Orationes 53

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

διαφερόντων ἑκάστῳ, τοὺς δὲ δημοτελεῖς τινας εἶναι συμβαίνειν, μόνον δὲ τοῦτον ἡμῖν κοινότατον καὶ λυσιτελέστατον καὶ διαρκῆ καὶ βεβαίαν καὶ διὰ πάντων ἥκουσαν τὴν ὠφέλειαν ὡς μάλιστα παρεχόμενον· στρατεύεσθαι γοῦν καὶ τριηραρχεῖν καὶ πρεσβείας τὸ μὲν πέμπειν, τὸ δὲ δέχεσθαι, καὶ προσέτι συμμάχοις χρῆσθαι, σπένδεσθαι πολεμίοις,

ἀμύνεσθαι πολεμίους, τῶν οἰκείων ἀντιποιεῖσθαι καὶ σώζειν, καὶ νὴ Δία γε ταὐτὰ φρονεῖν πρὸς ἀλλήλους καὶ πάντας ἓν εἶναι τὴν γνώμην, καὶ συλλήβδην εἰπεῖν ὧν δεῖ πόλει τοσῇδε καὶ τοσούτων ἐθνῶν καὶ νήσων ἐπιστατούσῃ, πάντα ταῦθʼ ἑτοίμως καὶ μετὰ πολλοῦ τοῦ περιόντος καὶ βουλεύεσθαι καὶ ποιεῖν, ἐξ ἄρʼ ἡμῖν τούτου τοῦ νόμου μετὰ τὴν τῆς Ἀθηνᾶς ῥοπὴν κάλλισθʼ ὑπάρξει· καὶ τοῦθʼ ὡς ἂν οἷός τε ὦ πειράσομαι δεῖξαι καὶ πᾶσι ποιῆσαι καταφανὲς, ἵνα ἀκριβῶς εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γνῶτε ὅσον τῷ νόμῳ τοῦ βελτίστου περίεστι καὶ ὡς, εἴπερ τις ἀνθρώπων, Λεπτίνης δημοτικὸς καὶ περὶ τὴν πόλιν χρηστός.

πᾶσα τοίνυν πολιτεία καὶ δυναστεία καὶ ὅλως οἱ τῶν ἀνθρώπων καθʼ ἕνα οὐκ εἴ τι πράξουσι μόνον σκοποῦσιν, ἀλλʼ εἰ συμφέρον τοῦτʼ αὐτοῖς ἔσται, καὶ διὰ πάντων ὡς εἰπεῖν πρὸς αὐτῶν. βούλονται μὲν γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλα βούλονται καὶ τοῦ δικαίου τυγχάνειν ἐν τούτοις καὶ μηδὲν ἐλλείπειν τούτου τοῦ μέρους, ὡς μόνην ταύτην οὖσαν πρᾶξιν ἀρίστην· ἂν δʼ ἄρʼ ἀμφότερα μὴ ἐξῇ, καὶ δίκαια πράττειν καὶ συμφέροντα αὑτοῖς, οἱ δʼ αἱροῦνται συμφέροντα μᾶλλον ἢ δίκαια πράττειν. μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πράττειν οἴονται δεῖν, ὅταν ἃ μέλλουσι πράττειν ἢ μὴ συμφέρονθʼ αὑτοῖς αἴσθωνται ταῦτʼ εἶναι ἢ κατὰ σφῶν αὐτῶν. τὸ μὲν γὰρ μανία σαφὴς, ἑκόντα τινὰ καθʼ αὑτοῦ πράττειν αἱρεῖσθαι· τὸ δʼ ὡς ἀληθῶς κουφότητος καὶ ἀνοίας καὶ τῆς περὶ τὸν Μαργίτην, ὡς εἰπεῖν, συμμορίας, εἰκῆ πονεῖν καὶ πράττειν διὰ κενῆς καὶ εἰς οὐδὲν δέον. Λεπτίνης τοίνυν οὐ μόνον δίκαιον, ἀλλὰ καὶ συμφέροντα καὶ προσέτʼ

αἴτιον τῇ πόλει δόξης εἰσήνεγκε νόμον, τῶν μὲν ἐξ ἀρχῆς καὶ πάλαι κειμένων οὐδὲν ἐλάττω, εἰ μὴ καὶ μείζω, ὅσον οὑκεῖνοι παρεῖσαν οὗτος ἐξεῦρε καὶ διωρθώσατο· ἄξιον δὲ οὐ παρὰ τοῖς τῆς Ἀθηνᾶς τροφίμοις μόνοις ἡμῖν, ἀλλὰ

καὶ πᾶσιν ὡς εἰπεῖν ἀνθρώποις εὐδοκιμεῖν· δίκαιον μὲν ἀνθʼ ὧν κοινῇ πάντας λειτουργεῖν ἀναγκάζει, ὅπερ ἐστὶ δημοκρατουμένων ὡς ἀληθῶς καὶ τὴν ἰσότητα διὰ πάντων τιμώντων, ἀλλὰ μὴ διʼ ἀτελείας τὴν ἀναγκαίαν καὶ δημοτελῆ ταύτην εἰσφορὰν παραιτεῖσθαι, ὥσπερ δεδιότας μὴ δόξωμεν εὖ ποιεῖν τὴν ἡμῶν αὐτῶν. καίτοι πῶς οὐκ ἄτοπον καὶ τοῦ δικαίως ἔχοντος πόρρω τῶν μὲν παρʼ αὐτῆς ἀγαθῶν ἐξ ἴσης ἡμᾶς ἀπολαύειν ἔχειν, ἡμᾶς δʼ οὐκ ἐξ ἴσου τὰ πρὸς αὐτὴν διακεῖσθαι, ἀλλὰ τοὺς μὲν λειτουργεῖν, τοὺς δὲ μή; καὶ παραπλησίους ἀλλήλοις ὄντας τῇ πρὸς ταύτην εὐνοίᾳ, ἐνταῦθα μόνον τὴν ἰσότητα φεύγειν; καὶ πολέμου μὲν ἐπιόντος πάντας ὑπὲρ αὐτῆς κινδυνεύειν αἱρεῖσθαι καὶ τῆς αὐτῆς ἔχεσθαι προθυμίας, ἐν δὲ τοῖς ἐλάττοσι τῶν πραγμάτων καὶ κίνδυνον μὲν οὐδʼ ὁντινοῦν οὐδὲ πόνον, ὠφέλειαν δʼ ὅτι πλείστην τῇ πόλει καὶ ἡμῖν προξενοῦσιν, ἔπειτα πολίτας ὡς εἰπεῖν ἐξ ἡμισείας ὁρᾶσθαι; συμφέροντα δὲ μὴ μόνον τῷ συστάσεις ἀτεχνῶς πολιτειῶν τὰς λειτουργίας εἶναι καὶ θαυμαστὰς καὶ μεγίστας πρὸς ἐπίδοσιν ἀφορμὰς, ἀλλὰ καὶ ὅτι μηδενὸς μὲν ἀτελοῦς ὄντος, ὡς ἔφην, πάντες λειτουργήσουσιν, ἐὰν δὲ ἀτελείας μετέχωσι τινὲς, οὐδὲ εἷς. εἰ τοίνυν ᾧ μὲν χείρω τὰ τῆς πόλεως εἶναι συμβαίνει καὶ πρὸς φθορὰν αὐτῇ μᾶλλον ἢ δόξαν ἑτέροις, τοῦτο τοῦ μηδενὸς ἄξιον χρῆσθαι, ὃ δὲ μείζω ταύτην ἐπιφανῶς καὶ βελτίω ποιεῖ καὶ τοῖς ἅπασιν εὐθενοῦσαν, τοῦτʼ ἀνάγκη πᾶσα περὶ πάνυ τοι πολλοῦ πεποιῆσθαι, εἴ γʼ ἡμῶν αὐτῶν λόγος ἡμῖν· οὔτʼ ἀτελεῖς τινας εἶναι τὸ παράπαν προσῆκεν, ὡς οὐ μικρὰν ταύτην οὖσαν τοῖς πράγμασι βλάβην, ὅ τε νόμος οὕτω

