Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

τὸ δὲ κῶλόν ἐστι σύνθεσις ὀνομάτων δύο καὶ πλειόνων, ὡς τὸ οὐ προφάσεως ἀπορῶ διʼ ἣν Νικίᾳ βοηθῶ. κόμμα δʼ ἐστὶ κώλου μέρος καθʼ αὑτὸ μὲν τιθέμενον, ὡς τὸ γνῶθι σαυτὸν καὶ μηδὲν ἄγαν. μεθʼ ἑτέρων δὲ ὡς τὸ ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ὑμῖν ἀγαθῶν.

περίοδος δὲ ἐκ μὲν ἑνὸς κώλου συνίσταται, ὡς τὸ τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται, αἱ δὲ ἐκ δύο κώλων, ὥσπερ τὸ τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἐστὶν ἔργον ἀνθρώπων, τὸ δὲ τοὺς ἔχοντας ἀφελέσθαι φθονούντων. ἐκ τριῶν δέ, ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις ὡς ἂν οἷός τε ὦ συνερεῖν. ἐκ δὲ πλειόνων, οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι κεχαρισμένον, οὐ μὴν συμφέροντά γε ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν.

σύνθεσις δὲ ἡ μὲν συνεχὴς καὶ λελυμένη ἔργοις· καὶ πάθεσι πρέποι ἄν, ἡ δὲ κατὰ περίοδον τοῖς ἐπιδεικτικοῖς καὶ προοιμίοις καὶ ἐνθυμήμασι.

φράσις δὲ ἀσαφὴς γίνεται, ὅταν λίαν ἀπηρχαιωμένῃ χρῆταί τις καὶ ἀμφιβόλῳ, ὥσπερ τὸ

  1. ὦ Ζεῦ γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ.
ἢ κατʼ ἄλλον τρόπον, οἷον χρόνον ἢ αἰτίαν ἢ τόπον.

πλεονάζει δὲ φράσις, εἰ διπλασιάζεται ὄνομα ἔχουσα χωρὶς χρείας, ὥσπερ ἔλεξα, εἶπον, ἔφρασα. καὶ εἰ ἐπὶ τῶν προειρημένων ἃ εἴπομεν, ταὐτὰ εἴπωμεν καὶ μετὰ ταῦτα.

ματαία ἐστὶ φράσις ἡ ἐν βαρβάροις ὀνόμασι, κεκαινοτομημένοις καὶ παρακεχαραγμένοις· διὸ καὶ ἄκαιρος φαίνεται τὰ ἑτέρων ὀνόματα ἄλλοις ἀκαίρως προσνέμουσα καὶ μὴ τὰ πράγματα φράζουσα.

καὶ μὴν εἰ μὲν ἄλλου του χάριν λόγος εὑρέθη ἢ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δὲ ἐστὶν εὔδηλον ὅτι ἐφʼ ἓν τοῦτο πᾶσα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δήπου θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδʼ ἱκανὸν φαίνεσθαι τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. φιλανθρωπίας δὲ κοινῆς καὶ τῆς πρὸς ἅπαντας εὐνοίας δεῖγμά ἐστιν ὁ λόγος, οὐ πικρίας οὐδὲ μισανθρωπίας.

οὐχ ἓν τὸ κωλῦόν ἐστιν ἀνακαλεῖν ἡμᾶς τὸν στόλον ἐκ τῆς Σικελίας, ἀλλὰ πρῶτον μὲν τὸ μὴ δεῖν μεταβάλλεσθαι καὶ μεταβουλεύεσθαι ῥᾳδίως· δεινὸν γάρ. αὐξήσεις δὲ τοῦτο ἐν τῇ τοῦ προσώπου ποιότητι· ὑμῖν δὲ οὐδʼ ἐπʼ ἴσης αἰσχρὸν οὐδὲ τοῖς ἄλλοις ἅπασι. διὰ τί; ἐπειδὴ πλέον φρονεῖν τῶν ἄλλων πιστεύεσθε. ἑτέρα δὲ πάλιν ἐκ τοῦ πράγματος αὔξησις, ὅτι μηδὲ

