Orationes 43

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἄνδρες οἱ περιλειπόμενοι Ῥοδίων, τῶν μὲν συμβεβηκότων οὔτε ἐπιλαθέσθαι ῥᾴδιον οὔτε μεμνημένους μετρίως φέρειν. μὴ γὰρ ὅτι ὑμῖν, οἵ ποτε εὔχεσθε Ῥόδον οἰκεῖν, ἀλλὰ καὶ τοῖς ὅλως τελοῦσιν εἰς Ἕλληνας, τίς ἂν μείζων συμφορὰ τῆς παρούσης γένοιτο, τοῦ κόσμου τοῦ κοινοῦ γένους ἀπολωλότος; μάλιστα δʼ ἄν τις στενάξειεν ἐνθυμηθεὶς ὅτι πρόσθεν μὲν τοῦτο μέγιστον εἰπεῖν ἦν περὶ τῆς πόλεως διαλεγόμενον, ὅτι παρὰ μὲν τοῖς ἄλλοις λόγους ἐστὶν ἀκοῦσαι καὶ τροπαίου τι λοιπὸν ἰδεῖν καὶ μνῆμα καὶ κρήνην, καὶ δείκνυσιν ὁ περιάγων ἐν ἀμυδροῖς τοῖς γνωρίσμασιν, οὑτοσὶ μὲν Σεμέλης θάλαμος, οὑτοσὶ δὲ Ἁρμονίας, ἢ Λήδας, ἤ τι τῶν τοιούτων, παρʼ ὑμῖν δὲ μόνοις γενόμενον ἦν ἰδεῖν ἀκριβῶς, οὐκ ἀκοῦσαι τὴν πόλιν ἥτις ἦν. ὥσπερ γὰρ ἀρτίως ἀπειργασμένης ἅπαντα ἐφαίνετο, ὥστʼ εἶναι τὸ πρᾶγμα μὴ θρήνῳ προσεοικὸς, ἀλλʼ ἔκπληξιν καὶ ζῆλον ἅπασιν ἔχον τοῖς ὁρῶσιν. εἰσπλέοντι μὲν εὐθὺς λιμένες τοσοῦτοι καὶ τηλικοῦτοι, προβλῆσι

λίθοις εἰς τὸ πέλαγος ἐξανεστηκότες, οἱ μὲν τοὺς ἀπʼ Ἰωνίας, οἱ δὲ τοὺς ἀπὸ Καρίας δεχόμενοι, οἱ δὲ τοὺς ἀπʼ Αἰγύπτου καὶ Κύπρου καὶ Φοινίκης, ὥσπερ ἄλλος ἄλλῃ πόλει πεποιημένος εἰς ὑποδοχήν. ἐπικείμενα δὲ τοῖς λιμέσι τὰ νεώρια ὅσα καὶ οἷα ἦν, ὅτε τῆς θαλάττης ἐκρατεῖτε, καὶ οὐδὲν ἐλάττω παρὰ τὸν χρόνον, οὐδʼ εἰκάζειν ἀναγκάζοντα ὅπου ποτʼ ἦν ἄρα, ἀλλʼ αὐτὰ ὁρώμενα ἐκπλήττοντα. ὧν καὶ τὰς στέγας εἴ τις ἄνωθεν κατεθεάσατο, εἴκασεν ἂν πεδίῳ κρεμαστῷ τινι. τριήρεις δʼ ἐπὶ τούτοις ὑπῆρχεν ἰδεῖν δικρότους καὶ τρικρότους καὶ εἰς ἑπτὰ καὶ εἰς ἐννέα

στοίχους, τὰς μὲν πλοΐμους, τὰς δʼ ἀποκειμένας ὥσπερ ἐν ταμιείῳ. ὧν εἴ τις ἐβούλετο πλεῖν ἡντινοῦν καθελκύσας, ἐξῆν. ἑτέρων δʼ ἐμβόλους χαλκοστόμους, τοὺς μὲν περὶ τοὺς λιμένας, τοὺς δὲ ἐν τοῖς ἄνω τόποις τῆς πόλεως μεμερισμένους σὺν πολλοῖς καὶ λαμπροῖς τοῖς λαφύροις, τοὺς μὲν ἀπὸ τοῦ Τυρρηνῶν λῃστικοῦ, τοὺς δʼ ἀπὸ τῶν ἔργων τῶν σὺν Ἀλεξάνδρῳ, τοὺς δʼ εἴ ποθεν αὐτῶν ἕκαστος εἰσῆκτο εἰς τὴν πόλιν. τεμένη δὲ θεῶν καὶ ἱερὰ καὶ ἀγάλματα τοσαῦτα μὲν τὸ πλῆθος, τηλικαῦτα δὲ τὸ μέγεθος,

τοιαῦτα δὲ τὸ κάλλος, ὥστʼ ἄξια εἶναι τῶν ἄλλων ἔργων χαριστήρια, καὶ ὡς μὴ εἶναι διακρῖναι τί τις αὐτῶν μᾶλλον θαυμάσειεν· ὧν γε καὶ ἓν τὸ τυχὸν ἱκανὴν ἑτέρᾳ πόλει φιλοτιμίαν εἶχεν. ἐπὶ δὲ τούτοις εἰκόνας μὲν χαλκᾶς πρὸς ἁπάσας τὰς ἐν τῇ λοιπῇ Ἑλλάδι, γραφὰς δὲ τέχνης πάσης ἄλλας ἀλλαχοῦ τῆς πόλεως ἀνακειμένας, καὶ κόσμους τοὺς μὲν μόνους ὄντας ἐνταῦθα, τοὺς δὲ καλλίστους· καὶ τὴν μὲν ἀκρόπολιν πεδίων καὶ ἀλσῶν μεστὴν, τῆς δʼ ἄλλης πόλεως οὐδὲν ἕτερον ἑτέρου ὑπερέχον, ἀλλὰ διαρκῆ καὶ ἴσην τὴν κατασκευὴν οὖσαν, ὡς γένοιτʼ ἂν οὐ πόλεως, ἀλλὰ μιᾶς οἰκίας. ἀγυιὰς δὲ ἐξ ἀρχῆς εἰς τέλος διηνεκεῖς, ἥκιστα ἀξίας καλεῖσθαι στενωπούς· λαμπρὰν δὲ λαμπρῶς ἀποτεταμένην πανταχῆ τὴν πόλιν. τὸ δὲ ἐπὶ πᾶσι καὶ πρὸ πάντων θαῦμα καὶ ὀφθαλμοῖς κόρον οὐκ ἔχον, τὸν τῶν τειχῶν κύκλον καὶ τῶν ἐγκαταμεμιγμένων πύργων τὸ ὕψος καὶ κάλλος, ἀντὶ λαμπτήρων τοῖς προσπλέουσιν ὂν, ὥστʼ εἶναι μόνον τοῖς εἰς Ῥόδον καταίρουσι καὶ προσορῶσι μείζοσιν εὐθὺς τὴν γνώμην γίγνεσθαι. τὸ δὲ πάντων κάλλιστον οὐκ ἀπηρτημένον τὸν κύκλον τοῦτον τῆς ἄλλης πόλεως οὐδὲ κενὸν οὐδὲν ἐν μέσῳ ποιοῦντα, ἀλλὰ προσεχῆ τῇ πόλει, ὥσπερ στέφανον κεφαλῇ περιθέοντα.

