Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. βροτησίαν ἱεῖσαν, ἔμπαιον δρόμων.
  2. πάλιν δʼ ὁ πέτρας ἀσκέρας ἀνειρύσας
  3. καὶ φασγάνου ζωστῆρα καὶ ξίφος πατρός,
  4. ὁ Φημίου παῖς, Σκῦρος ᾧ λυγροὺς τάφους
  5. κρημνῶν ἔνερθεν αἰγίλιψ ῥοιζουμένων
  6. πάλαι δοκεύει τὰς ἀταρχύτους ῥιφάς,
  7. σὺν θηρὶ βλώξας τῷ σπάσαντι δηίας
  8. Μύστῃ Τροπαίας μαστὸν εὔθηλον θεᾶς,
  9. ζωστηροκλέπτης, νεῖκος ὤρινεν διπλοῦν,
  10. στόρνην τʼ ἀμέρσας καὶ Θεμισκύρας ἄπο
  11. τὴν τοξόδαμνον νοσφίσας Ὀρθωσίαν.
  12. ἧς αἱ ξύναιμοι, παρθένοι Νεπτουνίδος,
  13. ἔριν λιποῦσαι, Λάγμον, ἠδὲ Τήλαμον,
  14. καὶ χεῦμα Θερμώδοντος Ἀκταῖόν τʼ ὄρος,
  15. ποινὰς ἀθἐλκτους θʼ ἁρπαγὰς διζήμεναι,
  16. ὑπὲρ κελαινὸν Ἴστρον ἤλασαν Σκύθας
  17. ἵππους, ὁμοκλήτειραν ἱεῖσαι βοὴν
  18. Γραικοῖσιν ἀμνάμοις τε τοῖς Ἐρεχθέως.
  19. καὶ πᾶσαν Ἀκτὴν ἐξεπόρθησαν δορί,
  20. τοὺς Μοψοπείους αἰθαλώσασαι γύας.