Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Διεῖλον δέ τινες καὶ εἰς ἔτι τούτων λεπτομερέστερα τμήματα τὰς οἰκοδεσποτείας, τόπους καὶ μοίρας ὀνομάσαντες· καὶ τόπον μὲν ὑποτιθέμενοι τὸ τοῦ δωδεκατημορίου δωδεκατημόριον, τουτέστι μοίρας β΄ ἥμισυ καὶ [*](m 50) διδόντες αὐτοῦ τὴν κυρείαν τοῖς ἐφεξῆς ξῳδίοις, ἄλλοι δὲ καὶ κατ’ ἄλλας τινὰς ἀλόγους τάξεις, μοῖραν δὲ ἐκάστην πάλιν ἀπ’ ἀρχῆς ἑκάστῳ διδόντες τῶν ἀστέρων ἀκολούθως τῇ τάξει τῶν Χαλδαϊκῶν ὁρίων.

ταῦτα μὲν οὖν πιθανὸν <μόνον> καὶ οὐ φυσικὸν ἀλλὰ κενόδοξον ἔχοντα [*](c13v) [*](11 Antiochus vel potius Rhetorius CCAG I 154, 17 19 πιθανὸν cf. Schol. B Il. XX 67 (IV 233, 1 Dind.)) [*](3 ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBERV 7 γίνεται—τξ΄ om. Lα ἐπισυνθέσεως Vβ συνθέσεως γ 8 πβ΄ Ἑρμοῦ om. V 9 ὁμοῦ DΜγ γίνονται VS 10 tit. om. α 14 τουτέστι—ἥμισυ om. γ μοίρας] μόρια V post ἥμισυ: ἀρχόμενοι ἀπὸ τοῦ δωδεκατημορίου (ξῳδίουγ) καθ’ ὅ ἐστιν ὁ ἀστήρ add. Σγ 15 αὐτῶν βγ 18 ταῦτα μὲν οὖν α τοῦτο μὲν οὖν V τὰ μὲν β ἡμεῖς δὲ τὰ μὲν γ 19 πιθανὸν <μόνον> καὶ οὐ φυσικὸν Boll (cf. πιθανολογεῖν καὶ σοφίζεσθαι supra 46, 3) πιθανὸν καὶ οὐ φυσικὸν ω οὔτε πιθανὸν οὔτε φυσικὸν C0 (Le) 48, 37)

53
λόγον παρήσομεν· ἐκεῖνο δὲ ἐπιστάσεως ἄξιον τυγχάνον οὐ παραλείψομεν ὅτι καὶ τὰς τῶν δωδεκατημορίων καὶ τὰς τῶν ὁρίων ἀρχὰς ἀπὸ τῶν τροπικῶν καὶ τῶν ἰσημερινῶν σημείων εὐλογόν ἐστι ποιεῖσθαι, καὶ τῶν συγγραφέων τοῦτό πως ἐμφανισάντων, καὶ μάλιστα διότι τὰς φύσεις καὶ τάς δυνάμεις καὶ τὰς συνοικειώσεις αὐτῶν ὁρῶμεν ἐκ τῶν προαποδεδειγμένων ἀπὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν ἀρχῶν καὶ οὐκ ἀπ’ ἄλλου τινὸς ἐχούσας τὴν αἰτίαν·

ἄλλων γὰρ ἀρχῶν ὑποτιθεμένων ἢ μηκέτι συγχρῆσθαι ταῖς φύσεσιν αὐτῶν εἰς τὰς προτελέσεις ἀναγκασθησόμεθα ἢ συγχρώμενοι διαπίπτειν, παραβάντων καὶ ἀπαλλοτριωθέντων τῶν τὰς δυνάμεις αὐτοῖς ἐμπεριποιησάντων τοῦ ξῳδιακοῦ διαστημάτων.

Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἷεν τοσαῦται. λέγονται δὲ [*](m 51) καὶ ἰδοπροσωπεῖν μὲν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώζῃ πρὸς ἥλιον ἢ σελήνην σχηματισμόν, ὅνπερ καὶ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους, οἷον ὅταν ὁ τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιήσῃ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σελήνην δὲ ἑῷος ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις.