μόνην δὲ ἦν εἰπεῖν τὴν Ῥόδον καὶ κατʼ οἰκίαν καὶ κοινῇ τετειχίσθαι. ἐώκει γὰρ αὐλῆς ἕρκει τὰ τείχη καὶ τοσοῦτον ἠδύνατο παρὰ τὴν εἴσω πόλιν, ὅσον ὁρίζειν

αὐτὴν, ἐπεὶ τῇ γε ἀξίᾳ πάντʼ ἦν ἴσα. ὡς δʼ εἰπεῖν, ἓν ἀπῆν τῶν ἀρχαίων, τὸ ναυμαχεῖν· ἡ δʼ ἄλλη πᾶσα πόλις καθαρὰ καθαρῶς ἐσώζετο· καὶ μόνον εἶπες ἂν αὐτὴν παρακεχωρηκέναι τῆς ἡγεμονίας, νοῦν ἔχουσαν, αὐτὴν δʼ

εἶναι τὴν ποτὲ οὐκ ὄνομα ἄλλως, ἀλλʼ αὐτὴν ἥπερ ἦν. νῦν δὲ οἴχεται μὲν κάλλη λιμένων, πέπτωκε δὲ στεφάνων ὁ κάλλιστος, ἱερὰ δὲ ἀγαλμάτων ἔρημα καὶ βωμοὶ θυσιῶν, κενοὶ δὲ δρόμοι καὶ θέατρα ἀνδρῶν· οἱ δὲ νεώσοικοι ποῦ γῆς ἢ θαλάττης ἐγένοντο οὐδʼ ἂν εἷς εἰκάσειε τῶν οὐκ εἰδότων πρόσθεν· ὁ δʼ εἰκόνων ἀμφοτέρων ἀμύθητος ἀριθμὸς ὁμοῦ ταῖς πέτραις καὶ τοῖς λειψάνοις τῶν διαφθαρέντων σωμάτων ἀναπέφυρται καὶ διέσπαρται· οἴχεται δʼ ἐλέφας καὶ χρυσὸς τῆς τέχνης δεύτερος· οἱ δʼ ἀνέχοντες τὰ λάφυρα ἑκασταχοῦ τοῖχοι τῷ κόσμῳ συναπολώλασιν· ὅσα δʼ ἦν ξίφη καὶ δόρατα τῶν λαφύρων, ταῦτα ἀπὸ μὲν τῶν πολεμίων δεῦρο ἐκομίσθη, ἐν δὲ τοῖς κακοῖς ἐνταῦθα προσλελύμανται τοὺς παραπίπτοντας, ὡς ἂν μάλιστα λάβοι συμφορᾶς περιουσίαν. ἡ πόλις δὲ ἐν σκοπέλου μοίρᾳ λέλειπται, παρὰ τοσοῦτον οὐκ ἰσόπεδος, ὅσον οἱ τὴν μνήμην τοῦ πάθους ἀνακινοῦντες ἀνίσχουσι λίθοι. τοσοῦτον δʼ ὑπερβέβληκεν ἡ ταύτης συμφορὰ πάνθʼ ὅσα Ἑλληνικὰ ἀκοῇ παρειλήφαμεν, ὥσθʼ ὧν μὲν ἀρτίως ἐμεμνήμην, αὐτά γε δή που ταῦτα, βασίλεια δυναστῶν καὶ θάλαμοί τινες δείκνυνται, καί τινα καὶ τῶν πόλεων ἔτι λείπεται μέρη, καὶ φαίης ἂν ἐλάττους ἐκ μειζόνων αὐτὰς γεγονέναι· ἐνταυθοῖ δὲ οὐδʼ ὅσον τὸν περιάξοντα ἐνοικῆσαι λείπεται. κἀκεῖ μὲν ἂν μνῆμα καὶ τρόπαιον ἴδοις, ἐνταυθοῖ δὲ οὐδὲ τάφος μεμένηκεν ἀθῶος τῆς ἐπηρείας, ἀλλὰ καὶ ἔξω καὶ ἔνδον ὁμοίως πέπραγεν ἡ πόλις, καὶ γέγονεν ἀντὶ μνήματος αὐτὴ τοῖς πολίταις. ἀντὶ δὲ
τοῦ προσπλέοντας καὶ πελαγίους καθορᾶν τὴν πόλιν ἐπιβάντας δεῖ ζητεῖν τί ἕκαστον ἦν, ὄρος ἄωρον βλέποντας ἀντὶ πόλεως· τοσοῦτον τὸ παραλλάττον αὐτῇ παρʼ αὑτὴν καὶ τὰ τῶν ἄλλων ἀτυχήματα συμβέβηκεν. ὥστε συγγνώμη

πᾶν καὶ λέγουσι καὶ ποιοῦσιν ὑμῖν. ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων φέρειν χρὴ, τὸν παλαιὸν λόγον· ὀρθῶς ἔχειν νομίσαντας, ὅτι τὰ μὲν γεγονότα οὐκέτʼ ἂν ἄλλως ἔχοι, οὐδʼ εἰ πάντα μὲν αἰτιώμενοι καὶ κακίζοντες τὴν τύχην λέγοιτε, πάντα δὲ ὑμᾶς αὐτοὺς τρόπον ἀθυμίᾳ διαφθείροιτε· τὸ δὲ ταῦτα εἰς ὅσον ἐστὶ καλῶς ἐνεγκεῖν κέρδος οὐ μικρὸν ὡς ἐν τοιούτοις. ἐστὲ δὲ οὐκ ἀτυχημάτων ἐνδεεῖς, ὥστε προστιθέναι τούτοις, ἀλλʼ ἀφαιροῦντες μᾶλλον τῶν συμβεβηκότων καὶ τῆς ἐγχωρούσης ἀεὶ ποριζόμενοι ῥᾳστώνης ἀφορμὰς εὖ φρονοῖτʼ ἂν καὶ ποιοῖτε ἃ δεῖ. εἰδέναι τε χρὴ Ῥοδίους ὄντας ἔτι ὁπόσοι ποτὲ καὶ λέλειφθε, καὶ τοῦτο τὸ σεμνὸν καὶ τίμιον εἰς Ἕλληνας καὶ βαρβάρους ὄνομα προσαφῃρημένην ὑμᾶς τὴν τύχην, οὗ δεῖ φρονοῦντας ἄξια φαίνεσθαι.

