Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

προὔργου τοῦ παραδείγματος, τοῦ μὲν γὰρ ἡλίου διττὴν οὖσαν τὴν κίνησιν ὁρῶμεν ὡς περὶ τῶν ὅλων περάτων εἰπεῖν, ἀφʼ ὧν καὶ τὰ μήκη καὶ τὰς βραχύτητας ἑκάστων τῶν χρόνων ἔξεστι συλλογίζεσθαι· ὅτε δʼ αὐτὸ τοῦτο ὁμολογεῖται περὶ Νείλου, μηδέπω καὶ νῦν εὑρῆσθαι πόθεν

ὁρμᾶται καὶ τί τὸ νότιον πέρας αὐτοῦ, πῶς οἷόν τε τὴν αἰτίαν ζητεῖν, ἢ πῶς εἰπεῖν πόθεν αὔξεται; ἀλλʼ ἴσως οὐκ ἐπὶ τούτου μόνον, ὥσπερ ἔφην, ἀλλὰ καὶ ἐπʼ ἄλλων χαλεπὸν τὰς αἰτίας ἐξευρεῖν. τέτταρα δὲ ἐπὶ πᾶσι σημεῖα ποιησάμενος τοῦ μὴ τὰ νέφη μηδὲ τοὺς ἐτησίας ἀνάγειν τὸ ῥεῦμα, καὶ δὴ καταλύσω τὸν περὶ τούτου λόγον. ὧν ἓν μέν ἐστι τὸ καὶ πρὶν ἐτησίας συμβῆναι πολλάκις αἴρεσθαι τὸν ποταμὸν, δεύτερον δὲ τὸ μὴ καὶ συμβάντων ὅλως, τρίτον δὲ καὶ τέταρτον τούτοις ἀκόλουθα τὸ μὲν ὡς οὐ τηνικαῦτα μέγιστος ἐπέρχεται, ἡνίκʼ ἂν μέγιστοι καταίρωσιν ἐτησίαι καὶ νέφη πλεῖστα κινήσωσι, τὸ δʼ ἐναλλὰξ ὡς οὐ τηνικαῦτα αὖ βραχύτατος, ἡνίκʼ ἂν τὰ πνεύματα κοῦφα συμβῇ, πάντα ταῦτα εἰκὸς ὂν οὐχ ὡς νῦν ἔχειν, εἴπερ ἢ οἱ ἐτησίαι κύριοι τοῦ ῥεύματος ἦσαν, ἢ κατὰ στόμα εἴργοντες, ἢ πληροῦντες ἐξ οὐρανοῦ.

ἵνα δὲ καὶ τὴν Ἡροδότου γνώμην μὴ παντάπασιν ἀτιμάσωμεν ὡς δὴ τὸ παράπαν οὐδʼ ἀντειπεῖν ἄξιον, φέρε σκεψώμεθα ἃ κἀκείνῳ περὶ τούτων δοκεῖ. φησὶ δʼ, εἴ τι μεμνήμεθα, ἀπελαυνόμενον τὸν ἥλιον ὑπὸ τῶν ἐνταυθοῖ χειμώνων ἔρχεσθαι τῆς Λιβύης τὰ ἄνω καὶ τήκειν τὸ ὕδωρ, τήκοντα δὲ ἐλάττω ποιεῖν τὸν Νεῖλον τοῦ χειμῶνος ἢ τοῦ θέρους. ἔστι δὲ τοῦτο οὐκ εἰπεῖν πῶς ὁ Νεῖλος αὔξεται, ἀλλὰ πῶς μειοῦται συμπλάσαι. ὅτι μὲν γὰρ τοῦ χειμῶνος καθαρώτατός ἐστιν ὁμολογεῖται παρὰ πάντων, τούτου δὲ οὕτως ἔχοντος αὔξοιτʼ ἂν τοῦ θέρους, ὅτʼ ἐστὶ μείζων