διὰ πάντων ἡμῖν συμφορώτατος ὢν, ὡς ἐξ Ἀπόλλωνος ἥκων, δίκαιος ἂν εἴη μετὰ παντὸς νοῦ συγκεχωρηκότος κύριος εἶναι καὶ τοῖς πᾶσι κρατεῖν.

χωρὶς δὲ τούτων ἐκ μὲν ἀτελείας οὐδʼ ὁτιοῦν ἔνεστι κέρδος τῇ πόλει, πλὴν τοῦ χάριν ἔχειν ἐντεῦθεν ἀποδιδόναι· ἀλλʼ οἱ ταύτην εἰληφότες τρυφῶσιν, αἱ δὲ λειτουργίαι αὐτῇ τε ταύτῃ τὰ μέγιστα πάντων λυσιτελοῦσιν, ἐξ ὧν αὔξεται συγκροτοῦσαι, τοῖς τε δρῶσιν αὐτοῖς ἰδίαν

παρέχουσι δόξαν τὴν ὑπὲρ τῆς ἐνεγκούσης σπουδήν. καὶ μὴν εὐεργέτας μὲν ἔστι καὶ ἄλλως ἀμείβεσθαι, πόλιν δὲ δίχα λειτουργιῶν σωζομένην οὐδʼ ἐν τοῖς μύθοις ἐγνώκειν. ἀλλὰ κἂν ἥρως οἰκήτορας ἴσχῃ, κἂν τὴν ἀγαθὴν τύχην συναιρομένην, οὐδὲν αὐτῇ πλέον ἔσται μὴ ταυτησὶ τῆς ξυμμαχίας ἐνούσης. εἰ γὰρ μήτε δημαγωγεῖν δεῖ μήτε στρατεύεσθαι μήτε τριηραρχεῖν μήτε μηδὲν τῶν πάντων ποιεῖν ἃ λειτουργιῶν μέν ἐστιν εἴδη, συστάσεις δʼ ὡς ἀληθῶς τῶν πόλεων, οὐδὲν ἀλλʼ ἢ σώματι δόξομεν ἐοικέναι χειρῶν τε καὶ ποδῶν καὶ προσέτʼ αἰσθήσεων ἀποροῦντι. ὃ γὰρ πάντα ταῦτʼ ἔστʼ ἐκείνῳ, τοῦτο τῇ πόλει τὸ διʼ ὧν ἔφην ὑπηρετεῖσθαι. οὐ μὴν ἀλλʼ εἰ καὶ μηδʼ εἱστισοῦν μὲν τὸ παράπαν ἐλείπεθʼ ἕτερος ἀποδόσεως τρόπος, ἀλλʼ εἰς ἀτέλειαν πάντʼ ἦγε, καὶ τοῦτʼ ἦν μόνον γέρας τοῖς εὖ πάσχειν ἀξίοις ὧν ἕνεχʼ ὑπὲρ ἡμῶν προτεθύμηνται, βεβλάφθαι δʼ ἂν οὐ μικρῶς ἐντεῦθεν ἡ πόλις ἐδόκει, οὐδʼ οὕτως ἄν μοι δοκοῦμεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τοιαῦτʼ ἀνασχέσθαι, οὐδὲ διὰ τὴν πρὸς τὸν δεῖνα ἢ τὸν δεῖνα χάριν αἴτιοι ζημίας καθεστάναι τῇ πόλει, ἀλλὰ τῶν ὑπὲρ αὐτῆς δικαίων καὶ τοῦ κοινῇ λυσιτελοῦντος πάντα θέμενοι λόγον τὸ κατʼ αὐτοὺς τούτους εἰκότως ἐᾶσαι, ἱκανὴν ἔχοντας χάριν τὸ πόλεως τοιαύτης εὐεργέτας φανῆναι· ἐπεὶ καὶ οὕτω τιμᾶσθαι μᾶλλον περίεστʼ αὐτοῖς, τῷ δοκεῖν μὴ τὴν ἀρετὴν ὥσπερ ὤνιον πεποιῆσθαι, μηδʼ ὁτουοῦν ἑτέρου, ἀλλὰ μεγαλοψυχίας ἕνεκα τῆς αὑτῶν καὶ τῆς πρὸς

τὴν πόλιν εὐνοίας ταῦτʼ ἐνδεδεῖχθαι, καθάπερ ἐπὶ τοῦ Μηδικοῦ πολέμου Θεμιστοκλεῖ τῷ Νεοκλέους ὑπῆρξε καὶ Παυσανίᾳ τῷ Κλεομβρότου, καὶ ἔτι πρὸ τούτων τῷ γʼ Εὐφορίωνος Κυναιγείρῳ καὶ Καλλιμάχῳ τῷ Πολεμάρχου· οὗτοι γὰρ πάντες οὔτε πρὶν ἧφθαι τῆς μάχης πρὸς ἀριστείων μέγεθος ἀφεορακότες ἐθάρρησαν τὸν ἀγῶνα οὔτʼ, ἐπεὶ μηκέτʼ εἶναι κινδυνεύουσαν διεσώσαντο τὴν Ἑλλάδα, ἔτυχον ὧνπερ εἰκὸς, ἀλλʼ ἀποχρῶσάν σφισιν αὐτοῖς ᾤοντο

δόξαν τό τε μείζω στεφάνων εἰργάσθαι τό τε διʼ αὑτῶν τὴν Ἑλλάδα σεσῶσθαι.