καιρὸς δὲ νῦν εἴπερ ποτὲ, ὦ ἄνδρες Ῥόδιοι, σῶσαι μὲν ὑμᾶς αὐτοὺς ἐκ τῶν περιεστηκότων, βοηθῆσαι δὲ τῷ γένει τῆς νήσου, στῆναι δὲ πρὸς τὴν τύχην λαμπρῶς,

ἐνθυμηθέντας ὑμῶν τὸν τοῦ πολίτου κυβερνήτου λόγον, ὃς ἔφη χειμαζομένης αὐτῷ τῆς νεὼς καὶ καταδύσεσθαι προσδοκῶν τοῦτο δὴ τὸ θρυλούμενον, ἀλλʼ ὦ Ποτειδὰν, ἴσθι ὅτι ὀρθὰν τὰν ναῦν καταδύσω· ὡς οὐδὲν ἂν πράξας ἀγεννὲς οὐδὲ ταπεινὸν οὐδὲν τοῖς παροῦσιν, ἀλλὰ πάντα ἂν τὰ αὑτοῦ πληρώσας πρότερον ἢ κακῶς ἀπολούμενος· ὡς τοῦ μὲν ἀπολέσθαι καὶ καταδῦναι τὴν ναῦν τὴν τύχην κυρίαν οὖσαν ἀεὶ, τοῦ δὲ ἃ χρὴ πρᾶξαι πρὸ τούτου οὐκέτʼ ἐν ἄλλῳ τὴν ἀπαίτησιν, ἀλλʼ αὐτὸν αὑτῷ τινα τοῦτο ὀφείλοντα, καὶ οὗ μόνου κύριός ἐστιν, οὐχὶ δέον προλιπεῖν ἔτι ζῶντα. ὑμεῖς τοίνυν μὴ πεπτωκυῖαν τὴν πόλιν ἔτι μᾶλλον ἐπικαταβάλητε, ταπεινότητα τῷ καιρῷ προσθέντες, ἀλλʼ ἐπειδήπερ προκατέδυ πληγεῖσα, ὑμεῖς οἱ λοιποὶ μένετε ἐν ὑμῶν αὐτῶν. καὶ γὰρ αἰσχρὸν καὶ οἴκοθεν ἔστʼ ἔχον τὸ ἔγκλημα, ἑνὸς ἀνδρὸς ἀγεννεστέραν φανῆναι τὴν πόλιν ὑμᾶς τουτουσὶ καὶ μὴ δεῖξαι τοῦθʼ ὅτι καὶ δυστυχοῦντες ἴστε ὑμᾶς αὐτούς. οὕτω καὶ παρʼ ἀξίαν ταῦτα πεπονθέναι δόξετε. καλὸν γὰρ οἶμαι κἀν τοῖς ὅπλοις

νικᾶν, καὶ ναυμαχοῦντας τρόπαια ἱστάναι ἔχει φιλοτιμίαν καὶ τῆς ἐπὶ τοῖς τοιούτοις σπουδῆς οὐκ ἄξιον τοὺς ἀγαθοὺς ἄνδρας ἐξίστασθαι, ὧν καὶ οἱ ὑμέτεροί ποτε ὄντες

πρόγονοι μεγάλην εἰκότως καὶ θαυμαστὴν δικαίως δόξαν ἐκτήσαντο. ἐπεὶ δὲ πᾶσαί τε ὑποθέσεις τῶν τοιούτων ἀγώνων ἐξήκουσι καὶ τὰ τῶν νῦν καιρῶν ἕτερον ἀγῶνα ἀπαιτεῖ παρʼ ὑμῶν, τοῦτον ὑποστῆναι δεῖ. καὶ πολὺ τοῦθʼ ὑμῖν ἐνδοξότερον καὶ κάλλιον ἐκείνων τῶν ἀγώνων, ἀντιτάξασθαι τῇ τύχῃ καὶ ταύτης στῆσαι τρόπαιον, εἰ καὶ σφόδρα ὑμῖν ἐνήλατο τὴν πρώτην. τῆς μὲν γὰρ ἐκεῖ νίκης οὐδεὶς τηλικοῦτός ἐστιν ὅστις ἐστὶ κύριος διὰ τέλους, ἀλλʼ ὁ δαίμων τὸ πλεῖστον ἔχει μέρος, τῆς δὲ ἐνταῦθα ἡ γνώμη κυρία. ταύτην οὖν δείξατε ἔχοντες οἵαν χρὴ καὶ μὴ πάντʼ ἐλάττους τῆς τύχης γένησθε, ἀλλʼ ἀγωνίσασθε πρὸς αὐτὴν νῦν, ἐπειδήπερ ἔμπροσθεν οὐκ ἐξῆν. εἰ μὲν γὰρ ἔχομεν ἀξίως ἀποδύρασθαι, κἂν ἁπάσας τὰς ὑπολοίπους τοῦ βίου νύκτας καὶ ἡμέρας συνάψωμεν, τοῦτο ποιῶμεν. ἄξιον γὰρ Ἑλλάδι ἀνακαλέσαι γε οὐκ εἰς τρὶς μόνον, ἀλλὰ καὶ μυριάκις Ῥόδον οὕτω πεπραγυῖαν. νῦν δὲ τίς οὕτως ἢ λόγος ἐστὶν ἰσχυρὸς ἢ σοφιστὴς ἄκρος ἢ διαρκὴς ὅστις ἂν ἀξίως καταθρηνήσειε τὰ παρόντα, μὴ πολλοστὸν μέρος ὧν οἴεται λέγειν παραλιπὼν, ἀλλʼ ἑξῆς ἅπαντα; τοῦτο γάρ ἐστι καὶ τὸ πάντων ἀτοπώτατον, ὅτι ὀδυρόμενοι τὰ συμβεβηκότα καὶ διεξιόντες ὡς ἀνυπέρβλητα τὰ πλεῖστα αὐτῶν παραλείπομεν καὶ οἰόμεθα λέγειν οὐ λέγοντες. τίς γὰρ ἂν ἢ τὰς συμφορὰς εἴποι πρὸς ἀξίαν τὰς καινὰς ταύτας καὶ ἀτόπους καὶ πέρα πάσης κακῶν φορᾶς γεγονυίας, ἢ τὴν ἀκμὴν αὐτὴν τοῦ περιστάντος ὑμᾶς πράγματος; τίς δʼ ἂν ἔτι σωφρονοίη τῆς σχετλίας ἐκείνης μεσημβρίας μνησθεὶς, ἐν ᾗ τὸ κακὸν πρῶτον ἤρχετο καὶ κατῄει, ἡνίκα εἱστήκει μὲν ἡ θάλαττα καραδοκοῦσα τὸ μέλλον, ὥσπερ ἄλλον τινὰ χειμῶνα μέγαν καὶ ἀνήκεστον προσδεχομένη, σιγὴν δʼ εἶχεν ἅπας ὁ ἀὴρ, ὥσπερ
προσδοκῶν τὸ ἐσόμενον, καὶ ὄρνιθες καὶ πάντα ἡσύχαζον ἐπὶ