ἁπλῶς μηδὲ ἐπὶ ὀλίγου χρόνου περὶ τῶν πραγμάτων τούτων ἐβουλεύσασθε· κἀνταῦθα παραθήσεις τὰ ἐκ τῆς ἱστορίας. πρὸς ταῦτα ἀντίθεσις πρώτη μέν, ἀλλὰ χαλεπὴ λαβεῖν ἡ Σικελία. ταῦτα καὶ πρότερον ἴσμεν λεγόμενα, καὶ ὅσον τὸ μέγεθος καὶ ὅσος αὐτῆς ὁ περίπλους, καὶ ὅμως ἐπέμψαμεν. ἀλλὰ μὴν οὐδὲ χαλεπὸν λαβεῖν· στασιάζουσι γὰρ καὶ πολεμοῦσι πρὸς ἀλλήλους οἱ κατοικοῦντες αὐτήν· τί οὖν χαλεπόν ἐστι λαβεῖν νῆσον διῃρημένην καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις; ἀλλʼ ἐπταίκαμεν. ἀλλʼ οὐ χρὴ ῥᾳδίως οὕτως ὑφίεσθαι τῇ ψυχῇ· καὶ τοῦτο ἐξ ὁμοίου παρὰ τοῖς Συρακοσίοις γεγενημένου κατασκευάσεις, ὅτι κἀκεῖνοι οὐχ ἅπαξ, ἀλλὰ πολλάκις πταίσαντες ἀνέλαβον ἑαυτούς· εἰ δʼ ἐκεῖνοι, καὶ ὑμεῖς. τί οὖν ἐκ τοῦ μεταβάλλεσθαι αὐτοὺς ἄτοπον; πρῶτον μὲν αἰσχύνη, οὐ μόνον τοῦ βεβουλεῦσθαι κακῶς, ἀλλὰ καὶ τοῦ ἀνανδροτέρους δόξαι Συρακοσίων· εἶτα καταφρονεῖν ὑμῶν Συρακοσίους ποιήσετε. ἀλλὰ τὰς σπονδὰς λελύκασι Λακεδαιμόνιοι. ἀλλʼ οὐδὲ τότε ταύταις θαρροῦντες ἐφαινόμεθα. ἀλλὰ τὸ ἐπιτείχισμα καινότερον; τί οὖν; ἐλθόντας αὐτοὺς κρατήσειν Λακεδαιμονίων οἴεσθε; καὶ μὴν εἰ μένουσιν ἔνδον, τάχʼ ἂν ἡμῖν εἴη καὶ πρὸς ἐναντίου· οὐ γὰρ συμφέρει τοῖς πολιορκουμένοις ἐπεισάγειν πολὺν ἀνθρώπων ὄχλον. τίνα ἐκ τοῦ λαβεῖν Σικελίαν αὐτοῖς ἀγαθὰ γενήσεται; ἀλλὰ Γύλιππος συνάγει στράτευμα, καὶ συναθροίζει Σικελίαν; οὐκοῦν τί προσῆκεν ὑμῖν οὐ δείσασιν ἀποδρᾶναι ἀλλʼ ἢ ἕτερον ἐπιπέμπειν στόλον, ὃς οὐχ ἥσσω τὴν ἐπιθυμίαν τοῖς ἡμετέροις πολίταις παρέξει ἢ Γύλιππος Συρακοσίοις· τοῖς μὲν γὰρ ἡμετέροις οὐ τὸ τῆς δυνάμεως μόνον προσέσται, ἀλλὰ καὶ τὸ συνειδέναι πολλάκις αὑτοῖς κεκρατηκόσιν, οἱ δὲ ἐπανορθώσασθαι τὸ πρόσθεν τῷ πλήθει νομίζοντες ἔπειθʼ ἥττους ταῖς
παρασκευαῖς φανέντες, εἰκότως οἶμαι καὶ ταῖς γνώμαις ὑποδεέστεροι γενήσονται. λοιπὴ ζήτησις ἐκ τῶν ἀποβησομένων. τί πλέον ἔσται, κἂν κρατήσωμεν; οὐ γὰρ κατασχεῖν αὐτὴν πόρρωθεν οὖσαν δυνησόμεθα. βουλοίμην δʼ ἂν ὑμῖν ἐν τούτῳ τὰ πράγματα εἶναι, ὡς τό γε κατασχεῖν αὐτὴν καὶ φυλάξαι βέβαιόν ἐστι. βιαίως δʼ ἂν εἴποις καὶ Δημοσθενικῶς ὅτι μηδʼ ἕτερόν τι πρᾶξαι δυνατόν ἐστιν· οὐ γὰρ ἀπανίστασθαι, ἀλλὰ φεύγειν δόξομεν, οὐδὲ μὴ δυνηθέντες ἑλεῖν, ἀλλὰ παθεῖν φοβηθέντες· εἶτʼ οὐκ ἀφέξονται τοῦ διώκειν ἡμᾶς Συρακόσιοι εἰ δὲ τοῦτο γενήσεται, δέδοικα μὴ περὶ τοῦ Πειραιῶς ὁ κίνδυνος ἡμῖν γένηται, καὶ ναῦς πολεμίας εἰς τοὺς ἡμετέρους λιμένας εἰσδεξώμεθα, δέον αὐτοὺς ἑτέροις ἐφορμεῖν. ταῦτʼ ἐστὶ καὶ ἐν τούτοις.

μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος. τὸ μὲν γὰρ ἔργον Μουσῶν διʼ ἀκριβείας διελθεῖν τὴν μῆνιν, ᾗ ἐμήνισεν Ἀχιλλεὺς ἐν Τροίᾳ καὶ τὰ συμβάντα ἀπʼ αὐτῆς· οὔτε γὰρ οὐχὶ φαῦλα οὔτε ὀλίγα, ἀλλὰ τοῦτο δὴ τὸ βαρύτατον τῶν τοῦ πολέμου συνέβη τοῖς Ἀχαιοῖς· πολλοὶ μὲν γὰρ αὐτῶν καὶ ἀγαθοὶ πρὸ ὥρας διεφθάρησαν, πολλοῖς δὲ οὐδὲ ταφῆς ὑπῆρξε τυχεῖν, ἀλλʼ οἱ μὲν κύνες διεχρήσαντο αὐτοὺς κειμένους. Διὸς δὲ ἦν ἄρα τὸ βούλευμα καὶ οὐκ ἀπὸ ταὐτομάτου συνέπεσε τοσαῦτα πράγματα, ἀρξάμενα ἀφʼ οὗ πρῶτον διέστησαν Ἀχιλλεὺς ὁ Πηλέως καὶ Ἀγαμέμνων ὁ Ἀτρέως βασιλεὺς τῶν Ἑλλήνων. τίς δῆτα θεῶν αὐτοὺς συνέβαλε καὶ πόθεν ἄρξασθαι φῶμεν τὴν ἔριν; ἀπὸ Ἀπόλλωνος, ὃν ἐμβαλεῖν τοῖς Ἀχαιοῖς νόσον πρὸς ὀργὴν τοῦ βασιλέως αὐτῶν, αἰτίαν δὲ αὐτοῦ γενέσθαι τήνδε. ἄνδρα ἐλθεῖν πρεσβύτην Χρύσην ὀνόματι εἰς τὸ στρατόπεδον τῶν Ἀχαιῶν,

Ἀπόλλωνος ἱερέα, θυγατέρα αἰχμάλωτον λυσόμενον, οὖσαν παρὰ τῷ Ἀγαμέμνονι, σκῆπτρον δὲ δὴ χρυσοῦν ἔχοντα καὶ περὶ τῷ σκήπτρῳ στέμματα τοῦ θεοῦ, κομίζειν δὲ καὶ ἄποινα οὐκ ὀλίγιστα [τὰ δὲ] εἰς τοὺς Ἀχαιοὺς ἱκετεύειν πάντας μέν, διαφερόντως δὲ τοὺς Ἀτρείδας, συνευχόμενον ἐκείνοις μὲν ἑλεῖν τὴν Τροίαν καὶ σωθῆναι οἴκαδε, αὑτῷ δὲ ὑπάρξαι λύσασθαι τὴν κόρην, πάντως δὲ προσήκειν αὐτοῖς αἰδεσθῆναι τὸν θεόν. ἐνταῦθα οἱ μὲν ἄλλοι πάντες ἐδέξαντό τε τοὺς λόγους καὶ ἀνεθορύβησαν ἀφιέναι τὴν παῖδα τῷ ἱερεῖ, Ἀγαμέμνων δὲ οὔτʼ ἠφίει καὶ προσηπείλει εἰ λήψοιτο αὐτὸν ἢ νῦν ἐνδιατρίβοντα ἢ αὖθις τῶν αὐτῶν ἕνεκα ἥκοντα, ὡς οὐκ ἐπαρκέσουσαν τὴν ἱκετηρίαν αὐτῷ, οὐδὲ ὑπὲρ τῆς παιδὸς γενησομένους ἔτι τοὺς λόγους, ἀλλʼ ὑπὲρ τῆς αὐτοῦ σωτηρίας, τὴν δὲ οὐκ ἀπολύσειν, ἕξειν τε ἐν Ἄργει γυναῖκα, τὰ αὐτοῦ πράττουσαν διὰ βίου, ἀλλʼ εἴ τι δεῖται σωτηρίας, ἀπιέναι ἤδη. ταῦτα ἀκούσας ὁ ἱερεὺς ἔδεισέ τε καὶ παραχρῆμα ἀπῄει σιωπῇ, ὡς δὲ ἀπέσχε τοῦ στρατοπέδου, πάσας ἤδη φωνὰς ἠφίει τὸν Ἀπόλλωνα καλῶν Σμίνθιον, Τενέδιον, Χρύσιον, Καλλίτοξον, πάντα ὀνομάζων, εἴ ποτέ σοι, δέσποτα, ἢ θυσίαν ἔθυσα ἢ νεὼν ἤρεψα εἰς χάριν, τοῦτό μοι νῦν ἀντʼ ἐκείνων γένοιτο, ἐξομόρξασθαι τοὺς Ἀχαιοὺς τὰ δάκρυα ταῦτα τοῖς ἑαυτῶν σώμασι, σὺ δὲ αὐτοῖς ἔλθοις τοξότης. δέχεται τὰς εὐχὰς ὁ θεὸς καὶ αὐτίκα πρὸς τὴν τιμωρίαν ἐστέλλετο.

ἄρνες οἱ ἦσαν εὐτραφεῖς καὶ δασεῖς μαλλοῖς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος. τούτους ἐγὼ λαμβάνων συνέδουν αὐτοὺς ἡσυχῇ κατὰ τρεῖς· ἦσαν γὰρ ἐφʼ ὧν ὁ Κύκλωψ ἐκάθευδεν, ἔμελλε δὲ ὁ μέσος ἄρα ἄνδρα οἴσειν τῶν ἑταίρων, εἷς δὲ ἑκατέρωθε παράσειρος ἦν ἀσφαλείας ἕνεκα. εἰς μὲν οὖν τοὺς ἄλλους ὑπῆρχον οὗτοί μοι, αὐτὸς δὲ ἐπεχείρουν τρόπῳ τοιῷδε· ἦν κριὸς τά

τε ἄλλα ὑπερμεγέθης καὶ ὑπέρδασυς, τούτῳ περιβαλὼν τὼ χεῖρε κατὰ νῶτον, ὑπελειπόμην ἕως ὑπὸ τῇ γαστρὶ κἀγὼ γίγνωμαι· ἔπειτα μεταστραφεὶς εἰχόμην. ἐκείνην οὖν τὴν νύκτα οὕτω ταλαιπωροῦντες ἠνεσχόμεθα.

ἐπειδή σοι τὰς ἰδέας ὑπεδείξαμεν τοῦ πολιτικοῦ λόγου καὶ τὰς ἀρετὰς αὐτοῦ, δεῖ σε ἀκοῦσαι καὶ περὶ τῆς ἰδέας τοῦ ἀφελοῦς λόγου· οὐδὲν γὰρ οὕτως ἐπεσκέφθαι χρὴ ὡς τὰς ποιότητας τοῦ ἀφελοῦς λόγου καὶ τοῦ ἁπλοῦ καὶ τὰς διαφορὰς αὐτοῦ πρὸς τὸν πολιτικὸν λόγον καὶ ἀγωνιστικόν, ὅπερ οὐ ῥᾴδιον μέν ἐστιν διὰ τὸ εἶναι ἓν γένος παντὸς λόγου καὶ μίαν φύσιν, ὅμως γε μήν εἰσί τινες παραλλαγαὶ καὶ ἰδέαι, αἳ διαφέρουσιν ἀλλήλων.

πᾶς δὲ λόγος ἐστὶ δῆλον ὅτι ἐν ἐπινοήμασι καὶ ἐν ἀπαγγελίᾳ, ἥτις ἐστὶν ἐν λέξει, ἐν σχήματι, ἐν ῥυθμῷ. ἔστιν οὖν ῥητέον τίνα ἐστὶ τὰ διακρίσεις ποιοῦντα ἀπὸ τῶν πολιτικῶν τοῖς ἀφελέσι λόγοις· οὐ γὰρ τὰ αὐτά ἐστιν ἐννοήματα τῶν τε ἀφελῶν καὶ τῶν πολιτικῶν. εἰ γὰρ ἐννόημα τὸ αὐτό, ἀλλὰ λέξις οὐχ ἡ αὐτή, ἢ εἰ καὶ λέξις ἡ αὐτή, ἀλλʼ οὐχ ὁ ῥυθμὸς ὁ αὐτός, ἢ εἰ καὶ ῥυθμὸς ὁ αὐτός, ἀλλʼ οὐ τὸ σχῆμα τὸ αὐτό.

εἰδέναι οὖν δεῖ πρῶτον, ὡς ἐν κεφαλαίῳ μάλιστα παραστήσαιμεν, ὅτι αἱ διαφοραὶ τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ εἰσὶν ἀπὸ τῶν ἐννοημάτων πρῶτον λαμβανόμεναι. ἔστι γὰρ τὰ μὲν πολιτικὰ νοήματα

τραχύτερα, ἐνδοξότερα καὶ ἀπὸ ἐνδοξοτέρων λαμβανόμενα, καὶ δριμύτερα, τήν τε δριμύτητα ἐργαζόμενα ἐκ τοῦ σπανιώτερά τε εἶναι καὶ ἔνδοξα, τὰ δὲ ἀφελῆ νοήματα ἁπλᾶ, ἐπίκοινα, ἄδοξα, καὶ ταῦτα ἀπὸ ἀδόξων τῶν ἐπιχειρημάτων λαμβανόμενα. περὶ μὲν οὖν τῶν νοημάτων, ὡς ἂν ἀπὸ πολλῶν ὀλίγα εἴποι τις, ταῦτά ἐστιν.

ἡ δὲ ἑξῆς διαφορὰ περὶ τὴν μεταχείρισίν ἐστιν· ὥσπερ γὰρ ἐν τῷ πολιτικῷ λόγῳ ἐστί τις μεταχείρισις, οὕτω καὶ ἐν τῷ ἀφελεῖ λόγῳ. ἡ δὲ διαφορὰ τῶν μεταχειρίσεων αὕτη ἐστίν, ἐν μὲν τῷ πολιτικῷ λόγῳ δεῖ φανερὰς εἶναι· οὕτω γὰρ πολιτικῶς προάγοιτο ὁ λόγος, εἰ παρακολουθοῖεν οἱ ἀκούοντες τοῖς ζητήμασιν, ἐν δὲ τῷ ἀφελεῖ οὐ τοῦτό ἐστιν, ἀλλὰ κεκρυμμέναι ἐνίοτε εἰσὶν αἱ ζητήσεις, καὶ οὐδὲ οἶδέ τις τί βούλεται λέγειν ὁ λέγων διὰ τὸ μηδεμιᾷ ἐπιβολῇ ἐοικέναι τὸν λόγον.

τὰ δὲ σχήματα ἐν μὲν τῷ πολιτικῷ λόγῳ τραχέα ἐστί, σφοδρά, ἐλεγκτικά, βίαια, ἐν δὲ τῷ ἀφελεῖ ἀνειμένα, ἁπλᾶ, μηδένα ἔλεγχον μηδὲ ἐξέτασίν τινα ἐμφαίνοντα, ἀλλὰ κοινότερα καὶ ἀναπεπτωκότα· οὕτω γὰρ ἐκεῖνα ποιεῖ σύντονον τὸν λόγον καὶ πολιτικόν, ταῦτα δὲ ἀφελῆ, ὡς ἂν ἰδιωτικὰ καὶ ὁμιλητικὰ ὄντα.

οὐ μὴν οὐδὲ ἡ λέξις ἡ αὐτὴ αὐτοῖς, ἀλλʼ ἔνι τις καὶ ἐν τῇ λέξει διαφορά· ἐν μὲν γὰρ τῷ πολιτικῷ λόγῳ ποτὲ μὲν ἀπήρτισται τὸ νόημα, ποτὲ δὲ δεῖ ἄλλῳ νοήματι ἐπιβάλλειν· δεῖ γὰρ μετὰ πάσης ἀσφαλείας καὶ τόνου προάγεσθαι τὸν λόγον. ἐν δὲ τῷ ἀφελεῖ οὐκ ἔτι, ἀλλὰ δοκεῖ ἡ λέξις ὡς ἂν τύχῃ προάγεσθαι [ἀλλʼ] ὑπτίαν ἐμφαίνουσα καὶ μηδεμίαν ἐπιτήδευσιν τῆς λέξεως. ἔτι ἐν μὲν τῷ πολιτικῷ λόγῳ ὅ τι ἂν βούληταί τις σημαίνειν, ὑπὸ τῆς λέξεως τοῦτο αὐτὸ καὶ ἐμφαίνεσθαι μόνον δεῖ, ἐν δὲ τῷ ἀφελεῖ ἡ μία λέξις καὶ ἓν καὶ δύο καὶ

τρία σημαίνει ἐνίοτε. κάλλη δὲ ἐν λέξει ἡ παράθεσις τῶν λέξεων ποιεῖ, οἷον ἱπποφορβὸς ἵππων, συοφορβὸς συῶν.

καὶ περὶ τοὺς ῥυθμοὺς ὁμοίως λέγομεν διαφοράν τινα εἶναι τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ, καὶ ὅλως ἡ διαφορὰ τῆς ἀφελείας πρὸς τὸν πολιτικὸν λόγον, ὅτι τῆς μὲν ἀφελείας ἐστὶ τὸ ἁπλῶς προχωρεῖν τὸν λόγον καὶ ἕλκεσθαι ἀεὶ τὴν ἀκοὴν κατὰ τὸ ὅμοιον καὶ μηδαμοῦ ἐγκοπὰς εἶναι τοῦ λόγου μηδὲ ἐνίστασθαί που πρὸς τὴν ἀκοήν· ὅπου δὲ προϊόντος τοῦ λόγου ὑποστροφὴ γέγονε καὶ ὥσπερ τι πρὸς τὴν ἀκοὴν ἀντέστη ἐκ τῆς ἐγκοπῆς τῆς κατὰ τὴν ὑποστροφήν, ἐνταῦθα ἀγωνιστικὸν τὸ σχῆμα καὶ λόγος ἤδη τῷ ῥυθμῷ πολιτικώτερος γέγονεν· ἐπιστρέφει γὰρ ἀεὶ τὸν ἀκροατὴν τὰ τοιαῦτα καὶ οὐκ ἐᾷ ἁπλῶς ἐπακολουθεῖν, ὅπερ ἐργάζεται ἡ ἀφέλεια.

ὡς ἐν τῷ Συμποσίῳ Ξενοφῶν, ἤδη γάρ σοι καὶ τὰ παραδείγματα αὐτῶν ἐκθήσομαι, ἵνα σαφέστερά σοι καὶ τὰ τῆς ἀφελείας θεωρήματα γένηται. αἵ γε μὴν γυναῖκες, ἄλλως τε ἢν καὶ νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ Κριτοβούλου, μύρου μὲν οὐ προσδέονται. καὶ ἡ ὑποστροφή, αὐταὶ γὰρ τούτου ὄζουσι. τοῦτο μὲν οὖν οὕτω δεῖ προσδέξασθαι, οἷον αὗται παρὰ ἀνδρὸς μύρου οὐ προσδέονται, παρʼ ἑαυτῶν γὰρ ἔχουσι νύμφαι γε οὖσαι. τηρῆσαί γε ἄξιόν ἐστι τὸ τῆς ὑποστροφῆς· τῆς μὲν γὰρ ἀφελείας ἦν προελθεῖν μέχρι τοῦ μύρου μὲν οὐ προσδέονται, τὸ δὲ τῆς αἰτιολογίας παρατεθὲν κατὰ τὴν ὑποστροφὴν τοῦτο γοργὸν σφόδρα ἐποίησε τὸν λόγον αὐταὶ γὰρ τούτου ὄζουσι, καὶ κινδυνεύει καὶ πολιτικὸς γεγονέναι τῷ ῥυθμῷ ὁ λόγος.