οὐ μὴν ἀλλʼ εἰ καὶ δοίημεν εἶναί τι παρʼ ἀτελείᾳ συμφέρον, ὡς ἔγωγʼ οὐκ οἶμαι, ἀλλὰ πρῶτον μὲν οὐχ ὅσον ἐκ λειτουργίας, οὐδʼ ὥστε καὶ παραβεβλῆσθαι, οὐδʼ ἐγγύς. ἔπειτα τὸ μὲν εἰς πᾶσαν ἥκει τὴν πόλιν, τὸ δʼ εἰς ὀλίγους δή τινας. καὶ τὸ μὲν ἥκιστʼ ἂν λυμήναιτο παροφθὲν, ἐκ δὲ τῶν μὴ λειτουργούντων τὰ μέγιστʼ ἂν αἱ πόλεις βλαφθεῖεν. καὶ νὴ Δία γε τὸ μὲν ταυταισὶ ξυνυπέστη· ἅμα γὰρ πόλις, ἅμα καὶ λειτουργεῖν· μᾶλλον δὲ ἢν ἀκριβῶς ἐξετάσῃς, εὑρήσεις καὶ τὸ τὰς πόλεις ἐξ ἀρχῆς γεγενῆσθαι λειτουργίαν ἄντικρυς οὖσαν καὶ οἷόν τινα κοινὴν τῶν ἀνθρώπων ἐπὶ συστάσει τῆς οἰκουμένης δήπουθεν εἰσφοράν· ἀτέλεια δέ τισιν ὕστερον κατὰ τὸ τῆς γνώμης ἐπινενόηται δόξαν, ὥσπερ τι φιλοτιμίας φάρμακον. ὅσον δὴ καὶ μέγιστον καὶ ἀναγκαιότατον τοῦτο καὶ τοῖς ἅπασιν ὑπεραῖρον, τοσοῦτον δεῖ καὶ ἡμᾶς παντὸς μᾶλλον προστίθεσθαι καὶ σεμνύνειν. καὶ μὴν εἰ τῶν πραγμάτων ἐκεῖνα πλείονος ἄξια καὶ τούτοις ἐπαίνων διαφερόντως προσῆκεν ὧν ἡγεμόνες θεοὶ, οὐκ ἂν φθάνοιμεν εὖ ἴσθι τὸ λειτουργεῖν ὅτου τις ἂν εἴποι μεῖζον τιθέντες. μὴ γὰρ οὖν οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ τὰ ἄλλα καὶ τοῦθʼ ἡμῖν ἐξευρῆσθαι μηδʼ ἐντεῦθεν τὴν ἀρχὴν ἐσχηκέναι, ἀλλʼ εἴπερ τι παρʼ ἀνθρώποις διοπετὲς, καὶ τοῦτʼ ἐκεῖθεν ἀφῖχθαι·

εἴπερ οἱ τῶν ὅλων κύριοι θεοί τε καὶ δαίμονες οὐ μόνον οἷς τὸ πᾶν ἐξ ἀρχῆς ὑπεστήσαντο, μεγάλην καὶ θαυμαστήν τινα ταύτην εἰσήνεγκάν τε καὶ προὔφηναν λειτουργίαν τῷ βίῳ, ἀλλὰ καὶ νῦν οὐχ ἥκιστα τοῦτο δρῶσιν οἷς ἡμῶν τοσοῦτον αὐτοῖς ἑκάστοτε μέλει καὶ οὕτω κηδομένως ἔχουσιν ὡς μηδὲν τῶν εἰς ἡμετέραν σύστασιν καὶ σωτηρίαν ἡκόντων μηδὲ καθʼ ὅντινα δήποτε τρόπον ἐλλείπειν, ἀλλʼ ἀπὸ πολλοῦ τοῦ μείζονος ἢ ὥστε καὶ προσδοκᾶν ἐξεῖναι τὰ παρʼ ἑαυτῶν χορηγεῖν, διʼ ἀλλήλων ἄμφω

δεικνύντες, διὰ μὲν τῆς ἀκαμάτου καὶ συνεχοῦς ταύτης προνοίας τὸ δημιουργοὶ γεγενῆσθαι, διὰ δʼ αὖ τοῦ γενέσθαι δημιουργοὶ τὸ καὶ πρὸς ἀνάγκην ἔχειν ἡμῶν ὅσαι ὧραι φροντίζειν, ἵνα μὴ δίχα τῆς τούτων προνοίας εἰς τὸ μηδὲν ἥκωμεν, καθάπερ τι σκάφος κυβερνητῶν ἀποροῦν.

καίτοι ὅταν ἐξ ἀτελείας, ὦ Δημόσθενες, τὰ τῶν λειτουργιῶν κατὰ μικρὸν ὑπορρέῃ καὶ τούτων αὐτὸς ᾖς σπουδαστὴς, πῶς οὐκ ἀτεχνῶς τοῖς θεοῖς πολεμεῖς, ἁκεῖνοι καλῶς ἔθεσαν, ταῦτʼ αὐτὸς οἷς ποιεῖς διαφθείρων καὶ τήν γε χάριν αὐτῶν τὸ κατὰ σαυτὸν ἀνατρέπων; εἰ τοίνυν τοῖς τὸ νόμισμα διαφθείρουσι κατὰ τὸν σὸν λόγον θάνατος ἡ ζημία, τίνος ποτʼ ἄρʼ αὐτὸς δίκαιος ἂν ἡμῖν εἴης τιμᾶσθαι διʼ ὧν ἀτελείας ἀντέχει, τά τε τῶν θεῶν ἀτιμάζων τήν τε πόλιν ἅπασαν διαφθείρων; ναὶ, φησὶν, ὑπὲρ γὰρ ὑμῶν καὶ τῶν ὑμετέρων αὐτοῖς προσηκόντων διαναστῆναι, καὶ ὧν ἑκάστοτʼ ἀπολαύοντες διαγίγνεσθε· οὐδὲ γὰρ οὐδʼ ἂν εἷς ἔτʼ ἀξιώσαι τοῦ νόμου κρατοῦντος μεγαλοψυχία πρὸς τὴν πόλιν ἐν τῷ τῶν πραγμάτων ἀπαιτοῦντι. κεχρῆσθαι καὶ φιλοτιμήσασθαι τὰ εἰκότα, ἀλλὰ τῆς ἀτελείας ἀναιρουμένης συναναιρήσεται πάντως καὶ τὸ ὑπὲρ αὐτῆς ἐθέλειν ὁντινοῦν προθυμεῖσθαι· τὸ δʼ οὐ μόνον κέρδους ἡμᾶς, ἀλλὰ καὶ δόξης ἀποστερεῖ, ὧν χάριν πάντα καὶ ποιεῖν καὶ λέγειν οἴεσθε δεῖν· εἰ τοίνυν μέλει