λαμπήναις δ’ ἐν ἰδίαις λέγονται εἶναι καὶ θρόνοις καὶ τοῖς [*](14 Heph. I 19) [*](1 δὲ] δὲ τὸ βγ 2.3 καὶ τὰς τῶν ὁρίων 0m. α 9 γὰρ] μὲν γὰρ α 10 συγχρῆσθαι La συγχωρῆσθαι V συγχρήσασθαι βγ 18 ἐμπεριποιησάντων VLY περιποιησάντων β περιποιοῦντων γ τοῦ] τῶν τοῦ β 14.15 τῶν τοιούτων V β γ θρόνων Σ 0m. Y 18 ἰδιοπροσωπεῖν β γ ἰδιοπροσωποὶ α ὅταν om. Σ 19 πρὸς τὸν ἥλιον βγ συσχηματισμὸν V 21 ποιῇ α 28.24 λαμπ. δὲ ἐν ἰδ. VYβγ καὶ ἐν λαμπ. ἰδ. Σ ἐν ἰδίοις θρόνοις L 24 Σ om. VLY βγ θρόνοις] λαμπήναις L)

54
τοιούτοις, ὅταν κατὰ δύο ἢ καὶ πλείους τῶν προεκτεθειμένων τρόπων συνοικειούμενοι τυγχάνωσι τοῖς τόποις ἐν οἷς καταλαμβάνονται, τότε μάλιστα τῆς δυνάμεως τῶν πρὸς ἐνέργειαν αὐξομένης διὰ τὸ ὅμοιον καὶ συμπρακτικὀν τῆς τῶν περιεχόντων δωδεκατημορίων ὁμοφύλου οἰκειότητος.

χαίρειν δέ φασιν αὐτούς, ὅταν κἄν μὴ πρὸς αὐτοὺς ἡ συνοικείωσις τῶν περιεχόντων ξῳδίων ἀλλὰ μέντοι πρὸς τοὺς τῶν αὐτῶν αἱρέσεων, ἐκ μακροῦ μὲν μᾶλλον οὕτως-γινομένης τῆς συμπαθείας, κοινωνούσης δὲ ὅμως καὶ κατὰ τὸν τοιοῦτον τρόπον τῆς ὁμοιότητος, ὥσπερ, ὅταν ἐν τοῖς ἠλλοτριωμένοις καὶ τῆς ἐναντίας αἱρέσεως τόποις καταλαμβάνωνται, πολὺ παραλύεται τῆς οἰκείας αὐτῶν δυνάμεως, ἄλλην τινὰ φύσιν μικτὴν ἀποτελούσης τῆς κατὰ τὸ ἀνόμοιον τῶν περιεχόντων ξῳδίων κράσεως.

[*](c 14 m 52)

Καθόλου συνάπτειν μὲν λέγονται τοῖς ἑπομένοις οἱ προηγούμενοι, ἀπερρυηκέναι δὲ οἱ ἑπόμενοι τῶν προηγουμένων, ἐφ’ ὅσον ἂν μὴ μακρὸν τὸ μεταξὺ αὐτῶν διάστημα. παραλαμβάνεται δὲ τὸ τοιοῦτον ἐάν τε σωματικῶς ἐάν τε καὶ κατά τινα τῶν παραδεδομένων σχηματισμῶν συμβαίνῃ·

πλὴν ὅτι γε πρὸς μὲν τὰς δι’ αὐτῶν [*](17 Heph. I 14, qui tamen hic sequitur Porphyrium.) [*](1 τοιούτοις Va τοιούτοις οἱ ἀστέρες λέγονται β τοιούτ. λέγονται ται οἱ ἀστέρες γ καὶ] κατὰ βγ 4 αὐξανομένης α 5 ὁμοφύλου L ὁμοφίλου ὁμοφυοῦς α βγ 6 post οἰκειότητος (οἰκειώσεως Σ) add. ἰδιοθρονεῖν καί λάμπειν λέγονται Σ βγ χαίρειν] φέρειν V 7 συνοικειώσεις V 9 μὲν om. α κοινωνούσης V βγ κοινωνοῦσι α 10 ὅμως V βγ ὁμοίως α τοιοῦτον βγ αὐτὸν α 18 τῆς V βγ τὸ τῆς α 18 καθόλου βγ καὶ καθ. α l9 ἀπερρυηκέναι α γ ἀπερρευκέναι νβ 22 κατά τινα αγ Procl. κατ' ἀκτῖνα β κατ' ἀκτῖνα)

