Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οὔτε κρημνός ἐστιν οὐδεὶς ἐκεῖ οὔτε θάλαττα προσηχεῖ, ἀλλʼ ἐν πεδίῳ πολλῷ καὶ κεχυμένῳ, οὗπερ ὁ Μενδήσιος ἅπας νομὸς οἰκεῖται, καὶ ἡ πόλις αὐτῶν, ἣν ὀνομάζουσι Θμοῦιν· ὥστε μηδʼ ὀφθαλμῷ καταλαβεῖν εἶναι μήτʼ ἀπʼ ἄκρων ἐπὶ θάτερα μήτʼ ἐκ μέσου, μηδʼ ἑτέρωσε. ὁ δʼ ἄρα Κιθαιρῶνος καὶ Ἑλικῶνος πλέως ὢν καὶ Φικίου ἄκρου πρὸς τὰ παρʼ αὑτῷ καὶ συνήθη κἀκεῖνα τεκμαιρόμενος μάλα ἐλευθέρως εἶπεν οὔτʼ ἰδὼν οὔτʼ ἀκούσας σαφῶς, ποιήσας δὲ πρὸς τὸ δόξαν αὑτῷ κατὰ τὴν ἀρχαίαν τε καὶ ἐκ πατέρων τοῖς ποιηταῖς ὑπάρχουσαν περὶ ταῦτα ἐξουσίαν. καὶ τί δὴ θαυμαστὸν, εἰ περὶ ὧν μηδʼ αὐτοὶ οἱ ἐπιχώριοι καὶ ταῦτα ὄντες Αἰγύπτιοι γιγνώσκουσι, περὶ τούτων οἱ τοσοῦτον ἀπέχοντες ποιηταὶ μηδὲν ἰσχυρὸν ἔχουσι λέγειν; ἀλλὰ γὰρ κινδυνεύει παντελῶς, ὅπερ καὶ μικρῷ πρόσθεν εἶπον, ἴδιον τὸ τοῦ Νείλου πρᾶγμα καὶ τελέως ἀποκεχωρηκὸς εἶναι τῶν ἄλλων ποταμῶν. τί γὰρ δή ποτʼ, εἰ βούλει, μόνος ποταμῶν αὔρας οὐκ ἀφίησι; καίτοι εἴ γε ἀπὸ χιόνος ἢ ὑετῶν ᾔρετο, οὐκ ἂν μόνος ποταμῶν αὔρας οὐ παρείχετο, ἀλλὰ

καὶ πλείστας ἂν καὶ μεγίστας, ὅσῳ καὶ μέγιστός ἐστιν. ὅπου γὰρ καὶ γῆ ψιλὴ βρεχθεῖσα ἀφίησιν αὔρας, τί τόν γε δὴ Νεῖλον πάσχειν ἂν φήσομεν, εἴπερ ἐξ ὄμβρων τοσοῦτος ἀνήρχετο, ἢ νὴ Δίʼ ἐκ χιόνος τακείσης, ὡς ὁ τῶν ἑτέρων λόγος; τί δʼ ἂν εἴποις τὴν περὶ τὴν ἀνάβασιν αὐτοῦ τάξιν καὶ μουσικήν; τὸ ἐν Συήνῃ μὲν καὶ Ἐλεφαντίνῃ ὀκτὼ καὶ εἴκοσιν αἴρεσθαι πήχεις, περὶ δʼ αὖ τὸ Ἰνδικὸν καὶ Ἀράβιον ἐμπόριον τὴν Κόπτον ἕνα καὶ εἴκοσι, καὶ πάλιν τούτων ἀφαιρεῖν ἑπτὰ καὶ τέτταρας καὶ δέκα ἄγειν τοὺς κατὰ Μέμφιν γνωρίμους καὶ πρὸς οὓς Ἕλληνες ἤδη λογίζονται, κάτω δʼ ἐν τοῖς ἕλεσιν εἰς ἑπτὰ καταβαίνειν, εἶτα δύʼ ἤκουον. ἆρά γε Ἴστρος ἢ Φᾶσις ἢ Στρυμὼν ταῦτα σοφίζεται, ἀλλʼ οὐ τοῦ Νείλου μόνου ταῦτʼ ἐστὶ σοφίσματα; χῶν μὲν οὐ τῇ φύσει τῆς χώρας ** ποῖος δʼ ὧν ἴσμεν ποταμὸς χρόνου κρεῖττον ὕδωρ παρέχεται σὺν τοσούτῳ ῥεύματι; οὔτε γὰρ αὐτόθι σήπεται φυλάττοντι οὔτʼ