τῷ μέλλοντι, ὑπέκειτο δὲ ἄρα ἡ πόλις τοιούτῳ παθήματι καὶ ἐπὶ ταύτην πᾶς ὁ σεισμὸς ἠρτύετο· ὁ δὲ ἥλιος τελευταῖα δὴ τότε ἐπέλαμπε τὴν ἑαυτοῦ πόλιν, καὶ παρῆν ἐξαίφνης πάντα ὁμοῦ τὰ δεινά. ὑπανεχώρει μὲν ἡ θάλαττα καὶ πᾶν ἐψιλοῦτο τῶν λιμένων τὸ ἐντὸς, ἀνερριπτοῦντο δὲ οἰκίαι καὶ μνήματα ἀνερρήγνυντο, πύργοι δὲ πύργοις ἐνέπιπτον καὶ νεώσοικοι τριήρεσι καὶ νεῲ βωμοῖς καὶ ἀναθήματα ἀγάλμασι καὶ ἄνδρες ἀνδράσι, καὶ πύργοι λιμέσι, καὶ πάντα ἀλλήλοις. ἐν ὅσῳ δὲ ἀνὴρ ἄγκυραν εἰς ἀπόπλουν ἀνήρτητο, μεταστραφεὶς οὐκέτʼ εἶχεν ἰδεῖν τὴν πόλιν, ἀλλʼ ἐγίγνετο πάντα ὁμοῦ, οἱ λιμένες ἐπὶ ξηροῦ, ἡ πόλις ἐν κόνει, δρόμοι κατʼ οἰκίας ἐκ στενωπῶν, εἰς στενωποὺς ἐξ οἰκιῶν, θάνατοι κατʼ οἰκίας, ἐν ἱεροῖς, ἐν θύραις, ἐν πύλαις. ἔξω μὲν τὰ μνήματα ἀνερρίπτει τοὺς κειμένους, ἔνδον δὲ ἐκρύπτοντο οἱ τελευτήσαντες· τῶν δʼ ὥσπερ τὰ εὐκταῖα ἀναθήματα χεῖρες ἐπʼ ἄκρων τοίχων, τῶν δὲ πόδες, τῶν δʼ ἄλλο τι λείψανον ἑωρᾶτο· καὶ οὐδὲ ταῦθʼ ἕκαστα ἐνῆν εἰκάσαι τίνων λείπεται. καὶ οἱ μὲν τὰς ἑαυτῶν φεύγοντες οἰκίας ἐν ταῖς ἑτέρων ἀπώλλυντο, οἱ δʼ ἐν ταῖς ἑαυτῶν ὑπʼ ἐκπλήξεως μένοντες, οἱ δὲ ἐκθέοντες ἐγκαταλαμβανόμενοι, οἱ δὲ ἀπολειφθέντες ἡμιθνῆτες, οὐκ ἔχοντες ἐξαναδῦναι οὐδὲ αὑτοὺς ῥύσασθαι, κακῶν ἐπιθήκην τὸν λιμὸν προσελάμβανον, καὶ τοσοῦτον κερδαίνοντες, ὅσον γνῶναι τὴν πατρίδα οὐκ οὖσαν, ἐπαπώλλυντο. τῶν δὲ διέκρινε τὰ

σώματα ἡ τύχη, καὶ τὰ μὲν ἡμίσεα εἴσω θυρῶν ἀπείληπτο, τὰ δʼ ἡμίτομα ἔξω προὔκειτο. καὶ τούτοις ἕτερα αὖ προσενέπιπτε σώματα, σκεύη, λίθοι, ὅ τι ἑκάστῳ φέρων ὁ σεισμὸς ἀνέμιξεν. οἱ μὲν προσεδόκων, οἱ δὲ τοὺς οἰκείους ἐζήτουν, οἱ δʼ οὐκ εἶχον πότερʼ αὑτοὺς ἢ τοὺς ἑαυτῶν ὀδύρωνται· οἱ δὲ ἀπῴμωζον τὴν πόλιν, οἱ δὲ ἐνεπίμπραντο, ὁμοῦ τῶν ὀρόφων καὶ τῶν ἑστιῶν γενομένων. οἱ δὲ παῖδας ἐξαρπάζοντες αὐτοὶ κατελαμβάνοντο, οἱ δὲ ἑαυτοὺς ἐπαπεκτίννυον. ὁ δὲ κῶμος ἦν ἄγριος τοῦ τότε ἀρίστου.

οἱ μὲν οὐ πρὸ πολλοῦ κληθέντες νυμφίοι ἔκειντο εἰς οὐδὲν καλὸν ᾁσαντες τὸν ὑμέναιον, οὐ ῥᾴδιον γνῶναι πότερον αὐτοὶ δυστυχεῖς, ἢ ἃς ἠγάγοντο οἱ δὲ ἀπὸ θαλάττης ἀναβεβηκότες τὴν πατρῴαν ἑστίαν ἀπιστοτέραν τῆς θαλάττης εὗρον· οἱ δὲ ἐπʼ ἀναγωγὴν σπεύδοντες τελευταῖα δὴ τότε οἴκοθεν ἀνήγοντο, προκαταδύσης αὐτοῖς τῆς πατρίδος.

κατεῖχε δὲ ὁμοῦ σεισμὸς θαλάττης, νεφέλης κτύπος, οἰμωγαὶ, πάταγος πτωμάτων, γῆς ἐκφυσήματα. οἶμαι γὰρ οὔτε τοὺς ὑπὲρ Αἴγυπτον καταρράκτας οὔτε τὴν τῆς ἔξω θαλάττης ῥαχίαν οὔτε σκηπτοὺς πυρφόρους οὔθʼ ὅ τι πλεῖστον ἠχεῖ κατʼ ἀνθρώπους τῷ τότʼ εἶναι κακῷ καὶ κτύπῳ παραβαλεῖν, ὃς ἐξ ἁπάντων εἷς ἠγείρετο συμμιγὴς, τὴν ἀπροσδόκητον καὶ ἄχαριν συναυλίαν πληρῶν, ἐφʼ ᾗ Ῥόδος ἐξωρμήκει· συνενήνεκτό τε εἰς ταυτὸν νεκροὶ, βωμοὶ, στέγαι, κόνις, αἷμα, ἔπιπλα, ὄροφοι, θεμέλια, οἰκέται,

δεσπόται, μέλη σωμάτων, εἰκόνες, σφαγαὶ, τάφοι, δεῖπνα. οἱ μὲν τοῖς σώμασι τῶν φιλτάτων σκηνοῦντες ἐλάνθανον αὑτοὺς, οἱ δὲ ἐζήτουν τὰ λοιπὰ ἑαυτῶν οἱ μὲν πόδας, οἱ δὲ χεῖρας, οἱ δʼ ὅ τι ἕκαστος ἐπηρώθη τοῦ σώματος, οἱ δὲ καὶ συνέθαπτον ταῦτα τοῖς οἰκείοις, οἱ δʼ ὑπὸ τῶν ἑκατέρωθεν ἐμπεσόντων συσχεθέντες ἠνείχοντο, οἱ δὲ πρότερον κατωρύχθησαν ἢ ἀπέθανον· πᾶν δὴ κακῶν εἶδος καὶ ἅ τις μηδεπώποτε ἐπενόησε, τότε πρῶτον εἰσεῖδεν. εὔξασθαι δʼ οὐκ εἶχον οἱ λοιποὶ πότερα ὅπως σωθῶσιν ἢ ὅπως ἀποθάνωσι. ποῖοι ταῦτα κήρυκες, ἢ τίνες ποιηταὶ καταθρηνήσουσιν ἀξίᾳ τῇ φωνῇ; τίς ἀρκῶν διηγήσασθαι; ποῖον γὰρ πάθος ὀξύτερον, εἰ δὲ βούλει, μακρότερον, ποίαν πόλιν Ἑλληνίδα ἢ βάρβαρον ἐν τῷ παντὶ χρόνῳ κατέλαβε τοιοῦτον; ὅτε ἀνατραπεῖσα μὲν ἡ πόλις ἔκειτο θᾶττον ἢ ναῦς καταδῦσα πώποτε, ἡμέραι δὲ καὶ νύκτες ἐπιλαμβάνουσαι τοὺς μὲν ὅσον ἐμπνεῖν ζῶντας ἀνέφαινον

