Orationes 48

Aristides, Aelius

Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἃ πρώην ἤρου με περὶ τοῦ Νείλου, ἐπειδή σοι διὰ βραχέων καὶ ἐπιπολῆς ἀπεκρινάμην καὶ ἅμα οἱ ἐπεισελθόντες ἀφείλοντο, ἐβουλήθην ἀναλαβὼν διελθεῖν σοι καὶ ὥσπερ ἄλλο τι χρέος ἀποδοῦναι πάντα τὸν λόγον· εἰρήσεται δὲ καὶ ταῦτα ὡς δυνατὸν ἐν βραχυτάτοις. ἐπειδὴ γὰρ καὶ μέχρι τῆς Αἰθιοπικῆς χώρας προελθὼν καὶ αὐτὴν διερευνησάμενος Αἴγυπτον τετράκις τὸ σύμπαν, καὶ παρεὶς οὐδὲν ἀνεξέταστον, οὐ πυραμίδας, οὐ λαβύρινθον, οὐχ ἱερὸν, οὐχὶ διώρυχας, ἀλλʼ ὧν μὲν ἐν ταῖς βίβλοις τὰ μέτρα ὑπῆρχεν ἐκεῖθεν πορισάμενος, ὧν δὲ μὴ ἐξ ἑτοίμου λαβεῖν ἦν ἐκμετρήσας αὐτὸς μετὰ τῶν παρʼ ἑκάστοις ἱερέων καὶ προφητῶν, εἶτʼ οὐκ ἠδυνήθην αὐτά σοι διασώσασθαι, τῶν ὑπομνημάτων διαφθαρέντων ἃ τοῖς παισὶ προσέταξα

ποιεῖσθαι, τοῦτό γʼ ἂν ἔχοιμι τὸ ἕν τε καὶ μικρὸν ἐρώτημα ἀπολῦσαι, τὸ πῶς ὁ Νεῖλος ἀνέρχεται καὶ τίς ἡ πρόφασις τὸ τἀναντία αὐτὸν πεπονθέναι τοῖς ἄλλοις ποταμοῖς περὶ τὰς ὥρας τοῦ ἔτους. μέμνησαι μὲν οὖν ὅτι καὶ τότʼ εὐθὺς ἀπεκρινάμην ὅτι κινδυνεύει περὶ Νείλου σαφὲς οὐδεὶς οὐδὲν ἔχειν λέγειν, ἀλλὰ ληροῦσιν εἰκῆ, οἱ μὲν πρὸς τὸ δοκοῦν αὑτοῖς ἰσχυριζόμενοι, οἱ δʼ οὐδʼ αὐτοὶ πάνυ τι πεπεισμένοι, προσποιούμενοι σχήματος ἕνεκα τοῦ πρὸς τοὺς πολλοὺς, ὅπως τι δοκοῖεν περὶ τῶν ἀδήλων ἐπίστασθαι· δίειμι δέ σοι καὶ νῦν οὕτως οὐ τὴν αἰτίαν ὑφʼ ἧς τοῦτο συμβαίνει, ἀλλʼ ὅτι οὐ διὰ ταῦτα ἃ ἕκαστοι λέγουσιν.

ἀνάγκη δʼ ἐνίων μνησθῆναι καὶ ὧν Ἡρόδοτος ἀντιλέγων ἐλέγχει, πρῶτον μὲν ὅτι οὐχ οἱ ἐτησίαι τὸ ῥεῦμα ἀνακόπτοντες ποιοῦσι τὴν ἐπίκλυσιν. εἰ γὰρ ἦν παρὰ τοῖς

ἐτησίαις τὸ αἴτιον, εὔδηλον δή που τοῦθʼ ὅτι μὴ πνευσάντων γε οὐκ ἂν ἐγίγνετο· ὃ πολλοῦ δεῖ συμβαίνειν οὕτως. ἔτι δʼ εἰ οἱ ἐτησίαι πρὸς μεσημβρίαν πνέοντες

