Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

δεινότης δὲ γίνεται κατὰ γνώμην μοναχῶς, εἰ δέ τις κατʼ ἄλλο τι οἴεται, πλεῖστον διαμαρτάνει. δεινότης δέ ἐστιν, ὅταν τις πόρρωθεν χρήσιμόν τι ἑαυτῷ προδιοικῆται, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ὁ Δημοσθένης βουλόμενος δεῖξαι ὅτι σφαλερὸν καὶ κατὰ τῆς πόλεώς ἐστι τὸ ἕνα τῶν Θρᾳκῶν βασιλέων κύριον γενέσθαι, πόρρωθεν λαβὼν κατασκευάζει, ὅτι τὸ ἀσθενῆ εἶναι τὸν Κερσοβλέπτην, ᾧ στρατηγεῖ ὁ Χαρίδημος, τοῦτο φρουρά ἐστι Χερρονήσου, ὥστε τὸ ἐναντίον καταλυθῆναι μὲν τοὺς πλείστους βασιλεῖς, εἰς ἕνα δὲ τὸν Κερσοβλέπτην περιελθεῖν διὰ τοῦ Χαριδήμου κίνδυνός ἐστι Χερρονήσῳ. πόρρωθεν οὖν προδιῳκήσατο τὸ ψηφίσασθαι ἀγώγιμον εἶναι τὸν ἀποκτείναντα Χαρίδημον, φοβερὸν ποιεῖ Κερσοβλέπτην, οὗτος δὲ αὐξηθεὶς καταλύσει τοὺς ἄλλους βασιλεῖς, διʼ οὓς σώζεται Χερρόνησος. ὡς δʼ ἂν καὶ ἐξ αὐτῶν τῶν εἰρημένων κατάδηλόν σοι γένηται, ἔστι δʼ ἀνάγκη πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι τί ποτέ ἐστι τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός· διὰ γὰρ τοῦ μαθεῖν τοῦτο καὶ τἀδίκημα σαφῶς ὄψεσθε. ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο, τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθʼ ἑνὸς γενέσθαι Θρᾴκης βασιλέας· συμβέβηκε γὰρ αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύειν. τοῦτο τοίνυν βουλόμενοί τινες παῦσαι καὶ καταλῦσαι μὲν τοὺς ἑτέρους βασιλέας, παραδοῦναι δὲ τῷ

Κερσοβλέπτῃ τὴν ἀρχὴν ἅπασαν, διαπράττονται σφίσι τοῦτο γενέσθαι τὸ προβούλευμα.

δεινότης δέ ἐστι καὶ τὸ πρὶν θεῖναι ἀνελεῖν τι πόρρωθεν ἀντιπῖπτον αὐτῷ. πῶς οὖν ἐκ τοῦ συνειπεῖν Φιλοκράτει ᾐσθημένος με δῶρα εἰληφότα ἐπὶ τὴν ἡμετέραν πρεσβείαν κεχειροτονημένος, σὺν ἡμῖν ὑπέμεινας πρεσβεύειν καὶ οὐκ ἐξωμόσω; πρὸς τοῦτο ἀντιθεὶς ἄνευ προτάσεως τὴν ἀντίθεσιν ταύτην, τότε τὴν λύσιν ἐπήνεγκεν. ὡμολογήκειν γὰρ τοῖς αἰχμαλώτοις λύτρα κομιεῖν, καὶ διὰ τοῦτο δεύτερον ἐπρέσβευσα, ἵνα αὐτοὺς λύσωμαι καὶ σώσω εἰς δύναμιν· δεινὸν οὖν ψεύσασθαι καὶ προέσθαι ἀτυχοῦντας ἀνθρώπους πολίτας. πρότασις ἂν ἔδοξεν εἶναι καὶ πλάττεσθαι πρὸς τὸ συμβὰν μετατεθειμένος, νῦν δὲ πρὶν θεῖναι τὴν πρότασιν προλαβὼν ἔθηκε τὸ κατὰ τοὺς αἰχμαλώτους τῇ ἀντεξετάσει τῶν χρόνων. ἐν ᾗ διετρίβομεν ἐν Μακεδονίᾳ, τί ἑκάτερος προείλετο πράττειν; ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασώζειν καὶ ἀναζητεῖν καὶ παρʼ ἐμοῦ χρήματα ἀναλίσκειν, οὗτος δὲ αὐτίκα ἀκούσεσθε τί ποιῶν διετέλεσεν. τοῦτον τὸν τρόπον προδιοικησάμενος τὰ περὶ τοὺς αἰχμαλώτους νῦν προάγει καὶ αὐτὴν τὴν πρότασιν ἐπὶ προδιῳκημένῃ τῇ λύσει, ὅταν δʼ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶς, τί δήποτε ὡς φῄς, ὦ Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ὑγιὲς πράττοντας ἡμᾶς, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω; ταῦτα μέμνησθε, ὅτι τούτοις ὡμολογήκειν, οὓς αὐτὸς ἐλυσάμην, ἥξειν καὶ κομιεῖν λύτρα καὶ σώσειν εἰς δύναμιν· δεινὸν οὖν ἦν ψεύσασθαι καὶ προέσθαι δυστυχοῦντας ἀνθρώπους πολίτας.