ἅμα καὶ θολερώτερος. ἔτι οὖν μένει τὸ ζητούμενον, ἕως ἄν τις μὴ δείξῃ τοῦτο, πῶς ὁ ῥοῦς ὑψοῦται, τὸ γὰρ κύριον καὶ πρῶτον αὐτοῦ ῥεῦμα τὸ χειμερινὸν φαίνεται. ἄνευ δὲ τούτων, εἰ μὲν τοσοῦτον ἦν τὸ διαφέρον παρὰ τὴν χειμερινὴν τοῦ ἡλίου πορείαν, ὥστε ποιεῖν θέρος περὶ τὴν ἐκεῖ γῆν, ὅταν ἐνταῦθα χειμὼν ἵστηται, καὶ πάλιν αὖ χειμῶνα, ὁπόταν θέρος ἵστηται παρʼ ἡμῖν, ἴσως ἂν ἦν

παραδέξασθαι. νῦν δʼ ὅτι μὲν οὐκ ὀλίγον θέρμῃ προφέρει τἀκεῖ τῶν παρʼ ἡμῖν τοῦ χειμῶνος οὐδεὶς ἀντιλέγει, οὐδὲν μὴν κωλύει καὶ κατʼ αὐτοὺς ἐκείνους ἐλάττω τὸν ἥλιον τοῦ χειμῶνος ἢ τοῦ θέρους ἔχειν τὴν ἰσχύν. οὐδὲ γὰρ τοῦ θέρους δή που περὶ μὲν τὴν ἄρκτον καὶ τὴν ταύτῃ γῆν ἰσχύειν αὐτὸν φήσομεν, Αἰγύπτου δὲ καὶ Λιβύης ἀποχωρεῖν, ἀλλʼ ἐκεῖ καὶ μᾶλλον κάει, μάλιστα μὲν, οἶμαι, ἐν Αἰθιοπίᾳ, ἔπειθʼ, ὥσπερ εἰκὸς, ἐν Αἰγύπτῳ, μάλιστα μὲν ἐν τοῖς ἀνωτάτω, ἔπειτα ἑξῆς κατὰ λόγον, ἐπεὶ καὶ περὶ τὴν Σκυθικὴν γῆν καὶ τὸν Πόντον οὐδὲν κωλύει τὸ θέρος ψυχρότερον τοῦ θέρους τοῦ παρʼ ἡμῖν εἶναι πολλῷ γε, καίτοι τοῦ ἡλίου τὰ βόρεια ἐλαύνοντος τοῦ παντὸς οὐρανοῦ. καίτοι εἰ ἀντεστρέφοντο αἱ ὧραι τοῦ ἔτους ἐν τοῖς τόποις τούτοις, ὁμοίως μὲν ἂν πρὸς μεσημβρίαν ἀπιόντος τοῦ ἡλίου καὶ χειμῶνα ποιοῦντος ταύτῃ θέρος ἦν κατʼ Αἴγυπτον καὶ τὴν τοῦ Νείλου λῆξιν, ὁμοίως δʼ ἂν πρὸς ἄρκτον ἐπανιόντος ἐπλεονέκτει θέρμῃ τὰ πρόσβορρα, ὃ πολλοῦ δεῖν οὕτως ἔχειν φαίνεται. εἰκότως·