τούτων ἡμῖν, καὶ ἀτελείας ἐξ ἀνάγκης μελήσει. ὅτι μὲν οὖν, ὦ Δημόσθενες, οὐδένες τῶν πάντων, ὡς σὺ φῂς, ἵνʼ ἀτελεῖς ὦσι, φιλοτιμίας ἅπτεσθαί μοι δοκοῦσιν, ἀλλὰ δόξης ἕνεχʼ αὑτῶν καὶ τοῦ πρὸς τὴν πόλιν ζήλου καὶ φίλτρου, δῆλον ἔκ τε τῶν μετὰ τὸ πάνυ τοι πεφιλοτιμῆσθαι οὐδὲν οὐδʼ ὁτιοῦν τὸ παράπαν λαβεῖν βουληθέντων, ἀλλʼ αὐτὸ τοῦτο μόνον ἀποχρῆν ἡγουμένων, ὅτι περ οὕτως αὐτοῖς τὰ πρὸς τὴν πόλιν ὑπῆρξεν· ἔκ τε τῶν ἄλλου δή τινος, ὄντων μυρίων οἷς τοὺς ὑπὲρ αὑτῆς ἡ πόλις

δωρεῖται, ἀλλʼ οὐκ ἀτελείας ἠξιωμένων. ὅτι δʼ εἰ καὶ τοῦτʼ ἦν, προτετιμῆσθαι ἔδει τὸ τῇ πόλει ξυμφέρον, καὶ τούτου μάρτυς αὐτὸς, παντὸς ὁτουοῦν τὸ συμφέρον ἀεὶ προτιθεὶς καὶ τούτῳ τὰ πρεσβεῖα διδούς· ἐπεὶ καὶ Κερκυραίους, ἐκσπόνδους ὄντας, συμμάχους εἱλόμεθʼ ἡμῖν αὐτοῖς, συμφέρειν κρίναντες, ἐπειδήπερ ἴσχυον.

ἴσως τοίνυν κἀκεῖνο Δημοσθένης ἤ τις ἄλλος ἐρεῖ, ὡς εἰ μέν ἐστι λυσιτελὲς καὶ μάλιστα πολιτείᾳ προσῆκον ἑνὶ μηδενὶ τῶν πάντων ἀτελείας μετεῖναι, τί μὴ μετὰ τῶν ἄλλων καὶ τοῦτο τοῖς παλαιοῖς ὥρισται νόμοις, τὸ κοινῇ συμφέρον σκοποῦσιν; νῦν δʼ οἷς πολλὰ καὶ καλὰ διεξιόντες τοῦτʼ οὐκ ἠξίωσαν λόγου, φαίνονται τοῦθʼ ὡς ἀλυσιτελὲς παρεικότες· εἰ τοίνυν ἃ κελεύουσιν οὗτοι, ταῦτα δεῖ περὶ πλείστου ποιεῖσθαι, καὶ ὧν μνησθέντες οὐκ ἔγνωσαν οὐδʼ ἡμᾶς μεμνῆσθαι προσήκει, ἵνα μὴ νόμους τιμῶντες νόμους ἀτιμάζειν δόξωμεν. ἀλλʼ ὦ τᾶν, πρῶτον μὲν οὐ πάνθʼ ἁπλῶς ἃ δεῖ τοῖς νόμοις ἐντέτακται, οὐδὲ διὰ πάντων χωροῦσιν, ὡς μηδὲν ἔξω τῆς τούτων διαγνώμης ἑστάναι, ἀλλʼ ἔσθʼ ἃ καὶ τούτους ἐκφεύγει· ἐξεῖναι γοῦν αὐτῶν ἀφελεῖν καὶ προσθεῖναι, ἐάν τι μὴ καλῶς ἔχον ᾖ, ἐν αὐτοῖς τούτοις εἴρηται· τὸ δʼ ἔστι σφόδρα

διατεινομένων μὴ διὰ πάντων ἀφῖχθαι. ἔπειτα, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅτι μηδʼ εἱστισοῦν τοῦτʼ ἔφη τῶν νόμων σκοπεῖσθαι δεῖ, ἀλλʼ εἰ καὶ κάλλιστα καὶ δικαιότατα ἔχει, καὶ ταύτῃ τὰς ψήφους τίθεσθαι. οὕτω δʼ ἀεὶ καὶ κάλλιστα ἔχει αὐτό τε ἑαυτοῦ καὶ τῶν ἄλλων, ἔκ τε ὧν αὐτὸς ἔφην ἔκ τε ὧν ὁ πολὺς καὶ παντοδαπὸς ἔδειξε χρόνος, ὥστε δέδοικα μὴ καὶ τῶν νόμων αὐτῶν τιμιώτερον δόξῃ αὐτῷ τε τούτῳ καὶ τῷ πρεσβύτερον εἶναι καὶ πρὶν ἢ νόμους γενέσθαι τοῦτʼ ἐν ἀνθρώποις ἐνεῖναι. ἔτι τοίνυν οὐ πᾶν ὃ τούτοις παρεῖται, τοῦτʼ ἤδη καὶ φαῦλον εὐθὺς, οὐδὲ παρὰ τοῦτο τῶν ἀπειρημένων κεχρῆσθαι, ἀλλʼ ὃ λυμαίνεσθαι τοῖς πράγμασι πέφυκεν ἀτεχνῶς καὶ προσεγκαλοῦντας ἅπαντας ἴσχει, ὥσπερ αὖ τοὐναντίον πολλοῦ

τινος ἄξιον· ὅθεν ἡμῖν περίεστι κέρδος, ἐάν τε φάσκωσι τοῦθʼ οἱ νόμοι ἐάν τε καὶ μή.