εἰς τὴν ὑπερορίαν ἐκκομισθέν. ἀλλʼ αἱ ὁλκάδες αἱ εἰς Ἰταλίαν ἀπʼ Αἰγύπτου πλέουσαι, ἐπειδὰν ἀναπλεύσωσιν ἐκεῖθεν, σῶν ἔχουσι τὸ λοιπὸν οὗ παρεσκευάσαντο, καὶ φθάνει τὸ δεύτερον ὃ ἂν προσαρύσωνται, οἷα ἐν μήκει πλοῦ προδιαφθαρὲν, ἢ τὸ ἀρχαῖον καὶ συναναχθέν. καὶ μόνοι δὴ ὧν ἴσμεν Αἰγύπτιοι κεράμια ὕδατος ὥσπερ ἄλλοι οἴνου πιμπλᾶσι, καὶ ἔχουσι τριῶν καὶ τεττάρων ἐτῶν ἔνδον καὶ ἔτι πλειόνων, καὶ τῷ χρόνῳ σεμνύνουσιν, ὥσπερ ἡμεῖς τὸν οἶνον. ἢ καὶ τούτου φήσει τις αἴτιον εἶναι ὅτι ἐξ ὄμβρων αὔξεται; καὶ τί δή ποτε οὐ πᾶσι ποταμοῖς τὸ αὐτὸ

συμβέβηκε; πάντες γὰρ ὕονται. καὶ οὐκ εἰκάσαι γε ἡμᾶς ὅτι ὕονται δεῖ, ἀλλὰ πάρεσμεν αὐτοὶ τοῖς ὄμβροις καὶ προσοικοῦμεν ὡς ἔπος εἰπεῖν τὰς ὄχθας. καὶ ἔνιοί γε αὐτῶν ἐπʼ ἐλαχίστῳ τῷ ἀρχαίῳ τὸ ἐκ τῶν ὄμβρων προσλαβόντες καὶ αὐξηθέντες ὅμως οὐδʼ ἐκ τοῦ νικῆσαι παρέχονται τὴν αὐτὴν χρείαν. ὁ δὲ καὶ τοῦ θέρους αὔξεται, τοῦ δὲ χειμῶνος ἔσθʼ αὑτοῦ καὶ τότʼ ἐστὶ βέλτιστος. γλυκύτητι τοίνυν πόσον οἴει νικᾶν τοῦτο τὸ ὕδωρ; ὅσον οὐδʼ ἂν εἴποις. καίτοι τούτου τί τὸ αἴτιον; ἐκείνου δʼ αὖ τί τις ἂν φαίη, ὅτι κινδυνεύει τρόπον τινὰ ἀεὶ τὸ ἀποσχιζόμενον αὐτοῦ ῥεῦμα ἴσον εἶναι τῷ κυρίῳ καὶ παντί; τί δʼ οὐ τῶν ἐκείνου θαῦμα; ἢ πῶς οὐκ ἐκ παραδόξων ἅπας συνείλεκται; ᾧ γε ἐπικουρεῖ μὲν ὕδωρ οὐδὲν, ἀλλὰ καὶ πέτραι ῥήγνυνται τῇ ξηρότητι καὶ τὰ ὄρη μονονοὺ φλόγα ἀφίησιν, ὁ δʼ ἐν μέσῳ τῶν ἀποριῶν τούτων ῥέων πάσας μὲν λίμνας, πάντας δὲ κόλπους καθείργει πλήθει τοῦ ὕδατος, οὐ μόνον τὸν τῆς ἀναβάσεως χρόνον, ἀλλὰ καὶ τὸν ἄλλον ἅπαντα. καθέστηκε δʼ ἀντὶ μιᾶς πηγῆς ἁπάσῃ τῇ γῇ καὶ οὔτε πόλις οὔτʼ οἶκος οὔτε χωρίον οὐδὲν ἐκφεύγει τὴν ἐκείνου χρείαν καὶ δύναμιν, ἀλλὰ ταυτὸν δύναται ταῖς ἐν μεσογείᾳ τῶν πόλεων
καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς ὅπερ τοῖς ἐπὶ ταῖς ὄχθαις κατῳκημένοις, μᾶλλον δʼ αὐτοῖς τοῖς πλέουσι μέσον πόρον.

