Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἔτι περιβολῆς, ὅταν τις διὰ μέσου τοῦ νοήματος ἢ τῶν νοημάτων, πρὶν ἀπαρτίσαι τὸν νοῦν, ἕτερα ἐμβάλῃ νοήματα, ὅπερ ἐὰν μὴ ἔν τινι μέτρῳ γένηται, δεινὴν ἀσάφειαν ἐργάζεται. παράδειγμα δὲ τῆς περιβολῆς ταύτης ἐν τῷ κατὰ Ἀριστοκράτους, εἰκότως δʼ ἄν,

ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετʼ εὐνοίας ἀκούσαιτε ἃ λέγω, εἶτα συστατικὰ τοῦ ὅτι δεῖ προσέχοντας ἀκοῦσαι, ἄλλο ἐπὶ ἄλλῳ ἐπεμβεβλημένον, καὶ ταῦτα πεπλαγιασμένα, ἐπειδὴ γὰρ οὐχὶ τῶν ἐνοχλούντων ὑμᾶς οὐδὲ τῶν πολιτευομένων παρʼ ὑμῖν ὤν [τι] πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον, ἐὰν ὅσον ἐστὶν ἐν ὑμῖν συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε. καὶ οὐχ ἓν τὸ ἐκβησόμενον αὐτοῖς ἐκ τοῦ ἀκοῦσαι ἀγαθόν, ἀλλὰ δύο, τὸ μὲν ἐκ τοῦ παρόντος τοῦτό τε σώσετε, τὸ δὲ ἐκ τοῦ μέλλοντος καὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν. τοῦτο μὲν οὖν πεπλήρωται καὶ οὐδὲν λείπει αὐτῷ, ὁ δέ, ἵνα πλείων ἡ περιβολὴ γένηται, καὶ τὸ ἐναντίον παραθεὶς ἐπανέλαβε. τί δὲ ἦν τὸ ἐναντίον τοῦ καὶ μᾶλλόν τινα προθυμηθῆναι ἂν ποιῆσαί τι τὴν πόλιν ἀγαθόν; νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς, βελτίοσι δὲ ὅμως ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν. καὶ τοῦτʼ ἂν ἀπήρτιστο, ἀλλὰ καὶ ἐνταῦθα οὐκ ἤρκεσεν, ἀλλὰ καὶ κατασκευὴν τοῖς προειρημένοις ἐξ ἰδιότητος προσέθηκεν ἐγὼ γοῦν ἀπώκνησα ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν, ὥστε τοῦτον τὸν τρόπον συμπεπλέχθαι τὸ προσέχειν λέγοντι. καὶ τόδε ἄτοπον οὐκ ἔσται, τὸ ὀκνεῖν τινας τὴν πόλιν εὖ ποιεῖν, ὡς νῦν γε ὀκνοῦσι, διὰ τὸν φόβον καὶ τὴν ἀπειρίαν τοῦ λέγειν· ἐγὼ γοῦν μικροῦ ὤκνησα καὶ αὐτός. πῶς οὖν κατηγορεῖς; καὶ τούτου ἐξ ἰδιότητος ἡ κατασκευή, ὅτι δεινὸν ἡγοῦμαι πρότερον μέν, ὅτε ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς
ἀδικεῖν ὑμᾶς ἡγούμην, νῦν δὲ ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι πρᾶγμα ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους. μή τί σοι δοκεῖ ὀλίγα ἐπεμβεβλῆσθαι νοήματα, ἵνα εἰς τοῦτο καταλήξῃ πᾶσα ἡ ἔννοια;