εἰ δὲ ταῦθʼ οὕτω καὶ τὸ συνοῖσον πανταχῆ δεῖ ζητεῖν, περίεργον ἂν εἴη, ὅταν περὶ ὁτουοῦν ἐξέτασις ᾖ, παρέντας ὅπως τοῦτʼ ἔχει ζητεῖν, ἔπειτα νόμων μεμνῆσθαι. ὡς ἔστι γε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ νόμων ἐνίους ἀλυσιτελεῖς δή τινας εὑρηκέναι, νόμων δὲ ἄλλως σώζοντας τάξιν, καὶ πράγματα ἄττα νόμων μὲν ἐκτὸς ὄντα, νόμων δὲ οὐδὲν ἧττον πρὸς τὴν ἀγαθὴν ἡμῖν συμπράττοντα τύχην, καὶ δεῖ περὶ βελτίονος ταῦθʼ αἱρεῖσθαι τῶν μὴ συμφερόντων νομίμων. ἐπεὶ καὶ τὸ γεωργεῖν καὶ φυτηκομεῖν καὶ τέχναις κεχρῆσθαι οὐχ ὅτι μὴ τὴν ἀρχὴν ἐξεῦρον οἱ νόμοι, διὰ τοῦτο καὶ ἡμᾶς τούτων ἀπέχεσθαι δεῖ, ἀλλʼ ὅτι μόνα ταῦτα τὸν τῶν ἀνθρώπων συνίστησι βίον καὶ τῶν καθʼ ἡμᾶς πραγμάτων ἔχει τὰς ἀφορμὰς, καὶ τούτων χωρὶς περιεῖναι καὶ ζῆν ὅλως οὐχ οἷόν τε. διὰ τοῦτο καὶ προσέχειν τούτοις παντὸς μᾶλλον ᾠόμεθα χρῆναι καὶ μηδʼ ὁντινοῦν ἀφίστασθαι τρόπον, εἴ γε σώζεσθαι μέλον ἡμῖν καὶ μὴ φανερῶς θανατῶμεν. τί οὖν εἰ καὶ τὸ λειτουργεῖν οὐκ ἐγγέγραπται νόμοις, καθάπερ ἐκεῖνα, καὶ προσέτι τὸ

τρέφεσθαι καὶ καθεύδειν καὶ ὅσα κοινότατα καὶ τῷ τῆς φύσεως ἐνέχεται νόμῳ; οὐ μὴν ἀλλʼ εἴ τις, ὦ ἄνδρες Ἀθηναῖοι, ἀκριβῶς ἐξετάσει καὶ πάντας ὡς ἀληθῶς εὑρήσει τοὺς νόμους οὕτω περὶ τὸ λειτουργεῖν ἔχοντας, ὡς μὴ ὅτι τοὺς ἄλλους ἐξ ὧν ἑκάστοτε παραινοῦσι καὶ τῆς πολιτείας ὅπως ἄριστα ἔχει ποιοῦνται λόγον μετὰ πολλοῦ τοῦ περιόντος ἐνταῦθα παρακαλεῖν, ἀλλὰ καὶ τούτους αὐτοὺς τῷ ταῦτα ποιεῖν εἰς λειτουργοῦντας, ὡς ἄν τις φήσαι, τελεῖν.

καὶ τί δεῖ νόμους λέγειν, ὅταν καὶ Δημοσθένης αὐτὸς, ὁ διʼ ὧν ἀτελείας φροντίζει τὸ λειτουργεῖν πολεμῶν, φαίνηται μάλιστα πάντων τουτὶ βεβαιῶν, νῦν μὲν δημηγορῶν καὶ γράφων καὶ συμβουλεύων, νῦν δὲ προσβεύων καὶ χορηγῶν καὶ διὰ πάντων τουτωνὶ λειτουργῶν,

καὶ οὔτε πώποτʼ αὐτὸς ἀτέλειαν αἰτησάμενος οὔτε ταύτης πέρι λόγον ποιησάμενος ὁντινοῦν, πλὴν ἐν τῷ παρόντι διὰ τὸν ἑαυτοῦ καὶ Χαβρίου παῖδα Κτήσιππον τουτονί. ἄνευ δὲ τούτων εἰ κατʼ αὐτοῦ τοῦτʼ ἰσχυρὸν ἔχειν νομίζεις, ὅτι μὴ τοῖς νόμοις ἐγγέγραπται, λανθάνεις οὐδὲν ἧττον καὶ τά γε σὰ παιδικὰ ταύταις ὑποβάλλων ταῖς ψήφοις. καὶ τί τούτου μᾶλλον ἐντεῦθεν ἢ τῆς σῆς ἀτελείας κατηγορεῖς; οὐ γὰρ ἡ μὲν κατὰ νόμους, τὸ δʼ οὒ, ἀλλʼ ἐξ ἴσης καὶ ἄμφω τῶν νόμων ἀποστατεῖ· καὶ οὐδὲν παρὰ τοῦτʼ οἶμαι βελτίω ταῦτʼ εἶναι καὶ χείρω καὶ αὐτὰ καθʼ αὑτὰ καὶ πρὸς ἄλληλα· ἐπεὶ ἄλλως γε τοσοῦτον ἀτελείας μεῖζον τὸ λειτουργεῖν ὡς μηδὲ παραβάλλειν ἐξεῖναι. τὸ μὲν γὰρ καὶ δίκαιον καὶ συμφέρον ὅτι μάλιστα πόλει καὶ τῆς καλλίστης καὶ γιγνομένης αἰτιώτατον τύχης, καὶ προσέτʼ ἐξ ἀρχῆς καὶ παρὰ πάντα δή που τὸν χρόνον κεκρατηκός· ἀτέλεια δὲ μὴ μόνον χθὲς καὶ πρώην εὑρέθη, ἀλλὰ καὶ τοιοῦτόν ἐστʼ οὐδὲν τὸ παράπαν τά γε πρὸς πόλιν πλὴν αὐτὸ τοῦτο μόνον, ὡς ἔφην, εἰς ὄνησιν μὲν τοῖς χρωμένοις, τῇ πόλει δὲ πᾶν τοὐναντίον, ὥστʼ εἶναι πᾶσιν ἐντεῦθεν εἰκότως περὶ αὐτῶν ἀποφαίνεσθαι, τὴν μὲν οὕτως

