Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

σφοδρότης δὲ γίνεται τριχῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ λέξιν. καὶ κατὰ μὲν γνώμην οὕτως, ὅταν τις ἐνδόξοις προσώποις ἐπιτιμᾷ, οἷον ἐξέστητε, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς τάξεως, ἐφʼ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον. καὶ ἄλλο πάλιν ὅμοιον τούτῳ ἡσυχάζετε γὰρ μόνοι τῶν Ἑλλήνων, καὶ πάλιν καὶ τῶνδε ὑμεῖς αἴτιοι, τό τε πρῶτον ἐάσαντες αὐτοὺς μετὰ τὰ Μηδικὰ κρατῦναι τὴν πόλιν. σφοδρότητα δὲ ποιεῖς καὶ ὅταν πράγματα ἢ πρόσωπα ἔνδοξα μὴ ὀκνῇς διαβάλλειν, οἷον τὸ μὲν ἐπαινεῖν τοὺς προγόνους πρᾶγμα ἐνδοξότατον, ὁ δὲ Δημοσθένης πῶς εὐθὺς ἐν ἀρχῇ διέβαλεν; οἱ μὲν ἐπαινοῦντες τοὺς προγόνους λόγον εἰπεῖν μοι δοκοῦσι κεχαρισμένον, οὐ μὴν συμφέροντά γε ἐκείνοις οὓς ἐγκωμιάζουσι

ποιεῖν. καὶ ὅλως δὲ τὸ ἐπιτιμᾶν σφοδρότητα ἔχει, ὡς ἐν ἐκείνοις, ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν καὶ οἱ τοῖς Ἀρκάσι καὶ οἱ τοῖς Λακεδαιμονίοις συνειρηκότες.

καὶ τὸ διαβάλλειν δὲ πρόσωπα ἔνδοξα ὡς ἀτόπως ἔχοντα σφοδρότητα ποιεῖ, οἷον ὑμεῖς δὲ ὁ δῆμος ἐκνενευρισμένοι χρήματα καὶ συμμάχους ἐν ὑπηρέτου καὶ προσθήκης μέρει.

καὶ ὅταν δὲ ἀτόπως τις εἰκάζῃ, σφοδρὸν ποιεῖ τὸν λόγον, οἷον ὥσπερ σκορπίος ἠρκὼς τὸ κέντρον, ᾄττων δεῦρο κἀκεῖσε, σκοπῶν τίνι κακόν τι προστριψάμενος εἰς συμφορὰν καταστήσῃ. καὶ πάλιν οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστʼ ὄφελος ἥτις μὴ τέμνει, οὔτε βουλομένῳ διʼ αὑτοῦ πᾶσι κακὰ καὶ πράγματα γίνεσθαι ὁ ταῦτα ἀποδωσόμενος συκοφάντης οὐδέν ἐστʼ ὄφελος. καὶ ἀλλαχοῦ πάλιν ἀλλὰ μανδραγόραν πεπωκόσιν ἤ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκαμεν ἀνθρώποις.

σφοδρότης δέ ἐστι καὶ ὅταν τις ὑπεραγανακτῇ, οἷον τοῦτο μὲν γὰρ οὐκ ἔχον ἐστὶν ὑπερβολὴν ἀκαθαρσίας, καὶ πάλιν ἀλλαχοῦ, τοῦτο γὰρ δὴ τοὔσχατόν ἐστι, καὶ πάλιν τῆς ἐσχάτης ὕβρεως οὐδὲν ἐλλείπει.

καὶ ὅλως δὲ ὅπου σχεδόν τι ἐφʼ ὁμολογουμένοις ἀδικήμασιν αἱ κατηγορίαι γίνονται, διὰ τὸ πρόδηλα εἶναι τὰ ἀδικήματα, σφοδρότητος ὁ λόγος τυγχάνει, ὡς καὶ ἐν τῷ κατὰ Μειδίου καὶ ἐν τῷ κατὰ Ἀριστογείτονος. τὸ δὲ μέγιστον εἰδέναι χρή, ὅτι ὅταν ᾖ μὴ ἰσχυρὰ ζητήματα ἐξ ἑκατέρων τῶν μερῶν, ἀλλʼ ὑπάρχῃ θατέροις μὴ πρόδηλα αὐτὰ εἶναι, ὁ δὲ ὡς ἐπὶ ὁμολογουμένοις

σχεδὸν τοῖς ζητήμασι συνάγει τὸν λόγον, οἷός ἐστιν ὁ κατὰ Μειδίου.