κινεῖται μὲν γὰρ, οἶμαι, τὰ πρὸς ἄρκτον, οὐ μὴν πληροῖ γε εἰς αὐτήν. οὐκοῦν ὅτε τοῦ θέρους αὐξανόμενος φανερός ἐστιν ὁ Νεῖλος, δῆλον ὅτι τοῦ γε χειμῶνος ἀδυνάτως ἔχει τήκεσθαι. εἰ γὰρ ἦν ὁ ἥλιος αἴτιος, εἶργεν ἂν τοῦ θέρους ἔτι μᾶλλον τὴν ἀνάβασιν, ἰσχυρότατός γʼ ὢν αὐτὸς αὑτοῦ τότε κἀκεῖ πολλῷ, ὥστʼ αὐτὸ ἐν αὑτῷ λύεται. εἰ μέν γε τηνικαῦτα ἐξέτηκεν, ἔθʼ ἧττον ἂν εἴα πληροῦσθαι νῦν· εἰ δὲ μὴ τήκει τοῦ χειμῶνος, οὐ διὰ τοῦτο ὁ Νεῖλος μείζων τοῦ θέρους. ὅμοιον δʼ εἶναί μοι δοκεῖ τό τε ἀπελαύνεσθαι φάσκειν τὸν ἥλιον ὑπὸ τῶν χειμώνων καὶ τὸ τὸν Νεῖλον τῷ ἡλίῳ τήκεσθαι. ἀλλʼ οὔθʼ οἱ χειμῶνες τὸν ἥλιον ἀπελαύνουσιν, ὦ κάλλιστε λογοποιῶν, οὐδὲ γὰρ ἐφικνοῦνται τῆς τοῦ ἡλίου χώρας, ἀλλʼ ὁ ἥλιος ἀποχωρῶν κατὰ τὴν αὑτοῦ πορείαν καὶ φύσιν τοῖς ἀνέμοις παρέχει ψυχροῖς καὶ βιαίοις ἔτι μᾶλλον γίγνεσθαι· οὔτε ὁ Νεῖλος τηκόμενος ὥσπερ ὁ Ξάνθος ὑπὸ τοῦ Ἡφαίστου τοῦ ἡλίου συστέλλει τὸ ῥεῦμα.

ἀλλὰ γὰρ εὐφημότατα καὶ κάλλιστα εἰρηκὼς Ἡρόδοτος περὶ Αἰγύπτου καὶ Νείλου ὀλίγα τῶν ἀληθῶν εἰρηκέναι κινδυνεύει, οὐχ ὡς ἐπὶ τὸ μεῖζον αἴροντος αὐτοῦ

λέγω πάντα, ἐπεί τοι τινά γʼ ἔσθʼ ἃ καὶ μείζω παρέλιπεν· ὧν εἰπεῖν αὖ νῦν οὐδὲν ἐπείγει λέγειν, ἀλλʼ ἅ γε τῶν ὄντων ἑτέρως εἴρηκεν, οἷον ὡς ὑπὲρ Ἡλιούπολιν τεττάρων ἡμερῶν πορείαν αὖθις εὐρεῖα Αἴγυπτος, ἥ γε οὕτως εἰς στενὸν ἀεὶ κλείεται καὶ πρὸς γωνίαν ὥστε ὁ Νεῖλος εἰς αὐτὴν ὑπερβάλλει διʼ ἀμφοῖν τῶν ὀρῶν ἤδη

