τὸ ἐν αὐτῇ θερμὸν καὶ δραστικόν, καὶ τὸ τῆς νυκτὸς τεθηλυσμένον μᾶλλον, διὰ τὸ ἐν αὐτῇ δίυγρον καὶ ἀναπαυστικόν, νυκτερινοὺς μὲν ἀκολούθως παραδεδώκασι τήν τε σελήνην καὶ τὸν τῆς Ἀφροδίτης, ἡμερινοὺς δὲ τόν τε ἥλιον καὶ τὸν τοῦ Διός, [*](m21) ἐπίκοινον δὲ κατὰ ταῦτα τὸν τοῦ Ἑρμοῦ καὶ ἐν μὲν τῷ ἑῴῳ σχήματι ἡμερινόν, ἐν δὲ τῷ ἑσπερίῳ νυκτερινόν.

προσένειμαν δὲ ἑκατέρᾳ τῶν αἱρέσεων καὶ τοὺς δύο τοὺς τῆς φθαρτικῆς οὐσίας, οὐκ ἔτι μέντοι κατὰ τὰς αὐτὰς τῆς φύσεως αἰτίας, ἀλλὰ κατὰ τὰς ἐναντίας. τοῖς μὲν γὰρ τῆς ἀγαθῆς κράσεως οἰκειούμενα τὰ ὅμοια μεῖζον αὐτῶν τὸ ὠφέλιμον ποιεῖ, τοῖς δὲ φθαρτικοῖς τὰ ἀνοίκεια μιγνύμενα παραλύει τὸ πολὺ τῆς κακώσεως αὐτῶν. ἔνθεν τὸν μὲν τοῦ Κρόνου ψυκτικὸν ὄντα τῷ θερμῷ τῷ τῆς ἡμέρας ἀπένειμαν, τὸν δὲ τοῦ Ἄρεως ξηρὸν ὄντα τῷ ὑγρῷ τῷ τῆς νυκτός· οὕτως γὰρ ἑκάτερος ὑπὸ τῆς κράσεως συμμετρίας τυχὼν οἰκεῖος γίνεται τῆς τὸ εὔκρατον παρεχούσης αἱρέσεως.

’Ήδη μέντοι καὶ παρὰ τοὺς πρὸς τὸν ἥλιον συσχηματισμοὺς ἥ τε σελήνη καὶ οἱ τρεῖς τῶν πλανωμένων τὸ [*](1 νυκτερινῶν καὶ ἡμερινῶν Sy νυκτ. ἄστρων DM (ἀστέρων) 2 τῶν om. V ποιοῦντα V 5 δραστικὸν] καυστικὸν Μ μᾶλλον om. VMS 6 ἐν αὐτῇ V κατ’ αὐτὴν cett. 7 ἀκολούθως VYy εἰκότως MS 13 ἀλλὰ—ἐναντίας om. Y 15 μιγνύμενα VDS γ σμιγόμενα YM 16 πολὺ] κακὸ Y 18 Ἄρεως] πυρόεντος MS 19 συμμετρίας] τῆς ἀερίας Y 20 παρεχούσης Vy παρασχούσης Υ περιεχούσης β 23 σχημάτων γ 25 post πλανωμένων: ὅ τοῦ Κρόνου ὁ τοῦ Διὸς καὶ ὁ τοῦ Ἄρεως add. γ)

22
μᾶλλον καὶ ἧττον λαμβάνουσιν ἐν ταῖς οἰκείαις αὐτῶν δυνάμεσιν. ἥ τε γὰρ σελήνη κατὰ μὲν τὴν ἀπὸ ἀνατολῆς μέχρι τῆς πρώτης διχοτόμου αὔξησιν ὑγρότητος μᾶλλόν ἐστι ποιητική, κατὰ δὲ τὴν ἀπὸ πρώτης διχοτόμου μέχρι πανσελήνου θερμότητος, κατὰ δὲ τὴν ἀπὸ πανσελήνου μέχρι δευτέρας διχοτόμου ξηρότητος, κατὰ δὲ τὴν ἀπὸ δευτέρας διχοτόμου μέχρι κρύψεως ψυχρότητος.

οἵ τε [*](m 22) πλανώμενοι καὶ ἑῷοι μόνον ἀπὸ μὲν τῆς ἀνατολῆς μέχρι τοῦ πρώτου στηριγμοῦ μᾶλλόν εἰσιν ὑγραντικοί, ἀπὸ δὲ τοῦ πρώτου στηριγμοῦ μέχρι τῆς ἀκρονύκτου μᾶλλον θερμαντικοί, ἀπὸ δὲ τῆς ἀκρονύκτου μέχρι τοῦ δευτέρου στηριγμοῦ μᾶλλον ξηραντικοί, ἀπὸ δὲ τοῦ δευτέρου στηριγμοῦ μέχρι δύσεως μᾶλλον ψυκτικοί.