ἔχουσαν, εἰ δὴ τοῖς νόμοις ἐνῆν, διαγεγράφθαι χρῆναι καθάπαξ τῶν νόμων· τὸ δʼ ὅτι τοιοῦτον, ἐξ ἀντιστρόφου πᾶσιν ἐγγεγράφθαι τοῖς νόμοις καὶ πλείστων ὅσων ἠξιῶσθαι τῶν ψηφισμάτων, μᾶλλον δὲ νόμον αὐτὸ γεγενῆσθαι. ὃ πάλαι προσῆκον νῦν ὁ βέλτιστος οὑτοσὶ Λεπτίνης, τοῦτο μὲν ὑπὸ θεῶν κινηθεὶς, τοῦτο δὲ καὶ τούτοις εἴξας τοῖς λογισμοῖς, ἅθʼ ὑπὲρ πάντας φιλόπολις ὢν, ὥσπερ ὄφλημά τι κοινὸν ἀποδεδώκει τῇ πόλει, γράψας μηδένα τῶν πάντων ἀτελείας μετέχειν, κἂν εἰ πολλάκις εὐεργετῶν εἴη τὴν πόλιν· οὐ μόνον ἵνα καὶ τῆς ἐκ τούτων προσαπολαύοι συντελείας ἡ πόλις καὶ τὸ λειτουργεῖν ἐξ ὁλοκλήρου γίγνοιτʼ αὐτῇ, ἀλλʼ ὅτι καὶ δέος οὐ μικρὸν ἐντεῦθεν ὑφώρμει μὴ προϊόντος ἄρα τοῦ χρόνου καὶ τῆς ἀτελείας οὕτω διὰ πάντων χωρούσης ἐκλίπῃ καθάπαξ τὸ λειτουργεῖν. καὶ τί πλέον τηνικαῦτʼ ἔσται τῇ πόλει, περὶ τὰ μείζω βλαφθείσῃ καὶ ὧν ἄνευ οὐχ οἷόν τε σεσῶσθαι; ψυχὴ γὰρ πόλει τὸ

λειτουργεῖν· καὶ ὡς οὐ περιεῖναι καὶ ζῆν πέφυκε· σῶμα ψυχῆς μὴ παρούσης, ὣς δὲ καὶ πόλις μοι δοκεῖ λειτουργιῶν ἀποροῦσα· εἰκότως· εἰ γὰρ χρειῶν οὐδένες ἀνθρώπων ἐλεύθεροι, πλὴν θεῶν, αὗται δὲ τὰς λειτουργίας ἀναγκαίας ὡς οὐκ οἶδʼ εἴ τι ποιοῦσι, τηνικαῦθʼ ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, λειτουργιῶν οὐ δεήσει, ἡνίκα μηδὲ χρειῶν· εἰ δὲ χρειῶν ποτʼ οὐχ οἷόν τε, πῶς οἷόν τε λειτουργιῶν συνιδεῖν οὐκ ἔχω· ὧν διὰ τὰς Δημοσθένους ἀτελείας ἡ πόλις ἐκπεσεῖν κινδυνεύει.

ἀλλʼ ἔδει, φησὶν, ἀναμεμενηκότα τὸ μέλλον καὶ τὴν τοῦ λειτουργεῖν ἀπορίαν τηνικαῦτα εἰσάγειν τὸν νόμον. νῦν δʼ οἷς πρὶν ἢ τοῦτο γενέσθαι νομοθετεῖ, ἔοικεν οὐκ ἐν καιρῷ προὔχεσθαι ταῦτα. τί οὖν κωλύει καὶ ἡμᾶς, ὦ Δημόσθενες, τοῖς αὐτοῖς πρὸς σὲ τούτοις ἐξ ἀντιστρόφου χρήσασθαι λόγοις, καὶ δικαιότερόν γε ἢ σύ; ὡς ἔδει καὶ σέ γʼ αὐτὸν ἀναμεμενηκότα τὸ μέλλον, εἴ γε καὶ τοῦθʼ ὅλως ἐπὶ τῶν αὐτόθεν μάλιστα δήλων λέγειν ἐχρῆν,

τηνικαῦτʼ ἐπιχειρεῖν ἀντιλέγειν τῷ νόμῳ· νῦν δʼ οἷς αὐτὸν πρὶν ἢ τοῦτο γενέσθαι διώκεις ἔοικας οὐκ ἐν καιρῷ τὴν γραφὴν πεποιῆσθαι. εἶτα θαυμάζειν ἔπεισί μοι, πῶς οἴει, ὅτι σοι ταῦτʼ ἔπεισι λέγειν, οὐ μόνον ὅτι τοῖς οἰκείοις πτεροῖς καὶ λόγοις ἁλίσκει, ὃ δεινότατόν ἐστι πάντων καὶ συμφορὰ τοῖς χρωμένοις, καὶ προσέτʼ αὐτὸς διαφερόντως κακίζεις, τὸ μετὰ τὰ πράγματα λέγω τῷ βουλεύεσθαι χρῆσθαι, τούτου νῦν ἡμᾶς ὡς δὴ χρηστοῦ τινος ἔχεσθαι πείθων, ἀλλʼ ὅτι καὶ, δεινὸν εἶναι φάσκων, λανθάνεις σαυτὸν ἃ μὴ ἔξεστι φάσκων. οὔτε γὰρ οὐδεὶς, οἶμαι, τῶν πάντων φρενῶν κύριος ὢν, ἐξὸν, ὅπως μὴ πείσεται κακῶς, εὖ βεβουλεῦσθαι, ὁ δʼ ὅπως πείσεται κακῶς πρόσθεν ἐάσας, ἔπειθʼ ὑπὲρ ἀπαλλαγῆς ἕλοιτʼ ἂν βεβουλεῦσθαι, ὅτʼ οὐδὲ τοῦτʼ ἴσως ἐξέσται· οὔθʼ ἡμεῖς, τὴν κάκιστʼ ἀπολουμένην ἀτέλειαν νῦν ἔχοντες ἐκποδὼν πεποιῆσθαι, εἶτα διὰ τοὺς σοὺς λόγους ἀναμενοῦμεν τὸ μέλλον, ὥσπερ ὅ τί ποτʼ ἐστὶν ἀγνοοῦντες καὶ διὰ τοῦτο τῆς ἐκεῖθεν δεόμενοι πείρας. ἄνευ γὰρ τοῦ τῆς ἐσχάτης παραπληξίας