τραυματίας τῶν λοιπῶν τοῖς πλείστοις, τοὺς δὲ τελευτήσαντας σεσηπότας, οὐδʼ ὁτιοῦν ἔχοντας ἀκριβὲς τῶν μελῶν, ἀλλʼ ὡς ἑκάστου τι ἀφεῖλεν ἢ προσέθηκε τὸ πτῶμα. πυραὶ δʼ ἀήθεις ἐκάοντο ὁμοίως νύκτα καὶ ἡμέραν, ταῖς πρόσθεν ἱερομηνίαις ἀντίστροφοι· ἀντὶ δὲ χρυσείων καὶ ἀργυρείων μετάλλων διωρυχῆς τοὔδαφος τῆς πόλεως παρεῖχε καὶ εἰς μῆνας ἐκκαθαίρειν τοὺς κειμένους. καὶ πρότερον

μὲν, ὦ Ζεῦ, τὰς φονικὰς δίκας ἔξω πυλῶν ἐδικάζετε, ὡς οὐδὲ καταψηφίσασθαι θάνατον ἐντὸς τείχους εὐσεβῶς ἔχον ὑμῖν, νυνὶ δὲ ἐπὶ μιᾶς ἡμέρας τοσούτων ὄλεθρον ὁ δαίμων κατέγνω ἅμα τʼ εἴσω πόλεως καὶ σὺν αὐτῇ, καὶ τούτους ἐν αὐτῇ κάειν ἠναγκάζεσθε οἱ λοιποὶ, καὶ τὴν ἄβατον τοῖς ἀνδροφόνοις πόλιν ταφὴν τῶν ἀπολλυμένων ἑκάστῳ κατέστησε. καὶ τὰ μὲν πρόσθεν λεγόμενα ταῦτα μυθολογήματα ἦν, ὅτι τήνδε τὴν νῆσον οὖσαν ὑπὸ τῇ θαλάττῃ καὶ κεκρυμμένην Ἡλίῳ δῶρον ἀνεῖσαν θεοὶ, τὰ δὲ νῦν εἰς τοὐναντίον περιέστηκε διηγεῖσθαι, ὅτι ἥδε ἡ πόλις κατὰ γῆς ἔδυ καὶ ἀπῆλθεν ἐξ ἀνθρώπων, ὄντος ὑπὲρ γῆς ἡλίου, καὶ ἐπεῖδεν ἥλιος ἐν Ῥόδῳ τὰ ἀθέατα θεάματα ἑαυτῷ. καὶ Ὅμηρος μὲν πλοῦτον ἔφη καταχέαι τὸν Δία τῇ νήσῳ καὶ τοῖς περὶ Τληπόλεμον προγόνοις ὑμῶν, καὶ Πίνδαρος παραλαβὼν ὗσαι χρυσὸν νεφέλην ξανθὴν ἐπιστήσαντα. νῦν δὲ οἷα κατέχεε δῶρα ὁ δαίμων, οἷον νέφος ἔστησεν ὑπὲρ τῆς πόλεως, ὡς ἀνάξια μὲν ἐκείνων τῶν πρότερον, ἀνάξια δὲ ὑμῶν καὶ τοῦ τῆς πόλεως σχήματος. καὶ νῦν Κάρπαθον μὲν καὶ Κάσον καὶ ἄλλας νήσους οἰκουμένας ἔστιν ἰδεῖν, οὐδὲν ἐχούσας ὅ τι εἴπωσι
καὶ παρʼ ὧν φόρον ἐκλέγειν ὑμῖν πρὸ τοῦ μικρὸν ἦν, καὶ ἄλλα πολίσματα ὑπόψαμμα λυπρὰ καὶ ἀμφισβητήσιμα. Ῥόδος δὲ, ὦ Ζεῦ, καὶ πάντʼ ἐφορῶν ἥλιε πλὴν Ῥόδου, νῦν οὐδαμοῦ, ἀλλʼ ὥσπερ οἱ τοὺς μύθους λέγοντες διηγεῖσθαι δεῖ τοῖς ἐπιγιγνομένοις τοὺς παρʼ ἡμῶν παραλαμβάνοντας, ὡς ποτὲ ἦν καὶ Ῥόδος ἀντιπέρας Καρίας πόλις ὥρᾳ καὶ μεγέθει περιφανὴς, καὶ τὸν τόπον δεικνύειν

ὡς τὸν Ἰαλύσου καὶ Καμείρου νῦν. καὶ τὸν μὲν τῶν Ἁλίων ἀγῶνα ποιήσετε, καὶ τὸ χωρίον μεμένηκε σῶν

οὗ ποιήσετε· ἡ δὲ ἐπώνυμος αὕτη τῆς Νύμφης τοῦ θεοῦ σχῆμα ἀκτῆς μετείληφε. καὶ πάλαι μὲν τὰ ἐκ τῶν γυναικῶν τῶν ἀποκειραμένων μηχανήματα ἐδείκνυτε τοῖς ἐπιδημοῦσι καὶ θαυμαστὸν ἦν, νῦν δὲ αὐτὴν τὴν πόλιν ἐν τοιαύτῃ θέᾳ λείπεται παριστᾶν καὶ δεικνύναι τοῖς εἰσαφικνουμένοις θέατρον καὶ βουλευτήριον, καὶ πίνακας ἡμιρραγεῖς καὶ σκοπέλους ἀντὶ πύργων δεικνύντας, οἰκτρὰ τῆς ὀνομαστῆς ποτε Ῥόδου τὰ λείψανα. μεγέθους δὲ ἑτέρων πόλεων εἰς τὸ μέσον λεγομένου οὔτε ἀντιλαβέσθαι ἐξέσται οὔτε μὴ ῥήγνυσθαι σιωπῶντα. ἁπλῶς δʼ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δʼ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ
μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους ἡ προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν ὅ φασι, γνωριζομένους, ὦ δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδʼ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδʼ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλʼ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε· καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ.

ταῦτα τοίνυν τὰ οὕτως δεινὰ καὶ παραμυθίαν οὐκ ἔχοντα, ὡς ἂν δόξαι τις, ἐνεγκεῖν δεῖ, μάλιστα μὲν δὴ καὶ πρῶτον κατʼ αὐτὴν τὴν τῆς ἀνάγκης συμβουλὴν καὶ τοσούτῳ μᾶλλον, ὅσῳ δακρύων χώραν παρελήλυθεν· ἃ γὰρ οὐκ ἔστι κατʼ ἀξίαν ὀδύρασθαι, πῶς οὐκ ἀναγκαῖον ἀπαλγήσαντας ἐᾶν καὶ τοῦτο δὴ τὸ λεγόμενον μύσαντας φέρειν; ἔτι δὲ τὰ μὲν φαῦλα τῶν ἀτυχημάτων οὐδὲν δεῖται μεγάλης τῆς πρὸς αὐτὰ παρασκευῆς, τὰ δὲ μείζονα ἀνάγκη μεγάλως καὶ φέρειν, οὐχ ἁπλῶς λέγω μεγάλως,

ἀλλὰ φρονήματι. ὥσπερ γὰρ πρὸς τοὺς μείζους τῶν πολέμων πλείονος δεῖ καὶ τῆς παρασκευῆς, τοὺς δʼ ἐλάττους κἂν ἀπὸ φαυλοτέρας διαφέροι τις, οὕτως καὶ τῶν δεινῶν ὅσα ὑπερβέβληκε μεγάλης δεῖται τῆς τῶν παθόντων ῥώμης πρὸς αὐτά. δεῖ δὴ κατὰ κράτος αὐτοῖς ἀνθίστασθαι καὶ παντὶ τῷ θυμῷ παρεσκευασμένους τὸν ἀγῶνα τοῦτον ἀγωνίζεσθαι, εἴπερ μὴ μέλλοι τις καταληφθεὶς