ἀνέστελλον τὸν τοῦ Νείλου ῥοῦν, χρῆν δή που καὶ τοὺς πρὸς ἄρκτον πνέοντας ἀνέμους τὸ αὐτὸ τοῦτο ποιεῖν περὶ τοὺς ἐπέκεινα ποταμοὺς, Τάναϊν λέγω καὶ Φᾶσιν καὶ ὅσοι τούτοις ἑξῆς εἰσι. πολλοὶ δὲ πολλάκις ἤδη καὶ νότοι καὶ οἱ παρʼ αὐτοὺς ἀπὸ Λιβύης ἐκπνέοντες παρέτειναν, καὶ θέρους ὥρᾳ καὶ χειμῶνος, καὶ οὐδεὶς τούτων τῶν ποταμῶν τοῦτο ἔπαθεν, οὐκοῦν οὐ τῶν γε ἐπιφανῶν. εἰ γὰρ αὖ φήσουσιν ὅτι ἡ συνέχεια τῶν ἐτησίων ἀπωθεῖ τὸν Νεῖλον, ὅτι μὲν καὶ οὓς εἶπον ἄνεμοι μυριάκις διήρκεσαν οὐκ εἰς ἔλαττον χρόνου παραλείπω, ἀλλʼ ὅ γε Νεῖλος οὐ μεσούντων ἐτησίων οὐδʼ ἡνίκʼ ἂν ὦσι πρὸς τῷ λήγειν, τότε πληροῦται, ἵνα τῷ χρόνῳ δῶμεν τὴν ὑπερβολὴν, ἀλλὰ καὶ ἀρχομένων καὶ πρὶν ἄρξασθαι πολλάκις. ὥστʼ οὐκ ἂν τὸ συνεχὲς τῶν πνευμάτων αἴτιον εἴη, ἃ πρὶν εἶναι κεκίνηται. ἀλλὰ μὴν οὐδʼ οἱ ἐτησίαι κατὰ στόμα παντάπασιν ἐκφυσῶσι τοῦ Νείλου, ἀλλʼ εἰς τὴν ὄχθην τὴν ἑῴαν· οἱ γοῦν πλείους αὐτῶν εἰσι δή που ζέφυροι. οὗτοι δʼ ἀπὸ ἑσπέρας πρὸς ἥλιον ἀνίσχοντα ἀποτείνουσιν. οὔτʼ οὖν διὰ τοὺς ἐτησίας ἀνακόπτεσθαι δυνατὸς, εἴ τε διὰ τούτους, τί δή ποτʼ οὐ καὶ πάντες αὐτὸ πάσχουσιν ὅσοι τῷ Νείλῳ τὴν αὐτὴν ῥέουσι; πρὸς δὲ καὶ γέλως ἤδη γίγνεται τὸ τῶν ἐτησίων παντελῶς. εἰ γὰρ παραδεξόμεθα τοῦτον τὸν λόγον, κἀκεῖνο ἤδη χρὴ προσπιστεύειν, ὅτι ἀπηλιῶται μὲν πνέοντες τὸν Ἠριδανὸν ἱστᾶσι καὶ ὅσοι τῷ Ἰονίῳ κατὰ ταὐτὸ ὁμιλοῦσι· ζεφύρων δὲ πνεόντων ὁ Ῥῆνος εἴσω ῥεῖ καὶ οὐ διεξέρχεται πρὸς τὴν ἔξω θάλατταν· τῶν δὲ περὶ βορέαν οἱ πρὸς μεσημβρίαν πληθύουσι, νότων δὲ οἱ πρὸς ἄρκτῳ κατὰ τὰ αὐτά· καὶ οὕτως οὗ
τὴν αἰτίαν ζητοῦμεν, τί δή ποτε ἐφʼ ἑνὸς μόνου συμβαίνει, τοῦθʼ ἅπασι προσθήσομεν ἐν κύκλῳ. καὶ πῶς οὐχ ὑπερφυὲς, μᾶλλον δʼ ὅλως ἐπιλῆσμον, ζητεῖν μὲν διὰ τί ὁ Νεῖλος ἐκ πάντων, πάντας δʼ ἀποφαίνειν τὸ αὐτὸ πάσχοντας ἐκ τῶν αὐτῶν; καὶ μὴν εἰ μὲν οὐδεὶς ἄλλος

τοῖς αὐτοῖς ἐνέχεται, ψευδὴς ὁ λόγος, εἰ δʼ ἅπαντες, τί δεῖ λέγειν ὡς ὁ Νεῖλος μόνος; ἢ γὰρ οὐ χρὴ ζητεῖν, ἢ τὸ αἴτιον οὐ τοῦτο.