ἵνα δὲ ἔτι σαφέστερόν σοι γένηται ὁποῖόν τί ἐστι τὸ διὰ μέσου ἐμβαλεῖν πλείω νοήματα, ἐκεῖνο σαφέστατον παράδειγμα ἐν τῷ τῆς παραπρεσβείας τὸ γὰρ πρὸς ἄνδρα θνητόν, ἓν νόημα ἐκ προσώπου, καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην, τὸ πρᾶγμα τὸ γινόμενον, τὸ δὲ ἐπʼ αὐτῷ καὶ οὔπω ἀπήρτισται, ἀλλʼ ἐπεμβάλλει. πάλιν πῶς γὰρ οὐκ αἰσχρὸν δημοσίᾳ μὲν πάντας ὑμᾶς τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν, δυσκόλως τε ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων, καὶ οὔτε δικαίων οὔθʼ ὑμῖν συμφερόντων· εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας, νῦν πρόσεχε τοῖς ἐπιβεβλημένοις, τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας, ἄλλο νόημα ὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας, ὃν εἰλήφατε ἐπʼ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα, νῦν τὸ συμπληροῦν τοῦτον ἀφεῖναι.

περιβολὴν δὲ ποιεῖ καὶ ὅταν τις μὴ ἀκόλουθα ἐξετάζῃ μόνον, ἀλλὰ καὶ τἀναντία προσλαμβάνῃ, ὡς ἐν τῷ τῆς παραπρεσβείας τὸ μὲν ἁπλοῦν ἦν καὶ τὸ ἀκόλουθον οὕτως, ἐπεὶ γὰρ ἐχειροτονήσατε τοῦτον πρεσβευτήν, ὡς φυλάξοντα τοὺς ἄλλους, ἐνταῦθα τὸ ἐναντίον προσλαβὼν οὕτως ἐπάγει τὸ ἀκόλουθον ἐχειροτονήσατε τοῦτον πρότερον τὸ τί μὴ ποιήσοντα, εἶτα τὸ τί ποιήσοντα, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα,

οὐδʼ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, εἶτα νῦν τὸ ἀκόλουθον, ἀλλʼ ὡς φυλάξοντα τοὺς ἄλλους. καὶ πάλιν ἐν τῷ τῆς παραπρεσβείας, ἐπειδὴ δὲ ἧκεν ἡ ἐκκλησία, παρελθὼν Αἰσχίνης πρῶτος ἡμῶν ἁπάντων, καὶ οὐκ εὐθὺς τὸ ἀκόλουθον ἐπήνεγκεν, τάδε ἀπήγγειλεν, ἀλλὰ πρότερον κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἃ δέον ἀπαγγέλλειν οὐκ ἀπήγγειλε, τίνα δὲ ἦν ταῦτα; πρῶτον τοῦ μὲν ἀπαγγέλλειν τι περὶ τῶν πρεσβευομένων ἢ περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων, εἰ ἄρα ἠμφισβήτει μὴ ἀληθῆ λέγειν ἐμὲ παμπληθὲς ἀπέσχεν, εἶτα νῦν κατὰ τὸ ἀκόλουθον ἃ ἐποίει καὶ ἐδημηγόρει καὶ τοιούτους εἶπε λόγους. ἵνα δὲ εἰδῇς ὅτι συγγένειαν ἔχει τὰ τῆς περιβολῆς θεωρήματα, εἴπομεν ἐν τοῖς ἐπάνω ὅτι περιβολή ἐστι τὰ ἐν γένει προλαβόντα κατʼ εἶδος ἐπάγειν, ἀλλὰ καὶ νῦν λέγωμεν ὅτι περιβολή ἐστι τὸ μὴ μόνον τὰ ἀκόλουθα ἐξετάζειν, ἀλλὰ καὶ τὰ ἐναντία τῶν ἀκολούθων· ἐνταῦθα ἀμφότερα πεποίηκεν, ὃ μὲν οὐκ ἐποίει, ὃ δὲ ἐποίει, προθεὶς τὸ ἐναντίον πρὸ τοῦ ἀκολούθου, τὰ δὲ ἐν γένει προλαβὼν κατʼ εἶδος, τὰ μὲν ἐν γένει εἰπὼν ἐν τῷ εἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοιαῦτα ἔχοντας ἀγαθὰ ὥστε ἅπαντας λαβὼν ὑμᾶς ᾤχετο. ταῦτα μὲν ἐν γένει, νῦν τὸ κατʼ εἶδος ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον, εἶτα πάλιν ἐν γένει πάνθʼ ὅσα συμφέρει τῇ πόλει, εἶτα κατʼ εἶδος καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων. καὶ ἐν τῷ κατὰ Μειδίου δὲ ὡς δέον εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου, τὸ μὲν ἀκόλουθον δίκης ἀξιοῖ τυχεῖν, τὸ δὲ ἐναντίον τοῦ ἀκολούθου καὶ μὴ σιωπᾷ.