παρενεχθήσεσθαι, λογιζομένους ὅτι πρότερον μὲν οἱ τὰς εἰκόνας καὶ τοὺς ἀνδριάντας ὁρῶντες τὴν τῶν πεποιηκότων ἐκεῖνα τέχνην ἐθαύμαζον, νῦν δὲ τὴν ὑμετέραν ἅπαντες θαυμάσονται γνώμην, ἐὰν καὶ χωρὶς τούτων φαίνησθε φρονοῦντες ἐφʼ ὑμῖν αὐτοῖς. ὅλως δὲ ὥσπερ τὸν χρυσὸν ἡ βάσανος δείκνυσιν, οὕτω τοὺς ἄνδρας τοὺς ἀγαθοὺς κρίνουσιν αἱ συμφοραί· καὶ ὑμᾶς πάντα ταῦτα ὁποῖοί τινές ἐστε δείξει νῦν, ὁ σεισμὸς, ὁ ἐμπρησμὸς, ἅπαντα ὅσα ἠκολούθησεν ἑνὶ τῷ πρώτῳ κακῷ. καίτοι παράδοξον ποιῶ· δεόμενος γὰρ παραμυθίας αὐτὸς τῆς ἐφʼ ὑμῖν, ὑμᾶς κατέχειν ἀξιῶ. ὅ μοι καὶ αὐτὸ δικαίως ἂν συλλαμβάνοι πρὸς τὸ πείθειν. τοὺς γὰρ συμπεπονθότας ταῖς γνώμαις ἡγοῦμαι καὶ συμβούλους ἀξιοπίστους εἰκότως ἂν τοῖς εὖ φρονοῦσιν εἶναι. ὧν γὰρ τὰ αὐτὰ ἅπτεται καὶ φροντίζειν τούτους εἰκὸς περὶ τούτων καὶ λέγειν ἐπʼ εὐνοίᾳ καὶ τὸ δυνατὸν πρώτῳ τούτῳ βεβαιοῦν τῷ παραπλησίως διακειμένους ὅμως ἀξιοῦντας φέρειν φαίνεσθαι. ἡγοῦμαι δʼ ἔγωγε καὶ τὸ τηλικαῦτα ἀτυχεῖν οὐ τοῖς μικροτάτοις τῶν ἀνθρώπων ἀποκεῖσθαι οὐδὲ τοῖς οὐκ ἔχουσιν ὅθεν πέσωσιν, ἀλλὰ τοῖς δυναμένοις δέξασθαι τοῦτο τὸ μέτρον τῆς συμφορᾶς. ἀλλʼ οἴεσθε Σερίφου πρὸς θεῶν, ἢ Σύμης
ταυτησὶ τὸ πτῶμα τοῦτο, ἤ τινος ἄλλης τῶν πολλῶν καὶ ἐν κύκλῳ νήσων; Ῥόδος οἶμαι τοσούτων καὶ τηλικούτων εἶχε στερηθῆναι. ὑμῖν δὲ ἄμφω τὰ ἄκρα ὁ δαίμων ἀπένειμεν· ἀρετῇ τε γὰρ καὶ δυνάμει καὶ κατασκευῇ πόλεως ὑπερβάλλεσθε τῶν ἄλλων τὰς φανερὰς, ἐπεὶ δὲ ἔδει καὶ τῶν ἐναντίων πεῖραν λαβεῖν, ὡς οὐκ ἔδει, ἐξίσωσε καὶ ταῦτα ἡ τύχη τοῖς ἄνω πλεονεκτήμασι· μέγιστα δὲ

ἔχοντες μεγίστων ἐξεπέσετε. ὥσπερ δὲ Ἡσίοδος ἔφη τοῦ οὐρανοῦ καὶ τῆς γῆς συμπεσόντων μέγιστον ἂν γενέσθαι κτύπον, ὡς τοῦτο ὂν μέγιστον τῶν ἀφʼ ὑψηλοῦ πτῶμα, οὕτω τῶν ἐν γῇ Ῥόδος πεσοῦσα μέγιστον ἤχησε καὶ εἰς πλείστους ἡ αἴσθησις αὐτῆς ἀφίκετο καὶ Ἕλληνας. καὶ βαρβάρους, καὶ τούς γε Ἑλλήνων καὶ βαρβάρων ἄρχοντας αὐτούς. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ ἀποκεκόσμηται πᾶσα ἡ θάλαττα καὶ χηρεύει τὸ λοιπὸν ὧν ἥκιστα ἐχρῆν. ὥστʼ εἰκότως πλείστους καὶ τοὺς συναχθομένους ἔχετε. οὔτε γὰρ ἀφανὲς τὸ πρᾶγμα διὰ τὸ μέγεθος οὔτʼ ἦν ὅστις ὑμῖν ἐφησθήσεται. πάντων γὰρ κοινοὶ ξένοι καὶ φίλοι, πολλῶν δὲ καὶ σωτῆρες ἦτε, ἀγαθοὶ μὲν ἡγεμόνες καὶ προπομποὶ τῶν παραπλεόντων ἐπʼ ἀμφότερα τὴν νῆσον, ὧν ἐποίησεν Ὅμηρος ἐν μύθῳ Φαιάκων ἡδίους καὶ λαμπρότεροι, ὀνομαστοὶ δὲ καὶ τοῖς ἐπʼ ἐσχατιαῖς γῆς. ὥστε καὶ τοῖς οὐκ εἰδόσι τὴν πόλιν παρὰ τῶν εἰδότων ἀκούουσιν, εἰ καὶ τἄλλα καθʼ ἡδονὴν βεβιωμένα αὑτοῖς εἶχον λέγειν, τοῦτο γοῦν ἓν οὐκ ἐλάχιστον δοκεῖν ἐνδεῖν, ὅτι μὴ εἶδόν πω Ῥόδον. καὶ δῆτα καὶ ἀπορήσαι τις ἂν ποτέροις νῦν

μᾶλλον ἄξιον ὀδύρασθαι, πότερον τοῖς ἀθεάτοις τῆς πόλεως, ἢ τοῖς ὡμιληκόσιν. οἱ μὲν γὰρ ἐστέρηνται τοῦ καλλίστου θεάματος, οἱ δʼ ὧν εἶδον τοῦ μεγίστου, ὅσον δʼ ἐκέρδαναν, τοσοῦτον ἐζημίωνται· οὐ γὰρ ἀγνοοῦσιν ἡλίκον τι χρῆμα ἀπόλωλεν. ᾗ καὶ μάλιστα χρὴ προθυμηθῆναι εὐκόλως καὶ γενναίως τοῖς παροῦσι χρήσασθαι, ὅτι πολλοὺς θεατὰς καὶ μάρτυρας τοῦ πῶς αὐτὰ διοίσετε ἔχετε, οἷς καλῶς ἔχον ἐστὶ καὶ Ῥοδίων ἔργον ἐνδείξασθαι τῆς εὐγενείας τὴν περιουσίαν, ὅτι κἂν δεκάκις τὰ τείχη πέσῃ, τὸ γοῦν ἀξίωμα τῆς πόλεως οὐ πεσεῖται, ἕως ἂν εἷς λείπηται Ῥοδίων, ἀλλʼ ἑστήξει καὶ μενεῖ σῶν· ἵνα μὴ συνάχθωνται μᾶλλον ἢ θαυμάζωσιν ὑμᾶς, μηδʼ ἐπὶ θρήνων μέμνωνται

τῆς πόλεως, ἀλλʼ ἐπὶ ζήλω τῶν λειφθέντων· μηδʼ ὑμᾶς ἐκεῖνοι παραμυθῶνται πέμποντες, ἀλλʼ ὑμεῖς ἐκείνους, τὸ πάτριον τοῖς Δωριεῦσι σώζοντες φρόνημα, ὃ νῦν ἐν ὑμῖν μόνοις ἢ μάλιστά γε ἐδείκνυτο τῶν Ἑλλήνων.

καὶ ἔγωγε εἰ μὴ λίαν παράδοξα ἐρεῖν ἔμελλον, ὑμᾶς ἂν πρέσβεις ἐκέλευσα πέμπειν πανταχοῖ τῆς Ἑλλάδος, τοὺς παραμυθησομένους ἑκάστους καὶ κελεύσοντας μὴ κατοικτείρειν ὑμᾶς, ὡς οὐ πάτριον ὂν τῇ Ῥόδῳ καὶ ὑμῖν Ῥοδίοις οὖσι θρηνεῖσθαι μᾶλλον ἢ ζηλοῦσθαι· καὶ τῶν περιιόντων τούτων πρέσβεων καὶ αἰτούντων ἑτέρους ἕτερα οὐδὲν ἀτιμοτέρα τῇ πόλει κατʼ ἐμὴν δόξαν αὕτη ἦν ἡ

πρεσβεία. ἀναγκαῖα μὲν γὰρ καὶ ταῦτα οἶμαι καὶ χρείαν ἔχοντα—τίς δʼ ἂν ἐπιτιμήσειε; —πέμπειν ἑτέρους ἑτέρωσε ἐπαγγέλλειν, ὥσπερ πολίταις ἅπασι τοῖς Ἕλλησιν εἰσφορὰς κοινὰς ἐπιτάττοντας· καί μοι ταῦτα συνδοκεῖ. οὐ μὴν ἀλλὰ καὶ εἰς αὐτὰ ταῦτα τὸ σχῆμα ἐκεῖνο συντελοῦν ἦν. τίς γὰρ οὐκ ἂν ἐθαύμασε; τίς δʼ οὐκ ἂν ἐπήρκεσε; τίς δʼ οὐκ ἂν αὐτὸς αὑτῷ χαρίζεσθαι μᾶλλον ἢ ὑμῖν εἶναι τὸ τοιοῦτον ἐνόμισεν; ἀλλʼ εἰ μὴ περιπέμπειν ταύτην τὴν πρεσβείαν ἔνεστι μηδʼ ἐγχωρεῖ, πρὸς ὑμᾶς αὐτοὺς χρὴ ταῦτα διαπρεσβεύσασθαι, ἵνα καὶ τὸ τρίτον ἀποδῶτε οἷς ἀρτίως εἶπον δυοῖν, καὶ μὴ οὗ μάλιστα δεῖ μόνον ἐλλίπητε. μέγιστοι τῶν Ἑλλήνων μέγιστα ἐπλήγητε· ἄριστα ἐνεγκεῖν ταῦτα δεῖ, ἵνα πανταχοῦ τῶν μεγίστων τετυχηκυῖα ἡ πόλις φαίνηται καὶ ἐξ ἀρχῆς εἰς τέλος παραπλησίως ᾖ πράττουσα, καὶ δύο τοῖς ἄκροις προσήκουσιν ὑμῖν ἓν τὸ μέσον συγκαταληφθῇ καὶ τὰ νῦν δοκοῦντα εἶναι δεινὰ καὶ ἀνήκεστα, ὑπὲρ ὑμῶν γένηται. ὅσῳ γὰρ ἂν κρείττους αὐτῶν φανῆτε, τοσούτῳ πλέον εὐδοκιμήσετε. φασὶ δὲ καὶ οἱ ποιηταὶ περὶ τῶν ἡρώων ὡς ἄρα οἷς μὲν αὐτῶν ἀνέμιξε τὸν βίον ὁ θεὸς, ἀγαθῶν καὶ κακῶν μοῖραν ἐναλλάξας, τούτοις μὲν εὐκλήροις ἀπέδωκεν εἶναι, οἷς δʼ ἂν τὴν τῶν κακῶν καθάπαξ δῷ, τελέως ἀπέκναισεν. ὡς τήν γε τῶν ἀγαθῶν διηνεκῆ [διὰ τέλους] κτῆσιν οὐκ

οὖσαν ἀνθρώποις, ἀλλʼ ὄντας διπλοῦς τοὺς βίους τῶν

ἀνθρώπων, τοὺς μὲν ὅλως ἐν κακοῖς, τοὺς δʼ ἀναμίξ. ὑμᾶς τοίνυν τῆς τῶν ἀγαθῶν μοίρας πρῶτον ἠξίωσε καὶ ἐπὶ πλεῖστον. τοῦτο γὰρ δὴ καὶ μέγιστον ὑμῖν εἰς παραμυθίαν ἔστω, ὅτι οἷς μὲν ἐπρωτεύετε εἰς πολὺν ἀντέσχε χρόνον, καὶ καθʼ ἡμέραν ἑκάστην ἔπραττεν ἡ πόλις ἀξίως αὑτῆς, τὸ δʼ ἀτύχημα μιᾶς ἡμέρας, οὐχ ὅλης δὲ ὥρας, ἐὰν ὑμεῖς εὖ φρονήσητε, ἐγένετο. μὴ τοίνυν ὑμεῖς αὐτὸ παντὸς τοῦ χρόνου ποιήσητε, μηδʼ εἰς πλέον ἐκτείνητε τὸν σεισμὸν ἢ ἐν ὅσῳ τότε ἐπαύσατο. καὶ γὰρ ἄτοπον μέμφεσθαι μὲν τῇ τύχῃ καὶ δυσχεραίνειν τὰ συμβεβηκότα ὡς ὑπερβάλλοντα, ἃ δὲ ὁ σεισμὸς παρῆλθε, ταῦτα αὐτοὺς προσθεῖναι. τίνων οὖν κύριος ἦν ὁ σεισμός; καὶ τίνος ἐστὲ νῦν ὑμεῖς; ὁ μὲν τῶν οἰκιῶν καὶ τῶν τειχῶν καὶ τῶν σωμάτων καταρρῖψαι καὶ διαφθεῖραι, ὑμεῖς δὲ τοῦ λογισμὸν τοῖς συμβεβηκόσιν ἀντιθεῖναι. μὴ τοίνυν ἀνάσχησθε τοῦτο ὑμῶν ἐξελθεῖν μηδὲ συμπεσοῦσαν τοῖς ἄλλοις καὶ τὴν γνώμην, ἵνʼ ὅνπερ τρόπον πρότερον οἱ ναῦται καταίροντες καὶ ἀναγόμενοι ὡς ἐκ πλείστου καὶ ἐπὶ πλεῖστον τὴν πόλιν καὶ τὸν τῶν τειχῶν κύκλον ἑώρων, τοῦτον νῦν οἱ ταῦτα δυνάμενοι βλέπωσιν ἑστηκὸς τῇ πόλει τὸ φρόνημα καὶ ἴδωσιν ὅτι τοῦτο οὔτε σεισμὸς οὔτʼ ἐμπρησμὸς οὔτε χρημάτων στέρησις, οὐκ ἀφαίρεσις οἰκιῶν, οὐκ ἄλλο οὐδὲν οὔτε καθῄρηκεν οὔτε μὴ καθέλῃ ποτὲ, οὔτε σεσύληκεν οὔτε μὴ συλήσῃ ποτέ. ἂν τοῦτο ἑστηκὸς ᾖ, Ῥόδος ἕστηκε τοῖς ὀρθῶς ὁρῶσιν, ἐπεὶ καὶ αὐτὰ τὰ τείχη καὶ τὰ νεώρια καὶ τοὺς ἄλλους κόσμους τοὺς μετὰ τούτων
φρόνημα ἄνδρες ἔχοντες ἐκτήσαντο καὶ λογισμοὺς οἵους χρὴ περὶ πραγμάτων, καὶ ἦν ταῦτα ἀναθήματα τῆς ἐκείνων τῶν ἀνδρῶν γνώμης, οἳ ζήλου καὶ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας ἕνεκα πάντας μὲν πόνους ᾠήθησαν, πάντας δὲ κινδύνους ὑποστῆναι δεῖν, ἐξ ὧν ἔπλευσαν μὲν ἅπασαν ὅση πλόϊμος θάλατταν, ἠγωνίσαντο δὲ καὶ καθʼ αὑτοὺς καὶ ἐν συμμαχίαις πολλοὺς καὶ μεγάλους καὶ ἐνδόξους ἀγῶνας·