ἀλλὰ μὴν κἀκεῖνό γε δῆλον ὅτι οὐδʼ ἐν τοῖς φαυλοτάτοις τῶν ποταμῶν ἐστιν ὁ Νεῖλος, οὐδʼ οὕτω παρὰ πάντας εὐμεταχείριστος ὥστε μόνου τούτου τὰ στόματα ὑπὸ τῶν πνευμάτων ἀνακόπτεσθαι καὶ μεταπίπτειν. ὁπότε γὰρ μηδὲ τὰ βραχύτατα ἀποκλείεται τό γε παντελὲς, ἀλλʼ ἐκροὴν ἴσχει, πῶς τόν γε Νεῖλον, ὃς ἅπασαν Αἴγυπτον οἷός τʼ ἐστὶν ἐπικλύζειν, ἡττώμενον τῶν ἀνέμων εἰκός ἐστι τοῦτο ποιεῖν; ὁρῶμεν δʼ ὅτι οὐδʼ αἱ τῆς θαλάττης ἠιόνες οὐδʼ ὅσα τενάγη καὶ λίμναι, μὴ ὅτι τοσοῦτον ἐπέχεται ὑπʼ ἀνέμων τῶν γε δὴ πολλῶν καὶ συνήθων, ἀλλʼ οὐ πόσον φῶ τῆς αὐτῶν ἐκβαίνει χώρας· ἀλλὰ κύματα μὲν προσκλύσαντα ἐπαναχωρεῖ, τενάγη δὲ ἀτρεμῆ μένει· καίτοι τά γʼ ἐν τῷ ἰσοπέδῳ ῥᾴω κλιθῆναί ἐστιν ἢ τὰ πρὸς τὸ κάταντες ῥέοντα μεταστραφῆναι. οὐ μὴν οὐδὲ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς ἰσχυρότατοι τούτοις τοῖς τόποις οἱ ἐτησίαι προσβάλλουσιν· ἀλλʼ εἴτε ζεφύρους εἴτε βορέας εἴθʼ οὕστινας αὐτοὺς εἶναι δοῦναι δεῖ, τοῖς ἐγγυτέρω δή που καὶ πρὸς αὐτῶν σφοδρότεροι καὶ βιαιότεροι προσπίπτουσιν· ὧν οὐδενὸς ταὐτὸ πάσχοντος πῶς εἰκός ἐστι μόνον τὸν Νεῖλον, ὃς πρὸς τῷ πλεῖστον τῆς ἐκδρομῆς τῶν ἐτησίων ἀπέχειν, τοσοῦτον καὶ τῷ ῥεύματι; ἔτι τοίνυν καὶ ὅλως ἀναιδές ἐστιν. οὐ γὰρ ὅτι ἀξιοῦσι τοὺς ἐτησίας αἰτίαν παρέχειν, διὰ τοῦθʼ ὁ Νεῖλος οὐκ ἐξίησιν

εἰς θάλατταν, ἀλλʼ ἐπʼ αὐτὰ τὰ στόματα ἐλθόντι πανταχοῦ φανεῖται ῥέων λαμπρὸς ἐν λαμπροῖς ἐτησίαις. οὐ λεκτέος ἦν ἔτι οὗτος ὁ λόγος τοῖς τι καὶ μικρὸν εἰδόσι περὶ Νείλου. ὥστε τῶν ἀτόπων τὰ ἐν ποσὶν οὐκ ἰδόντας περὶ τῶν ἔξω διαφέρεσθαι καὶ τὰ δῆλα τοῖς ἀδήλοις ὑπάγειν, ἀλλὰ μὴ τούτοις ἐκεῖνα πιστοῦσθαι, ἐάν περ ἐγχωρῇ. τὰ τοίνυν στόματα ἅπαντα, ἐάν τε φῶσιν ἐάν τε μὴ φῶσιν οἱ σοφισταὶ, ἐξίησι—καὶ τοῦτʼ ὀφθαλμοῖς, οὐχὶ λόγῳ κρίνεται—καὶ οὐκ ἐπὶ βραχύ γε οὑτωσὶ οὐδʼ ἐφʼ ὅσον τὰ τῶν ἄλλων καὶ πολλῶν ποταμῶν, ἀλλʼ εἰς ὅσον εἰκὸς τοῦ μεγίστου τῶν ποταμῶν ἐξικνεῖσθαι, καὶ ἐπὶ πολύ γʼ αὖ πλέον τοῦ θέρους ἢ τοῦ χειμῶνος. ἔγωγʼ