συμπεπτωκότων· καὶ τοῦτʼ εἰσὶν οἱ καταρράκται ἡ διὰ τῶν ὀρῶν τοῦ ποταμοῦ κατάβασις, Αἰγύπτου πάσης ὡσπερεὶ κορυφή. ὥστʼ ἔτι προσπλέων τῷ κατʼ Ἐλεφαντίνην ὅρμῳ εἰκάσεις κεκλεῖσθαι τὸ ῥεῦμα· μὴ γὰρ ὅτι Αἴγυπτος εὐρεῖα ἔτι, ἀλλὰ καὶ τὸ ῥεῦμα τοῦ Νείλου στενὸν ἤδη φαίης ἂν ὑπορρεῖν ὑπὸ τῆς πέτρας αὐτόν. ἴδοις δʼ ἂν καὶ πρὶν εἰς Ἐλεφαντίνην τελέσαι πρὸ οὐκ οἶδʼ ὁπόσων τινῶν σχοίνων συνιόντα οὕτω τὰ ὄρη ὡς μέσον εἶναι μηδὲν πλὴν τοῦ ῥεύματος αὐτοῦ, καὶ τοῦτο ἐνταῦθα εὖρος Αἰγύπτου ὅπερ τοῦ ποταμοῦ. ἢ τἄλλα ἄν τις ἐλέγχοι τῶν ἐκείνου πόσον ἔργον ἐπεξελθεῖν, ὅς γέ φησι καὶ περὶ τῶν πηγῶν δή που τοῦ Νείλου πυθέσθαι παρὰ τοῦ γραμματιστοῦ τοῦ Σαΐτου ὡς ἄρʼ εἴη ὄρη δύο μεταξὺ Συήνης καὶ
Ἐλεφαντίνης, τούτων δὲ τῶν ὀρῶν ἐκ τοῦ μέσου ῥέοιεν αἱ πηγαὶ, καὶ τὸ μὲν ἥμισυ τοῦ ῥεύματος ἐπʼ Αἰθιοπίας καὶ νότου ἀνέμου ῥέοι, τὸ δʼ ἕτερον ἥμισυ ἐπʼ Αἰγύπτου τὰ βόρεια. καίτοι ἥ γʼ Ἐλεφαντίνη, μέχρι ἧς ἀναπλεῦσαί φησιν, ὑπʼ αὐτοῖς σχεδὸν τοῦ Νείλου τοῖς καταρράκταις ἐστὶν, ἀπέχουσα μάλιστα ἑπτὰ σταδίους. ἀνέπλευσα γὰρ οὖν ἔγωγε καὶ αὐτὸς καὶ εἶδον ἀκριβέστερον ἢ ἔδει φασίν. εἰ δὲ δεῖ κατʼ αὐτὸν Ἡρόδοτον καὶ παρεξελθεῖν ψυχαγωγίας ἕνεκα καὶ μηδὲν ἔξω τοῦ προκειμένου τὸν λόγον ἐξάγοντα, οὕτως συνέβη. ὡς ἀνῄειν ἐπὶ τοὺς βωμοὺς οὗ τοῖς Αἰθίοψίν ἐστιν ἡ φρουρὰ, πολὺ τῆς ὄχθης ἀποσπάσας τοῦ ποταμοῦ, ὑπερβὰς ἐπὶ τὸν ὅρμον, ὅς ἐστι πρῶτος ὑπὲρ Καταδούπων, εἰς Φίλας διέβαλον· ἔστι δʼ αὕτη νῆσος μεθόριον Αἰγύπτου καὶ Αἰθιοπίας, τοσαύτη τὸ μέγεθος ὅσηπερ ἡ ἐν αὐτῇ πόλις· περιρρεῖ δʼ αὐτὴν ὁ Νεῖλος ἀκριβῶς μέσην ἑαυτοῦ ποιῶν. ἐπεὶ δʼ ἐπανῄειν, ἐχώρουν μὲν πάλιν τὴν αὐτὴν ἀπὸ τῶν Φίλων, καὶ προσεδόκων νῦν

γέ που τοὺς καταρράκτας ὄψεσθαι. καὶ τοὺς ἄγοντας ἀνηρώτων, οἱ δʼ ἠγνόουν. οὕτω δὴ γενόμενος πάλιν ἐν τῇ Συήνῃ, ἣν ἀπὸ τῆς Ἐλεφαντίνης ὁ Νεῖλος διαιρεῖ, δέομαι τοῦ φρουράρχου, καίτοι φαύλως ὑπʼ ἀρρωστίας διακείμενος, πέμψαι με ὀπίσω πλοῖόν τι κοῦφον δόντα, τῆς θέας ἕνεκα τῶν καταρρακτῶν, συμπέμψαι δὲ καὶ τοὺς ἀναγκάσοντας τοὺς ἐν τῇ νήσῳ τῶν καταρρακτῶν, εἰσὶ δʼ οὗτοι ναῦται συνήθεις τοῦ ῥεύματος, ἐπιδεῖξαι ἡμῖν αὐτούς τε καὶ τὸ θέαμα δὴ τὸ ναυτικὸν ὅ τι εἴη, ἐπυνθανόμην γὰρ τῶν αὐτόθι· ὁ δὲ μάλα μὲν ἐργῶδες ἔφη εἶναι καὶ ἐθαύμαζε τὴν γνώμην, οὔκουν αὐτός γε μέχρι τούτου θαρρῆσαι, ἠρνήθη δὲ οὐ τό γε παντελὲς, ἀλλʼ ἐπειδὴ

