Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

βαρύτης δὲ γίνεται καθολικῶς κατὰ γνώμην καὶ κατὰ σχῆμα, κατὰ δὲ τὴν ἀπαγγελίαν οὐ πάνυ τι. κατὰ μὲν οὖν γνώμην γίνεται βαρύτης οὕτως, ὅταν ἢ κατηγορεῖν τις προάγηται αὐτὸς ἑαυτοῦ ἢ τῶν οἰκείων τινὸς ἢ φίλων· βαρὺ γὰρ τὸ τοιοῦτον ἂν εἴη ἐξὸν ἐπαινεῖν, ἢ ὅλως τούτων τινὸς ὑπὲρ ὧν λέγει ἢ πρὸς οὓς λέγει, ὡς ὁ Δημοσθένης περιείργασμαι μὲν ἐγώ,

περιείργασται δὲ ἡ πόλις ἡ πεισθεῖσα ἐμοί, ἔστω δὲ πάντα τὰ ἁμαρτήματα καὶ ἀδικήματα ἐμά.

ὅπου δὲ καθʼ ὑπερβολὴν δύνασαι ἀποδεῖξαι μὴ ἀδικοῦντα σεαυτόν, ἐκεῖ δὲ θρασύτητι χρῆσθαι τοιαύτῃ, ὥστε ἀφαιρεῖν σεαυτὸν συγγνώμης ἢ φιλανθρωπίας τῆς παρὰ τῶν δικαστῶν, ὡς ὅταν λέγῃς μηδὲ φωνὴν ἀνάσχησθε, μηδʼ εἰ πάντα τὰ κοινὰ ὑπέρευ πεπολίτευμαι, ἀλλʼ ἀναστάντες καταψηφίσασθε ἤδη· βαρύτης κἀνταῦθα γίνεται. καὶ ἐπὶ φίλου δὲ ὡσαύτως βαρύτης γίνεται, ἐὰν ἀφαιρῇς αὐτὸν ἢ συγγνώμης ἢ φιλανθρωπίας δικαστῶν. βαρύτης γίνεται καὶ ὅταν τι ἄτοπον σεαυτῷ ἐπαράσῃ, οἷον καίτοι τεθνάναι μᾶλλον ἢ ταῦτʼ εἰρηκέναι βούλομαι.

καὶ ὅταν ἄτοπόν τι προτείνῃ τοῖς ἀκούουσιν, ὃ μὴ ἂν ἑκόντες δέξαιντο, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος ἐπεξελθὼν τὰ συμβαίνοντα ἐν ταῖς ἐκκλησίαις, διὰ τὴν ἀπειρίαν τῶν τοιούτων ῥητόρων, σὺν βαρύτητι προέτεινε τὸ ἄτοπον, εἰ μὲν οὖν ὑμεῖς ταῦτα βούλεσθε καὶ μετὰ τῆς ἡμετέρας γνώμης οὗτοι ταῦτα ποιοῦσιν, ὁδῷ βαδίζειν καὶ ἐᾶν δεῖ.

καὶ ὅταν εἰς ἄτοπον ἀπάγῃς τὸν λόγον, βαρύτητα εἴργασαι, ὡς ἐν τῷ πρὸς Καλλικλέα, οὐ γὰρ δὴ ἐκπιεῖν με αὐτὸ Καλλικλῆς ἀναγκάσει, ἢ ὅταν ὁμολογούμενα ἄτοπα τῷ ἀντιδίκῳ συγχωρῇς, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος, εἰ πονηρός ἐστιν Ἀριστογείτων ἁπλῶς καὶ πικρὸς καὶ συκοφάντης, δίδωμι, συγχωρῶ, Φιλόκρατές, σοι τῷ τοιούτῳ τὸν ὅμοιον σώζειν.

καὶ ὅταν πάντα τις διελὼν ἕν τι καταλείπῃ τῷ ἀντιδίκῳ, ὡς ὑπὲρ αὐτοῦ [τοῦ] μηδὲν ἧττον ἢ κατʼ αὐτοῦ, βαρύτης γίνεται, οἷον πλὴν ἔστι νὴ Δία, ἐστὶν

ἀδελφός τις αὐτῷ ὁ τὴν καλὴν δίκην αὐτῷ λαχών. καὶ πάλιν ἀνελὼν διʼ ἃ οὐ δεῖ ἐπάγει πλὴν εἰ τοῦτό τις εἴποι, μανέντες· ἄλλο γὰρ οὐκ ἔστιν εἰπεῖν.

καὶ ὅταν εἰς κρίσιν ἀνάγῃς τεθνηκότων ἐνδόξων, βαρὺ δοκεῖ τὸ τοιοῦτον εἶναι, οἷον καίτοι πηλίκον ἂν στενάξαιεν οἱ πρόγονοι. καὶ πάλιν καίτοι τίνα ποτὲ οἴεσθε τοὺς προγόνους ὑμῶν ὀργὴν ἢ ψῆφον θέσθαι κατὰ τῶν αἰτίων τούτου τοῦ ὀλέθρου;

βαρύτητος δὲ καὶ τὸ ἃ μηδεὶς ἂν εἴποι ὑπολιπεῖν ὡς ῥηθησόμενα, ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησι, Τιμοκράτους νόμος ἐστὶ παρʼ ἡμῖν· ἀναμείνατε οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότʼ ἔξιμεν.

καὶ τὸ συγχωρεῖν δὲ τὰ παρελθόντα ἄτοπα, ὡς τὸ μέχρι οὖν τοῦδε διωρίσθω ὑμῖν, βαρύτης.

βαρύτητος δὲ καὶ τὸ ἀπεύχεσθαι τὰ ἄτοπα, καίτοι μὴ γένοιτο, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ πράγματα ἐν τούτῳ. τεθνάναι δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππῳ.