Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

σύνθεσίς ἐστιν ἡ μὲν συνεχὴς ἡ διὰ πλειόνων ἑξῆς εἰρομένη, ὡς τὸ νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα χαλεπόν, ἡ δὲ λελυμένη, τότε μὲν κεχυμένη, ὥσπερ τὸ ἔστω, γινέσθω ταῦτα, οὐδὲν ἀντιλέγω, ἡ δὲ κατὰ περίοδον, ἥτις ἐστὶν σύνταξις κώλων καὶ κομμάτων εἰς διάνοιαν ἀπηρτισμένη φράσις, ὥσπερ τὸ καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν.

τὸ δὲ κῶλόν ἐστι σύνθεσις ὀνομάτων δύο καὶ πλειόνων, ὡς τὸ οὐ προφάσεως ἀπορῶ διʼ ἣν Νικίᾳ βοηθῶ. κόμμα δʼ ἐστὶ κώλου μέρος καθʼ αὑτὸ μὲν τιθέμενον, ὡς τὸ γνῶθι σαυτὸν καὶ μηδὲν ἄγαν. μεθʼ ἑτέρων δὲ ὡς τὸ ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ὑμῖν ἀγαθῶν.

περίοδος δὲ ἐκ μὲν ἑνὸς κώλου συνίσταται, ὡς τὸ τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται, αἱ δὲ ἐκ δύο κώλων, ὥσπερ τὸ τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἐστὶν ἔργον ἀνθρώπων, τὸ δὲ τοὺς ἔχοντας ἀφελέσθαι φθονούντων. ἐκ τριῶν δέ, ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις ὡς ἂν οἷός τε ὦ συνερεῖν. ἐκ δὲ πλειόνων, οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι κεχαρισμένον, οὐ μὴν συμφέροντά γε ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν.

σύνθεσις δὲ ἡ μὲν συνεχὴς καὶ λελυμένη ἔργοις· καὶ πάθεσι πρέποι ἄν, ἡ δὲ κατὰ περίοδον τοῖς ἐπιδεικτικοῖς καὶ προοιμίοις καὶ ἐνθυμήμασι.

φράσις δὲ ἀσαφὴς γίνεται, ὅταν λίαν ἀπηρχαιωμένῃ χρῆταί τις καὶ ἀμφιβόλῳ, ὥσπερ τὸ

  1. ὦ Ζεῦ γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ.
ἢ κατʼ ἄλλον τρόπον, οἷον χρόνον ἢ αἰτίαν ἢ τόπον.

πλεονάζει δὲ φράσις, εἰ διπλασιάζεται ὄνομα ἔχουσα χωρὶς χρείας, ὥσπερ ἔλεξα, εἶπον, ἔφρασα. καὶ εἰ ἐπὶ τῶν προειρημένων ἃ εἴπομεν, ταὐτὰ εἴπωμεν καὶ μετὰ ταῦτα.

ματαία ἐστὶ φράσις ἡ ἐν βαρβάροις ὀνόμασι, κεκαινοτομημένοις καὶ παρακεχαραγμένοις· διὸ καὶ ἄκαιρος φαίνεται τὰ ἑτέρων ὀνόματα ἄλλοις ἀκαίρως προσνέμουσα καὶ μὴ τὰ πράγματα φράζουσα.

καὶ μὴν εἰ μὲν ἄλλου του χάριν λόγος εὑρέθη ἢ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δὲ ἐστὶν εὔδηλον ὅτι ἐφʼ ἓν τοῦτο πᾶσα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δήπου θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδʼ ἱκανὸν φαίνεσθαι τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. φιλανθρωπίας δὲ κοινῆς καὶ τῆς πρὸς ἅπαντας εὐνοίας δεῖγμά ἐστιν ὁ λόγος, οὐ πικρίας οὐδὲ μισανθρωπίας.