δῆλον δέ ἐστιν [*](c 6v) ὅτι καὶ ἀλλήλοις συγκιρνάμενοι παμπληθεῖς διαφορὰς ποιοτήτων εἰς τὸ περιέχον ἡμᾶς ἀπεργάζονται, κατακραρούσης μὲν ὡς ἐπίπαν τῆς ἰδίας ἑκάστου δυνάμεως, τρεπομένης δὲ κατὰ τὸ ποσὸν ὑπὸ τῆς τῶν συσχηματιζομένων.

Ἑξῆς δὲ ὄντος ἀκολούθου καὶ τὰς τῶν ἀπλανῶν ἀστέρων φύσεις κατὰ τὸ ἰδίως αὐτῶν ποιητικὸν ἐπιδραμεῖν, ἐκθησόμεθα καὶ τὰς ἐπ’ αὐτῶν τετηρημένας ἰδιοτροπίας κατὰ τὸ ὅμοιον ταῖς τῶν πλανωμένων φύσεσι τὸν ἐμφα- [*](2 Porphyr. ‘2, CCAG V 4, 184 ad v. 10 (182, 40 Wolf); Paulus Alex. F 3v; CCAG VII 116 8 CCAG VII 119, 8 13 Boll. Abh Sss. 1888. Gundel, Trism. 50ss.) [*](2 ἀνατολῆς VYβ ἀνατολῶν L συνόδου γ 4.5 om. V 7 κρύψεως Procl. τρίψεως Y συνόδου γ 8 πλανώμενοι superi scil. ἑῷοι μόνον βγ ἑωμένω Y ἑῷοι VL 10 ἀκρονύχου βγ (etia-m infra) 10.11 μᾶλλον—ἀκρονύκτου om. V 12 τοῦ δευτέρου] κέντρου V 13 δύσεως om. V ind.) 14 συγκιρνάμενοι VY (-καρ-): συγκιρνώμενοι βγ VY παμπόλλους βγ 17 τῆς om. V 19 ὄντος ἀκολούθου βγ ὄντος VLY δέοντος propos. Kroll καὶ] καὶ τοῦ γ ἀστέρων VLγ om. Υβ 20 ποιητικὴν V ἐνεργητικόν I.)

23
νισμὸν ποιούμενοι· καὶ πρῶτον τῶν περὶ αὐτὸν τὸν διὰ μέσων κύκλον ἐχόντων τὰς μορφώσεις.

Τοῦ Κριοῦ τοίνυν οἱ μὲν ἐν τῇ κεφαλῇ τὸ ποιητικὸν ὁμοίως ἔχουσι κεκραμένον τῇ τε τοῦ Ἄρεως καὶ τῇ τοῦ Κρόνου δυνάμει·

οἱ δὲ ἐν τῷ στόματι τῇ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ τοῦ Κρόνου·

οἱ δὲ ἐν τῷ ὀπισθίω ποδὶ τῇ τοῦ Ἄρεως·

[*](m 23)

οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῇ τῆς Ἀφροδίτης.

Τῶν δὲ ἐν τῷ Ταύρῳ ἀστέρων οἱ μὲν ἐπὶ τῆς ἀποτομῆς ὁμοίαν ἔχουσι κρᾶσιν τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου·

οἱ δὲ ἐν τῇ Πλειάδι τῇ τε σελήνῃ καὶ τῷ τοῦ Ἄρεως·

τῶν δὲ ἐν τῇ κεφαλῇ ὁ μὲν λαμπρὸς τῆς Ὑάδος καὶ ὑπόκιρρος, καλούμενος δὲ Λαμπαύρας, τῷ τοῦ Ἄρεως·

οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ·

οἱ δὲ ἐν ἄκροις τοῖς κέρασι τῷ τοῦ Ἄρεως.

Τῶν δὲ ἐν τοῖς Διδύμοις ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν τῆς ὁμοίας κεκοινωνήκασι ποιότητος τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης·

οἱ δὲ περὶ τοὺς μηροὺς λαμπροὶ τῷ τοῦ Κρόνου·

τῶν δὲ έν ταῖς κεφαλαῖς δύο λαμπρῶν ὁ μὲν ἐν τῇ προηγουμένῃ τῷ τοῦ Ἑρμοῦ· καλεῖται δὲ καὶ Ἀπόλλωνος· ὁ δὲ ἐν τῇ ἑπομένῃ τῷ τοῦ Ἄρεως· καλεῖται δὲ καὶ Ἡρακλέους.