οὖν ἤκουσα τοῦτο δὴ τὸ τοῦ Δημοσθένους, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, Δίωνος ἑταίρου ἡμετέρου καὶ πραγμάτων καὶ λόγων ἐμπείρου, ὃς ἔφη πλεῖν ἐπʼ Αἰγύπτου θέρους ὥρᾳ, καὶ γῆν οὔπω φαίνεσθαι, ἀλλʼ ἀπέχειν ὅσον μηδὲ τεκμήρασθαι, τοὺς δὲ ναύτας ἀρύσασθαι, εἴτʼ οὖν ἐπεῖξαν εἴτε καὶ ἄλλως βουλομένους ἐπιδεῖξαι τοῖς ἐμπλέουσιν ὕδωρ καθαρὸν καὶ πότιμον ἐκ πολλοῦ κάτωθεν· ἐπὶ τοσοῦτον ἐπιρρεῖν τὸν Νεῖλον τῆς τε γῆς ἔξω καὶ αὐτῆς θαλάττης ἄνω. καίτοι εἰ τὰ στόματα ἵστατο ὑπὸ τῶν ἐτησίων αὐτοῦ, πῶς εἰκὸς ἦν τοὺς τοῖς ἐτησίαις μέσοις καταίροντας ἐν μέσῃ θαλάττῃ τὸ τοῦ Νείλου ὕδωρ λαμβάνειν; καὶ μὴν καὶ αἱ λίμναι γε, ὅταν ἀρκούντως ἡ γῆ βρεχθῇ, μεθίενται πάλιν εἰς τὴν θάλατταν ὑπὸ τῶν Αἰγυπτίων. πῶς οὖν ἂν ἐξέρρεον, εἴπερ ἐκώλυον οἱ

ἐτησίαι; ὡς ἐκεῖνό γε ἀμήχανον, κατὰ μὲν στόμα καὶ ᾗ πέφυκε ῥεῖν ὁ ποταμὸς καὶ βιαιότατός ἐστιν αὐτὸς αὑτοῦ τοὺς ἀνέμους ἀνθισταμένους εἴργειν, οὗ δʼ εἰς τὰς λίμνας χυθεὶς ἡσυχάζει, μηδαμοῦ τὰ πνεύματα ἀποκωλύειν, ὅταν δεήσῃ τῆς ἐκροῆς.

ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὥσπερ ἐν ταῖς παραγραφαῖς ** καὶ ἀνίσχυρον ἐκκρούει τὸ παντὶ ὁρᾶν εἶναι ῥέοντα τὸν ποταμὸν καὶ ὃ λέγω πολὺ ἐρρωμενέστερον τοῦ θέρους ὡς ἂν ἐκ πλήθους ἢ τοῦ χειμῶνος. εἰ γὰρ ἐξεπίτηδες ἔδει τοὐναντίον τοῦ συμβαίνοντος εἰπεῖν, οὐκ ἦν ἄμεινον εὑρεῖν. ἕτερον δʼ ἐξεταστέον ἄνδρα τε καὶ λόγον, ὅς φησι

    Νείλου μὲν αἳδε καλλιπάρθενοι ῥοαὶ,
  1. ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
  2. λευκῆς τακείσης χιόνος ἀρδεύει γύας.
πῶς οὖν, ὦ σοφώτατε Εὐριπίδη, λευκῆς τακείσης χιόνος ἀρδεύει Νεῖλος Αἰγύπτου γύας; τῆς ποῦ τακείσης; πότερον τῆς ἐν Σκυθίᾳ; καὶ τί τοῦτο πρὸς τὸν Νεῖλον; ἀλλὰ τῆς ἐν Αἰθιοπίᾳ, ἢ ἔτι προσωτέρω; ἀλλὰ τοῦτʼ ἐκείνου γελοιότερον. ὁρμᾶται μὲν γὰρ ἐκ τῶν θερμοτάτων τῆς οἰκουμένης ὁ Νεῖλος δή που καὶ προϊὼν εἰς ἧττον ἀεὶ θερμὴν ** ὧν γοῦν ἴσμεν ὡς εἰπεῖν ἔτι θερμοτάτην Αἴγυπτον, ἐν δὴ ταύτῃ γνώριμος ἡμῖν ἤδη γίγνεται. πῶς οὖν δυνατὴ πίπτειν χιών ἐστιν ἐν τοιαύτῃ φύσει χώρας, ἄλλως τε καὶ τοσαύτη, ὅση τὸν Νεῖλον ἐγεῖραι; ὅπου γὰρ