πειρώμενος ἀποτρέπειν οὐκ ἔπειθεν, οὕτω πέμπει, καὶ τἄλλα ἔχων οἰκείως καὶ βουλόμενος χαρίζεσθαι. ἀνέπλευσα δὴ κἀκείνους τε ἱέντας ὑπὲρ τῶν σκοπέλων, ὥσπερ εἰώθεσαν, εἶδον ἀπʼ ἄκρας τῆς νήσου, ἣ ἀνέχουσα ἐκ μέσου περιφανεῖς πανταχῆ ποιεῖ τοὺς καταρράκτας, καὶ προσέτι αὐτὸς ἐπεθύμησα εἰς τὸν λέμβον ἐμβὰς πειραθῆναι τοῦ πλοῦ, οὐ μόνον διὰ τῶν αὐτῶν διʼ ὧνπερ ἐκείνους εἶδον κατενηνεγμένους, ταῦτα δʼ ἦν τὰ πρὸς ἕω τῆς νήσου, ἀλλʼ ἀρξάμενος αὐτόθεν περιπλεῦσαι κύκλῳ πᾶν τὸ ὁρώμενον, καὶ κατὰ τὴν ἑτέραν τῆς νήσου πλευρὰν ἀφεῖναι κατὰ ῥοῦν ἐπὶ τὰς πόλεις. ὅπερ οὖν λέγω οὐκ ἀκούσας, ἀλλʼ ἰδὼν ἀκριβῶς οἶδα, ὅτι ἥ τʼ Ἐλεφαντίνη ὑπʼ αὐτοῖς ἐστι τοῖς καταρράκταις, μεταξύ τε Συήνης καὶ Ἐλεφαντίνης οὐδέν ἐστιν ἀλλʼ ἢ τὸ ῥεῖθρον τοῦ ποταμοῦ, καὶ προσοικεῖ τὴν ὄχθην ἑκατέρα τῶν πόλεων τούτων. εἰ τοίνυν Ἡρόδοτος εἰς Ἐλεφαντίνην ποθʼ ἧκεν, ὥσπερ εἴρηκεν, ἔσθʼ ὅπως πρῶτον μὲν ἀκοὴν διηγεῖτο περὶ ὧν εἶδεν, ἔπειθʼ οὕτω ψευδῆ ὥστε περὶ τῶν ἀρχαίων πηγῶν τοῦ Νείλου ζητῶν καὶ φήσας οὐδενός πω τἀληθὲς ἀκοῦσαι, ἀλλὰ τόδε μὲν ἤκουσα τοῦ γραμματιστοῦ γράψαι, καὶ ταῦτα τοῦ ἐν τῷ Σαϊτικῷ νομῷ περὶ τῶν ἐν Ἐλεφαντίνῃ, ** ἢ μνησθεὶς, εἰ μηδὲν ὧν ἤκουσεν εἶχε σιωπῆσαι, ἄλλοις ἂν ἢ τούτοις οἷς ἐγὼ νῦν εἶπον ἐλέγχοις ἐπὶ
τὸν λόγον χρήσασθαι. νῦν δέ φησι μὲν ὡς παίζειν αὐτῷ δοκοίη ὁ γραμματιστὴς, διʼ ὧν δʼ εἰκὸς ἦν ἐλέγχειν,