ἐπειδὰν δὲ ὁ θερισμὸς ἥκῃ καὶ δέῃ πρὸς ὕψος ἰέναι, τὰ μὲν ἄλλʼ ἀμύθητα, ἄμμοι δʼ ἐκεῖναι καὶ γῆς χάσματα ἀντὶ τεμπῶν καὶ ἑλῶν ἔστιν αὐτῷ τὸ μηδαμῆ κωλύειν, ἀλλʼ ἀτεχνῶς ὥσπερ οἱ τὴν ἐναντίαν τῷ παντὶ βαδίζοντες τῶν ἀστέρων ἐναντία καὶ τοῖς καιροῖς καὶ τῇ φύσει τῆς χώρας αἴρεται. καίτοι τίς οὐκ ἂν ἰδὼν καὶ τοῦθʼ ἕν τι τῶν ἀπίστων ἔκρινεν, ἐξαρκέσαι τοῖς χάσμασι καὶ πληρῶσαι τὰ διεστηκότα, μᾶλλον δʼ ἔτι τούτου πρότερον διὰ τῆς ἄμμου τῆς ἄνω διεξῆλθεν; ὁ δʼ ὥσπερ φιλονεικῶν πρὸς τὰ ἐναντία αὐτῷ τὸν πόρον ἐργάζεται. καὶ πρῶτον μὲν τὰ κοῖλα καὶ τὰς χαράδρας ἐπλήρωσεν ὑπελθὼν ὑποβρύχιος, ὥσπερ οἱ ὕφαλοι κολυμβηταὶ, τρέψας εἰς τὸ κάτω τὰ πρῶτα τῆς ἀναβάσεως· ἔπειθʼ ὑπὲρ αὐτῶν τε καὶ τῆς χώρας ἵσταται, προϊὼν ἀεὶ πρὸς τὸ μήκιστον μετρητὸς ἤδη. εἰ δέ τις ᾔδει τὸ ἀφανὲς τοῦ ἔργου, μειζόνως ἂν ἐθαύμασε τοῦ ὁρωμένου. πολλοὺς γὰρ οἶμαι ποταμοὺς τῶν νῦν εἰς πρώτους τελούντων οὐκ ἂν ἀρκέσαι τοῖς κάτω τῆς χώρας, ἀλλʼ ἐμπεσόντας ἂν αὐτόθι κρυφθῆναι, ὥσπερ τὸν Εὐφράτην προϊόντα ἀφανίζεσθαι λόγος. νῦν δʼ ὥσπερ τῶν πυραμίδων τὰς μὲν κορυφὰς ὁρῶντες ἐκπληττόμεθα, τὸ δʼ ἀντίπαλον καὶ ὑπὸ γῆς ἕτερον τοσοῦτον ὂν ἠγνόηται, λέγω δὲ ἃ τῶν ἱερέων ἤκουον, καὶ δὴ καὶ τὸν Νεῖλον κορυφωθέντα μὲν Αἴγυπτος ἡ πᾶσα ὁρίζεται, καὶ πρὸς τὸ

προκείμενον κρίνομεν τὸ Αἰγύπτιον πέλαγος, τοσοῦτος ἐπέρχεται· ὅπως δʼ εἰς τοῦτο ἥκει καὶ ὅθεν ἤρξατο τῆς ἀναβάσεως ἐκπέφευγε τὴν ἱστορίαν. τὸ δὲ δὴ καὶ μόνην ταύτην ἁπασῶν χωρῶν ὥσπερ τι ζῶον καθεστάναι πρὸς ἀμφότερα ὑπὸ τοῦ ποταμοῦ, τοτὲ μὲν χερσαίαν εἶναι καὶ ἐφʼ αὑτῆς ἐπὶ τοῦ ξηροῦ, αὖθις δʼ ἐν τῷ ὕδατι διαιτᾶσθαι, τῷ χρὴ ταῦτα προσθεῖναι πλὴν ἢ τῇ μεγάλῃ σοφίᾳ καὶ προνοίᾳ τοῦ θεοῦ, ὅστις ἐν ᾗ ἥκιστα ὕειν ἔμελλε, τὸν Νεῖλον ἐπήγαγε μιμητήν τινα ἑαυτοῦ καὶ ἀντὶ ὄμβρων εἶναι τοῖς ** ταύτης τῆς δωρεᾶς αὖ τηνικαῦτα