οὐδʼ οἰκεῖν ἔτι φασὶν εἶναι διὰ καῦμα, ποίαν εἰκὸς εἶναι χιόνα, ὑφʼ ἧς γίγνεσθαι ῥεῦμα τοσοῦτον; ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις τοὺς ἐν τῇ Αἴτνῃ κρατῆρας ἀπορροὴν εἶναι κρυστάλλου βιάζοιτο, ἢ εἴ τις τὴν μὲν χιόνα θερμαίνειν, τὸ δὲ πῦρ ψύχειν ἐπιχειροίη λέγειν. ὅταν γὰρ ἐν αὐτῇ τῇ χώρᾳ τῆς θέρμης τιθῇ τις εἶναι χιόνα, πῶς οὐ τοιοῦτον γίγνεται, ὥσπερ ἐξ Ὀδρύσων ἢ Βισαλτῶν τὸν Νεῖλον ὁρμώμενον, ἀλλʼ οὐχ ὅθεν οὐδʼ εἰπεῖν ἔχομεν πλήν γε δὴ ὅτι ἀεὶ ἀνὰ πλέον εἰς θερμότερα ἀφικνεῖ, ἕως οὐκ ἔστιν ἀντισχεῖν. καὶ ὡς ἔοικεν, Αἰγυπτίων μὲν οἱ μὴ ἀποδημήσαντες οὐδὲ εἶδον χιόνα, ἀλλʼ οὐδʼ ἑτέρου λέγοντος δύνανται μαθεῖν, —ἡμεῖς γοῦν ὥσπερ ἄλλο τι τῶν ἀτόπων ἀφηγούμενοι διδάσκειν οὐκ εἴχομεν, ἀλλʼ ὥσπερ ὅσα ἑρμηνέως ἐδεῖτο ὅλως πρὸς τοὺς βαρβαρίζοντας αὐτῶν, οὕτω τοῦτο ἄγνωστον ἦν—οἱ δʼ ἐπὶ τῇ τῆς μεσημβρίας ἀρχῇ χιόνος πλέον ἢ θέρμης ἔχουσι; καὶ τί γένοιτʼ ἂν τούτου τραγικώτερον ψεῦσμα, ἄν τʼ Εὐριπίδης ἄν τʼ Αἰσχύλος αὐτὸ συνθῇ; αὐτῆς γοῦν

Αἰγύπτου τὰ πρῶτα πρὸς τὰ τελευταῖα πλέον ὡς εἰπεῖν διαλλάττει ἢ ἄλλο ἔθνος πρὸς αὐτὴν Αἴγυπτον· τοσοῦτον τὰ ἄνω προφέρει καύματι. ἃ τοίνυν περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου τὰς πρὸς ἡμῶν καὶ τῆς θαλάττης τὸ πρὸς Αἰγύπτου οὔτε συμβαίνει οὔτε τις ἤκουσε πώποτε, πῶς ταῦτʼ εἰκὸς ἐπʼ ἀρχῇ τῆς μεσημβρίας εἶναί ποτε φῆσαι; κρύος καὶ πλῆθος χιόνος τοσοῦτον ὥστε τὸ ἐκείνης ὕδωρ πλέον ἢ τὸ κύριον εἶναι τοῦ ποταμοῦ· καὶ πνεύματα μεσημβρινὰ πνευμάτων πάντων σύνισμεν ὄντα θερμότατα, καὶ αὐτὸν τὸν ἥλιον μεσημβρίζοντα τὰ εἴσω φλέγοντα· ὃ δὲ τῶν ἐσχάτων ἐστὶ κρυμῶν καὶ χειμώνων καὶ τῆς παρʼ ἡμῖν ὥρας, ἡνίκʼ ἂν ᾖ χειμεριωτάτη, τοῦθʼ οὕτως ἄφθονον εἶναι τοῖς ἐκεῖ τιθέντες οὐκ αἰσχυνούμεθα, ἐὰν μὲν αὐτοὶ λέγωμεν τὸν λόγον, ὡς ἀναιδῆ ψευδόμενοι, ἐὰν δʼ ἑτέροις λέγουσι πιστεύωμεν, ὡς ῥᾳδίως ἐξαπατώμενοι; μικροῦ δʼ ἔγωγε δέω λέγειν μόνον τοῦτο μηδʼ ἐπείσακτον εἶναι τῇ χώρᾳ, καθάπερ φύσιν πολέμιον. καὶ μὴν ὅτι γε