τοῦτʼ ἄντικρυς εἶναι, περὶ ὧν μάλιστα ἴσμεν, ταῦτʼ ἀφέντας ἃ οὐκ ἴσμεν διώκειν, οὐδὲ τοὺς λόγους καθʼ οὓς ἔδει ταῦθʼ αἱρεῖσθαι γιγνώσκειν ἔχω. εἰ μὲν οὖν ὡς μηδὲν μηδέπω περὶ ἀτελείας σαφὲς εἰδότας παραπέμπεις τῷ χρόνῳ καὶ ταῖς ἔπειτα ψήφοις, ἔοικας ἀγνοεῖν ὅτου χάριν τοὺς κατʼ αὐτῆς ἤδη κεκινήκαμεν λόγους· εἰ δʼ ἐπισταμένους, ὡς ἀληθῶς οὐδὲν ἄλλο μοι δοκεῖς συμβουλεύειν ἢ ἡμῶν αὐτῶν μετὰ τὸ καθάπαξ ἐφθάρθαι πεποιῆσθαι φροντίδα. ἀλλʼ οὔτε σύ γʼ αὐτὸς, εὖ ἴσθι, ἄν σέ τις ἀνέλῃ, ἔπειτʼ εἰς Ἄρειον πάγον οἷός τʼ ἂν εἴης τουτονὶ προκαλεῖσθαι· οὐ μᾶλλόν γε ἢ οἱ μηκέτʼ ὄντες τοὺς ἔτʼ ὄντας ἀδικίας εἰσάγειν· τῆς τʼ ἀτελείας, ὡς ἔφην, ἀνατετραφυίας τὴν πόλιν οὐδὲν πλέον ἔσται πρὸς τὸ τὴν μὲν ἐξελεῖν βεβουλῆσθαι, ἡμᾶς δʼ αὐτοὺς ἀνασώσασθαι, ἀλλὰ μεθʼ ἡμῶν ἀνάγκη, καὶ ταύτην ἐφθάρθαι, καθάπερ τινὰ

νόσον συνοιχομένην σώματι· ὥστʼ οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ὁ περὶ τοῦ μέλλοντος λόγος. διὸ καὶ τὸ νῦν ἀπολέσομεν κἀκεῖνο οὐχ ἕξομεν. οὐδὲ γὰρ οἷόν τε, ὡς αὐτὸς λέγεις, ἂν τὰ παρόντα τις ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς ἃ δεῖ· ἀλλʼ ἕως ἂν σώζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τε ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντʼ ἄνδρα ἐφεξῆς πρόθυμον εἶναι, καὶ ὅπως μηδεὶς μήθʼ ἑκὼν μήτʼ ἄκων ἀνατρέψει τοῦτο σκοπεῖσθαι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή· εἰκότως. φαρμάκων γοῦν καὶ ποτῶν καὶ σιτίων, πρὶν μὲν ἡμῖν πεπονηρεῦσθαι τὸ σῶμα, μετέχειν οἰόμεθα δεῖν εἰς τὸ μηκέτʼ ἂν ἐνταῦθʼ ἐμπεσεῖν, ἂν δʼ ἄρα πρότερον ἡ νόσος ἐπίῃ, οἱ δὲ πῶς οἴει καὶ τύχην καὶ ἡμᾶς αὐτοὺς δυσχεραίνομεν; καίτοι ὅταν, ὦ Δημόσθενες, σωμάτων καὶ νεῶν καὶ τοιούτων δή τινων ὅπως ἀεὶ κάλλιστα ἔχῃ τοσοῦτον ποιώμεθα λόγον, ἦ πού γε πόλεως τοσαύτης καὶ τηλικαύτης καὶ οὕτω διὰ πάντων κρατίστης, ὡς καὶ θεοὺς, ἵνα μηδὲν πλέον εἴπω, περὶ αὐτῆς ταύτης πρὸς ἀλλήλους ἐρίσαι, οὐδʼ ἔστιν εἰπεῖν ὅσον ὀφείλομεν.

ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ἦν καὶ ἀτελείας ἀντιποιεῖσθαι καὶ μηδὲν εἰς τὸ λειτουργεῖν βεβλάφθαι τὴν πόλιν, μανία σαφὴς ἂν ἦν ταῦτα κωλύειν αἱρεῖσθαι, ἃ μήτε τῷ κοινῷ λυμαίνεται καὶ τοῖς μετασχοῦσιν ἔνεστι κέρδος. ὅτε δʼ ἀνάγκη διὰ τὰς ἐν μέρει χάριτας κοινὴν ἡμᾶς ὑποστῆναι ζημίαν, πότερον βέλτιον καὶ λυσιτελέστερον πάντων ὁμοῦ ἢ λόγον ὀλίγων δή τινων σχεῖν; ἄνευ δὲ τούτων ἀτελειῶν μὲν ἐκποδὼν γενομένων οὐδʼ ἡτισοῦν ἔσται ταῖς πόλεσι βλάβη, ἀλλὰ καὶ κέρδος οὔ τοι μικρὸν τὸ πλείους ἂν ἐντεῦθεν τὰς λειτουργίας γενέσθαι, ἐξ ὧν αἱ πόλεις συνίστανται· εἰ δʼ αἱ λειτουργίαι

τοῦτʼ αὐτὸ πείσονται, οἰχήσονται μὲν αἱ πόλεις, οἰχήσεται δὲ καὶ τὰ τῶν πόλεων ἆθλα. οὐ γὰρ μόνον ἐξ ἀτελειῶν οὐδὲν αὐταῖς ἔπειθʼ ὑπάρξει, ἀλλὰ καὶ τὸ τάχιστʼ ἐφθάρθαι μᾶλλον αὐταῖς προσυπάρξει, εἴπερ ἐκ μὲν λειτουργιῶν ταῖς πόλεσι σωτηρία, ἐν δὲ τῷ ταύτας εὖ ἔχειν καὶ τὸ ταῦτʼ ἔχειν διδόναι προσέσται. εἶτα τούτων οὕτως ἐχόντων καὶ τοσαύτης ἑκατέρων οὔσης διαφορᾶς, ὡς τὸ μὲν πλείστην ὄνησιν ἔχειν, τὸ δὲ πᾶν τοὐναντίον, ἔπειθʼ ἡμεῖς Δημοσθένει πεισθέντες ἢ οὐκ οἶδʼ ὅτῳ καὶ φῶ, οὐχ ὃ πρὸς ἡμῶν ἐστιν ἀτεχνῶς, ἀλλʼ ὃ καθʼ ἡμῶν αἱρησόμεθα; καὶ ὃν ἐξ ἀρχῆς ὑπὲρ τῆς ἡμετέρας αὐτῶν ἀσφαλείας τε καὶ προνοίας ἔδει νόμον τεθεῖσθαι, καὶ νῦν αὐτῷ τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτῳ χαίρειν εἰπόντες τὴν ἐπὶ καθαιρέσει τῆς πολιτείας ἀτέλειαν ὡς πάνυ λυσιτελὲς νομιοῦμεν; διʼ ἧς οὐδʼ αὐτὴν ταύτην, ὡς ἔφην, ἔτʼ ἔχειν τοῖς βουλομένοις ἐξέσται, ἀλλὰ πρὸς σφίσιν αὐτοῖς καὶ τήνδε προσαπολοῦσιν καὶ τίσιν οὐκ ἂν δόξαιμεν κακοδαιμονᾶν, εἰ τὸ συμφέρον ἡμῖν παντὸς μᾶλλον εἰδότες,