περιβολῆς δὲ καὶ τὸ μὴ ψιλὰ τὰ νοήματα

εἰσάγειν, τουτέστι τὰ πράγματα, ἀλλὰ προσλαμβάνειν αὐτῶν τὴν γνώμην τῶν τοιούτων ἢ τὴν ποιότητα τῆς γνώμης. οὕτω περιβολὴν εἰργάσατο δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν, εἶτα τὸ γιγνόμενον ὑπʼ αὐτῶν, νυνὶ γάρ φασι δεῖν ἐκεῖνοι Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι. καὶ ἐν τοῖς Φιλιππικοῖς δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι, εἶτα ἐπάγει ὧν ἕνεκα ταῦτα προελήφθη εἰ τὸν τόπον, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς χώρας ᾗ πολεμεῖτε ἐνθυμηθείητε.

περιβολὴν δὲ ποιεῖς καὶ ὅταν πρὶν τὸ εἰσαγόμενον εἰπεῖν, τὸ κατασκευαστικὸν αὐτοῦ προλάβῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην εἰ μὲν ἁπλῶς καὶ χωρὶς περιβολῆς ἔλεγεν, οὕτως ἂν εἶπε, καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος κελευόντων ἀποδοῦναι, τῶν δὲ κοινῇ συνδιαλῦσαι, νῦν δὲ ὅρα πῶς προέλαβε τὰ κατασκευαστικὰ καθʼ ἑκάτερον, καὶ τῶν μὲν οὐκ εὐθὺς εἶπε τοὺς ἐξ ἄστεος, ἀλλὰ διὰ μέσου τοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεος, τῶν δέ, καὶ οὐκ εὐθὺς ἀντέθηκε, κοινῇ διαλῦσαι, ἀλλὰ πάλιν προέλαβε τὸ κατασκευαστικὸν τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι σημεῖον ἀξιούντων κοινῇ διαλύσασθαι τὰ χρήματα.

περιβολῆς καὶ τοῦτο, ὅταν μὴ ψιλὸν τὸ εἰσαγόμενον λέγῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εἰσαγόμενον, τοῦτο μὲν ἐν τοῖς κυρίοις νόμοις ὑπάρχον τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι, ὁ δὲ προὔλαβε τὴν ποιότητα τοῦ εἰσαγομένου τοῦτο μὲν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον, εἶτα ἡ ποιότης προσληφθεῖσα καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ

σαφές, καὶ νῦν τὸ εἰσαγόμενον, τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι. καὶ πάλιν ἐπʼ αὐτῷ ἡ ἐπίκρισις δίκαιον ὦ γῆ καὶ θεοί. καὶ ἄλλως ὅπου ἂν μὴ ψιλὰ τὰ πράγματα εἰσάγῃς, ἀλλὰ προλαμβάνῃς τι αὐτῶν ἢ ἐπάγῃς τι αὐτοῖς, περιβολὴν ἐργάσει.

περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρʼ αὑτοῦ, οἷον Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημα κατεναυμάχησεν, ὁ δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησεν μετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρʼ ἡμῶν οὐδʼ ἡντιναοῦν ἀφορμὴν λαβών, νῦν τὸ γενόμενον ὑπʼ αὐτοῦ κατεναυμάχησε Λακεδαιμονίους.