σπουδάζεται τὴν θερινὴν ὥραν ἅπαντες σύνισμεν, ἀλλʼ ὅμως πάντʼ ἂν εὕροις ἐν τῇ μεγάλῃ πόλει τῇ Ἀλεξάνδρου πλὴν τούτου· καίτοι κράσπεδον Εὐριπίδου φωνῇ μάλιστʼ ἄν τις αὐτὴν Αἰγύπτου προσείποι. εἶθʼ ὃ μηδʼ ἐπείσακτον αὐτοῖς ἐστι θέρους νόμῳ, τοῦτʼ ἄγειν τὸν Νεῖλον θέρους ὥρᾳ τοσοῦτον πλήθει; πάντων γε ἥκιστά μοι δοκεῖν. καὶ πρὸς μὲν Εὐριπίδην τε καὶ Αἰσχύλον καὶ ταῦτα ἴσως οὐχ ἱκανὰ, ἀλλὰ πέρα τῶν ἱκανῶν, οὕτως γε σαφοῦς καὶ

πρὸ ποδῶν ὄντος τοῦ ἐλέγχου, καὶ δεικνύντος ὅλως τὸ ἀδύνατον, ὥσπερ ἐν τοῖς ἄνω τῆς ἐκροῆς.

ἴωμεν δὲ ἐπὶ τὴν τῶν πολλῶν δόξαν ἤδη καὶ τοὺς χαρίεντας τοὺς πεποιηκότας αὐτήν· οἳ φασὶν ὕειν περὶ τοὺς ἄνω τόπους, ὅταν ὦσιν ἐτησίαι, καὶ τὰ νέφη παρʼ ἡμῶν ἐλαυνόμενα ἐκεῖ καταρρήγνυσθαι, ἐκ δὲ τῶν ὄμβρων τὸν Νεῖλον πληρούμενον εἰκότως μείζω τοῦ θέρους ἢ τοῦ χειμῶνος εἶναι. δεῖ τοίνυν σε μαθεῖν τὸ συμβαῖνον ἅπαν περὶ τὴν ἀνάβασιν. ὁ γὰρ Νεῖλος, ἡνίκʼ ἂν αὐτῷ ὡραῖον ᾖ, κατέρχεται τὰ ὑψηλὰ, κατέρχεται δὲ οὐ φανερᾷ τῇ προσθήκῃ οὐδʼ ὥστε ὀφθαλμῷ γνῶναι τὸ ὕδωρ ἐπιφερόμενον, ἀλλʼ ἀρξάμενος ἀπὸ δακτύλων ὀλίγων ἐπιδίδωσι τοσοῦτον ὥστʼ ἐν μησὶ μικροῦ τέτταρσι τοὺς τέτταρας ἢ πεντεκαίδεκα τούτους πήχεις πληροῦν περὶ Μέμφιν, κἀν τούτῳ τὴν προσθήκην ἄδηλον ἀεὶ παρεχόμενος καὶ ἑνὶ τούτῳ σημαίνων, τῷ καταλαμβάνειν ἑξῆς τὴν γῆν. πρὸς δὴ τί τοῦτο λέγω; ὅτι φασὶν ὥσπερ τοὺς παρʼ ἡμῖν ποταμοὺς ἐκ τῶν ὄμβρων τοῦ χειμῶνος αὔξεσθαι, οὕτω τὸν Νεῖλον τοῦ θέρους ἐκ τῶν ὄμβρων. εἰ τοίνυν τοῦτʼ ἀληθὲς ἦν, πρῶτον μὲν κατιόντʼ αὐτὸν ἐξαίφνης ἔδει

φαίνεσθαι μετέωρον. ὥσπερ γὰρ ὅταν κατὰ γῆς ἢ στερεοῦ φέρηται ῥεῦμα, οὕτως ἐπὶ τοῦ ἀρχαίου τὸ ἐκ τῶν ὄμβρων ἐπιθεῖ κεκυρτωκός. διὰ τί οὖν οὐ καὶ περὶ τὸν Νεῖλον ταυτὸν τοῦτο γίγνεται; οὐ γὰρ δή που ἅμα μὲν εἰς τοὺς ἄλλους ποταμοὺς ἀναφέρειν δεῖ καὶ τοῖς αὐτοῖς τεκμαίρεσθαι, ἅμα δʼ οὐ τοῖς αὐτοῖς ἐπʼ ἀμφοῖν χρῆσθαι σημείοις. καὶ γὰρ εἰ μὲν ἅπαξ ποτὲ οὕτω συνέβη, λόγος ἦν, εἰ δʼ ἀεὶ τοῦτον τὸν τρόπον αἴρεται, τί ἂν εἴποιεν; πρῶτον μὲν τοίνυν καὶ μέγιστον ὅπερ λέγω τοῦτο σημεῖον