55
τῶν σωμάτων συναφὰς καὶ ἀπορροίας καὶ τὰ πλάτη παρατηρεῖν αὐτῶν χρήσιμον εἰς τὸ μόνας τὰς ἐπὶ τὰ αὐτὰ μέρη τοῦ διὰ μέσων εὑρισκομένας παρόδους παραδέχεσθαι, πρὸς δὲ τὰς διὰ τῶν συσχηματισμῶν. περισσόν ἐστι τὸ τοιοῦτον, πασῶν ἀεὶ τῶν ἀκτίνων ἐπὶ τὰ αὐτὰ τουτέστιν ἐπὶ τὸ κέντρον τῆς γῆς φερομένων καὶ ὁμοίως πανταχόθεν συμβαλλουσῶν.

ἐκ δὴ τούτων ἁπάντων εὐσύνοπτον ὅτι τὸ μὲν ποιὸν ἑκάστου τῶν ἀστέρων ἐπισκεπτέον ἔκ τε τῆς ἰδίας αὐτῶν φυσικῆς ἰδιοτροπίας καὶ ἔτι τῆς περιεχόντων δωδεκατημορίων ἢ καὶ τῆς τῶν πρός τε τὸν ἥλιον καὶ τὰς γωνίας συσχηματισμῶν κατὰ τὸν ἐκτεθειμένον ἡμῖν περὶ αὐτῶν τούτων τρόπον, τὴν δὲ δύναμιν πρῶτον μὲν ἐκ τοῦ ἤτοι ἀνατολικοὺς αὐτοὺς εἶναι καὶ προσθετικοὺς ταῖς ἰδίαις κινήσεσι, τότε γὰρ μάλιστά εἰσιν ἰσχυροί, ἤ δυτικοὺς [*](m53) καὶ ἀφαιρετικούς, τότε γὰρ ἀσθενεστέραν ἔχουσι τὴν ἐνέργειαν,

ἔπειτα καὶ ἐκ τοῦ πως ἔχειν πρὸς τὸν ὁρίζοντα· μεσουρανοῦντες μὲν γὰρ ἢ ἐπαναφερόμενοι τῷ μεσουρανήματι μάλιστά εἰσι δυναμικοί, δεύτερον δὲ ὅταν ἐπ’ αὐτοῦ τοῦ ὁρίζοντος ὦσι ἢ ἐπαναφέρωνται, καὶ μᾶλλον ὅταν ἐπὶ τοῦ ἀνατολικοῦ, ἧττον δὲ ὅταν ὑπὸ γῆν μεσουρανῶσιν ἢ ἄλλως συσχηματίζωνται τῷ ἀνατέλλοντι τόπῳ. μὴ οὕτως δὲ ἔχοντες ἀδύνατοι παντελῶς τυγχά- τυγχάνουσιν.

[*](3 παρόδους om. YMS 5 ἐστι α γ Procl. ἔτι νβ ἔτη L 8 in marg. περὶ τοῦ ἔκ τινος δεῖ γινώσκειν τὴν ποιότητα τῶν ἀστέρων, καὶ ἔκ τινος τὴν τούτων δύναμιν ³ 11 τὰς γωνίας α M S Procl. τῶν γωνιῶν VDy 12 συσχημ. Y (-οὺς) βγ Procl. VL Σ 13 αὐτῶν VL βγ πάντων α τούτων VLay τούτων πάντων πάντων πάντων πάντων S 14 ἤτοι om. βγ 15.16 δυτ. καὶ ἀφ.] αβγ ἀφ. καὶ δυτ. VL 18 ἐπιφερόμενοι α 19 μάλιστά εἰσι δυναμικοὶ om. γ 23 μὴ 0m. V ἀδύνατοι VDMy ἀδύναμοι α S Procl. post τυγχάνουσι: τέλος τοῦ α΄ βιβλίου Κλλαυδίου Πτολεμαίου V τέλος τοῦ πρώτου βιβλίου τῶν ἀποτελεσματικῶν Πτολεμαίου S τέλος τοῦ α΄ βιβλίου D γ τέλος Κλ. Πτολ. ἀποτελεσματικῶν πρῶτον Μ om. )