ἐπήγαγεν, ἡνίκα τοῖς τε ἀνθρώποις ἔμελλε μάλιστα ἐν καιρῷ ἔσεσθαι καὶ τῇ χώρᾳ τὴν φορὰν οὐ μόνον οὐκ ἐλάττω τῆς ἱκανῆς, ἀλλὰ καὶ θαυμαστὴν πλήθει παρέξεσθαι; ταύτην ἐγὼ μόνην αἰτίαν ἐπινοῶ διʼ ἣν ὁ Νεῖλος διʼ

Αἰγύπτου καὶ τῶν ἐκείνῃ ῥεῖ καὶ μέγιστος δὴ τοῦ θέρους. ὁρῶ δʼ ὅτι καὶ τῶν ἰαμάτων ἀπὸ τῶν σωτήρων θεῶν ἀπολαύομεν, ὧν εἷς ἐστιν ὁ τῷ Νείλῳ συνώνυμος· καὶ τὸ μὲν κεφάλαιον καὶ τὴν καθάπαξ αἰτίαν ἅπαντες σύνισμεν, ὅτι ἡμᾶς βούλονται σώζειν καὶ ὑγιεῖς ποιεῖν, τὴν δʼ ἐπίνοιαν αὐτὴν καὶ τὸ αἴτιον ὧν φράζουσιν ἑκάστοτε τίς πώποτʼ ἐξευρεῖν οἷός τε; οἵ γε καὶ διʼ αὐτῶν τῶν ἐναντιωτάτων εἶναι δοκούντων καὶ ἃ μάλιστʼ ἄν τις φυλάξαιτο ἰάσαντο. καὶ ταῦτα μὲν εἰς τοσοῦτον παρεφθέγχθω, οὐκ ἐκ προνοίας εἰρημένα οὐδὲ βουλευθέντα ἐξ ἀρχῆς, ἀλλὰ τοῦ λόγου ταύτῃ προενεγκόντος ὥσπερ ῥεύματος. Νεῖλος δὲ ποταμῶν οὐχ ἧττον κάλλιστος ἢ μέγιστος, καὶ χρείᾳ καὶ θέας ἡδονῇ καὶ τοῖς πᾶσι πολὺ νικῶν· καὶ διὰ γῆς ἀρίστης καὶ καλλίστης διεξέρχεται, καὶ ἀὴρ ὁ περὶ αὐτὸν ἀέρων κάλλιστος καὶ τοῖς ὀφθαλμοῖς λαβεῖν καθαρώτατος· μεστὴ δὲ ὕδατος οὖσα ἡ γῆ πᾶσα ξηρότατον τὸ ἄνω πασῶν χωρῶν παρέχεται. ὡς δὲ καὶ σεισμοῖς καὶ λοιμοῖς καὶ τοῖς ἐξ οὐρανοῦ κατακλυσμοῖς ἀνάλωτος ἡ χώρα διʼ αὐτόν ἐστιν οὐδὲ τοὺς πρὸ ἡμῶν Ἕλληνας ἔλαθεν. ἃ δὴ καὶ Αἰγύπτιοι συνεορακότες, οἶμαι, μειζόνως ἄγουσι τὰ κατʼ αὐτόν. ὥστʼ ἔγωγέ ποτε ἤκουσα καὶ ἄλλου τῶν τι δοκούντων εἰδέναι περὶ ταῦτα ὅτι καὶ τῶν νομίμων τῶν περὶ
τὰς ἑορτὰς καὶ θυσίας εἰς τὸν Νεῖλον αὐτοῖς ἀνήκει τὰ πλεῖστα.