ἡμεῖς δʼ ἐξεπίτηδες δρῶμεν ἃ παντὸς ἡμᾶς μᾶλλον ἐκτρίψει;

ὅλως δὲ εἴ τις ἔροιθʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πότερον τοῖς μὲν ἔχουσι μείζονος καὶ περιφανεστέρας καθέστηκε δόξης, τῇ δὲ πόλει μηδʼ ὁτουοῦν δυσχεροῦς, πότερον ἀτέλεια καὶ τὸ μὴ λειτουργεῖν ἔτʼ ἔχειν, ἢ τὸ τυγχάνειν εἰκόνων καὶ μεθʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος τὸν ἀεὶ πρεσβεύεσθαι χρόνον, εὖ οἶδʼ ὅτι τοῦτʼ ἂν φήσαιτʼ· εἰκότως. τί γὰρ δὴ βλάβος τῇ πόλει, ἐὰν οὐχ ὁ δεῖνα ἢ ὁ δεῖνα λέγω, ἀλλʼ ὁμοῦ πάντες Ἀθηναῖοι, ἢ, εἰ βούλει, πάντες ὡς εἰπεῖν ἄνθρωποι εἰκόνων ἢ στεφάνων μετάσχωσι παρʼ αὐτῇ; μᾶλλον μὲν οὖν καὶ δύο τὰ πάντων κάλλιστʼ ἐντεῦθεν προσγίγνεται, οὐ μόνον ἔπαινός τε καὶ δόξα τοῖς τε ταυτὶ τιμωμένοις τῇ τε τιμώσῃ πόλει, ἀλλὰ καὶ θαυμαστή τις ἐπὶ τὰ ἴσα παράκλησις ἔσται. ὅτε τοίνυν καὶ ἄλλως ἔνι τῇ πόλει καὶ μεγαλοψυχίᾳ πρὸς οὓς ἔδει

κεχρῆσθαι, καὶ μηδὲν αὐτὴν μηδενὶ τὸ παράπαν βεβλάφθαι τίς ἀτελείας ἀνάγκη καὶ τοῦ τοῖς ἡμετέροις αὐτῶν ἐντεῦθεν λυμαίνεσθαι; ὥστε καὶ ἃ Δημοσθένης λαμπρῶς ἄγαν ὑπὲρ ἀτελείας προΐσχεται, τῶν ἀτοπωτάτων εἶναι φάσκων καὶ τῆς εἰς ἅπαντʼ ἀνάξιον μεγαλοψυχίας ἡμῶν, ἐὰν ἃ δεδώκαμεν ἀφελώμεθα, ταῦτʼ εἰς κενὸν αὐτῷ καθειστήκει τοῦτον τὸν τρόπον. οὐ γὰρ μόνον τοὺς εὖ παθόντας ἀφαιρησόμεθα τοῦθʼ, ὡς αὐτὸς οἴεται, οὐδʼ ἧς παρʼ ἡμῶν ἀπέλαυσαν δόξης, ταύτης ἐκπεσοῦνται διὰ τὸν νόμον, ἀλλὰ καὶ καλλίω καὶ περιφανεστέραν ταύτην νῦν κομιοῦνται, ἀντʼ ἀτελείας θαυμαστῶν τινων ἐπιγραμμάτων καὶ εἰκόνων τυχόντες, καὶ κατὰ παντὸς εἰσέπειθʼ ἑστήξοντες δημοσίᾳ τοῦ χρόνου· ὡς καὶ τοῖς ἐπιγιγνομένοις σαφῶς μανθάνειν ἐξεῖναι ὁπόσον τι τούτοις ἡ πόλις τῆς εἰς αὐτὴν ἕνεκʼ εὐνοίας ἐχρῆτο· ὃ τίνος ἀτελείας οὐ μεῖζον; εἴπερ ἡ μὲν οὐ διηνεκὴς οὐδὲ διὰ πάντων ἥκουσα τῷ γιγνώσκεσθαι, τὸ δʼ ἀθάνατον ὡς εἰπεῖν καὶ οὐδένα τῶν πάντων οἷόν τε

λανθάνειν, οὐ μᾶλλόν γε ἢ τὴν πόλιν ὁντινοῦν ἔστι λανθάνειν. οὐκοῦν καὶ Ἐπικέρδης καὶ Λεύκων καὶ ὅστις ἕτερος, εἰ ὅτʼ αὐτοὺς ἡ πόλις ἐτίμα, δυοῖν αἵρεσις ἦν, ἢ ἀτελείας ἢ ἀνδριάντων μετέχειν, οὐκ ἄν μοι δοκοῦσι μηδʼ ὅσον περὶ ἀτελείας ἀκοῦσαι δεδέχθαι, ἐξὸν πολλῷ τινι μείζονι τετιμῆσθαι καὶ ὃ τοὺς μετασχόντας παραπλησίους εἶναι δοκεῖν ποιεῖ τοῖς θεοῖς· τοὺς τοίνυν τότʼ ἂν οὕτω διατεθέντας καὶ ὅλῳ θυμῷ πρὸς ταῦτʼ ἐσχηκότας εὖ οἶδα καὶ νῦν μὴ μόνον τῆς προσούσης ἀτελείας περὶ πλείονος ἂν πεποιῆσθαι τὴν ἐν ταῖς εἰκόσιν ἐπιτιμίαν, καὶ αὐτοὺς καὶ τούς γʼ αὐτῶν παῖδας, ἐάν γε μὴ περιῶσιν, ἀλλὰ καὶ τοσοῦτον ἡσθῆναι ὡς καὶ πλείστην χάριν ὁμολογῆσαι δή που τῇ πόλει τοῦ τε ταυτὶ διανενοῆσθαι τοῦ τʼ ἐψηφίσθαι συμφέροντα μὲν ἑαυτῇ, συμφέροντα δὲ καὶ σφίσιν αὐτοῖς.