ὧν ἀξίους εἶναι δεῖ, λογιζομένους, εἰ καὶ παράδοξον εἰπεῖν τὴν πρώτην, ὅτι καὶ ῥᾷον ὑμῖν ἐστιν ἤπερ ἐκείνοις τότε ἔχειν ὅσα χρὴ τελέσασθαι. οὐ γὰρ ἀποστόλους πέμπειν οὐδὲ ἐξόδους ἐξιέναι δεῖ νῦν, οὐδʼ ἐναντία θεμένους τὰ ὅπλα τοῖς ἰσχύουσι κινδυνεύειν, οὐδʼ ἐκλείποντας τὴν πατρίδα ἄλλοτε ἀλλαχοῖ φέρεσθαι τῆς θαλάττης, χειμῶσι καὶ ἐχθροῖς τοῖς μὲν οὖσι, τοῖς δʼ ἐσομένοις ὑποκειμένους, ἀλλʼ οἴκοι μένοντας καὶ τὴν ὑμετέραν αὐτῶν καρπουμένους σωφρονεῖν. οὐ γὰρ καὶ ἡ νῆσος ἔδυ κατὰ τῆς θαλάττης, ὥστε μὴ εἶναι Ῥοδίων τοῖς λοιποῖς οὗ στῶσι.

τοῖς δʼ ἀβίωτον ἡγουμένοις, εἰ μὴ ἐν τοσαύτῃ καὶ τοιαύτῃ διάξουσι τῇ πατρίδι οἵᾳ πρόσθεν, ἐκεῖνο λέγω, καὶ μηδεὶς τραχυνθῇ πρὸς τὸν λόγον, ἦν χρόνος ἡνίκʼ οὔπω Ῥόδος ἦν ἡ πόλις αὕτη, ὡς μὲν οἱ ποιηταί φασιν, οὐδὲ ἡ νῆσος αὕτη, ἀλλʼ ἦν ταῦτα θάλαττα ψιλὴ ποτέ. ἀλλʼ ἔγωγε οὐ τοῦτο λέγω. ἀλλʼ ἐπὶ τῶν πρὸ Λυσάνδρου δή που χρόνων τοῦ Λακεδαιμονίων ναυάρχου σχεδὸν πάντες ἐπίστασθε ὅτι οὔπω συνῴκιστο ὑμῖν ἡ πόλις, ἀλλʼ ἦν τῆς νήσου μόνον τὸ ὄνομα, πόλις δὲ οὐκ ἦν πω Ῥόδος οὐδʼ ᾠκεῖτο ὑπʼ οὐδένων, ἀλλὰ τὰς παλαιὰς ᾤκουν τρεῖς,

ἅσπερ καὶ Ὅμηρος κατέλεξεν, οἱ κατʼ ἐκείνους τοὺς χρόνους Ῥόδιοι. συνελθόντες δʼ ὕστερον ἀπὸ πασῶν τῶν πόλεων μίαν ταύτην οὐ πᾶσι καλοῖς ἄρα τοῖς οἰωνοῖς ᾤκισαν, ἧς τὸ μέγα καὶ θαυμαστὸν ὄνομα καὶ σχῆμα καὶ κάλλος καὶ ὅ τί τις βούλεται λέγων οὐχ ἁμαρτήσεται. δύο τοίνυν οὗτος ὁ λόγος δύναταί μοι· ἓν μὲν, ὦ ἄνδρες Ῥόδιοι, ὑποθέσθαι τοῖς λογισμοῖς ὑμᾶς ἐπʼ ἐκείνων εἶναι τῶν χρόνων, ἡνίκʼ οὔπω τὴν πόλιν εἴχετε, καὶ φέρειν μετριώτερον· ἕτερον δὲ καὶ τὸ πᾶν, μηδὲ νῦν ἀπογνῶναί πω τὰ παρόντα μηδʼ ἀπειπεῖν, παραδείγματι τῷ τῶν προγόνων χρωμένους, ὅτι κἀκεῖνοι γνώμην ἣν δεῖ λαβόντες οὖσαν ἐξ οὐκ οὔσης ἀπέφηναν τὴν πόλιν καὶ μεγάλην τε ἐξ οὐδεμιᾶς καὶ θαυμαστὴν ἐξ ἀφανοῦς τὴν πρώτην.

ποῦ δὲ ἀνεκτὸν ἐστερημένοις τοιαύτης πόλεως ζῆν; μὴ πρὸς ἀνίαν ψιλὴν καταχρήσασθαι, ἀλλʼ εἰς ἐπανόρθωσιν τρέψαι τῶν συμβεβηκότων ἥτις ἂν οὖσα δυνατὴ φαίνηται. καίτοι πολὺ ῥᾴων ὑμῖν ἡ ἀνάληψις τῆς πόλεως, ἐὰν ὀρθῶς σκοπῆτε, ἢ ʼκείνοις ὁ ἐξ ἀρχῆς οἰκισμός. οἱ μὲν γὰρ οὐδʼ ἡντινοῦν ἔχοντες ἀφορμὴν παρὰ τοῦ τόπου, οὐ λιμένας, οὐκ εἰκόνας, οὐ κόσμους, οὐ λίθους, ὡς εἰπεῖν, ἐν πολλῇ βουλῇ καὶ ἀπορίᾳ καταστάντες οἶμαι πρῶτον ποῖ ποτε τῆς χώρας οἰκήσουσιν, οὕτω ταύτην ἀπέδειξαν, καὶ

τὸ μέγιστον ἁπάντων, πρὸς οὐδὲν ὑπάρχον παράδειγμα, ἀλλʼ εὑρόντες αὐτοὶ καὶ προθέντες πρῶτοι καθάπερ ὡς ἀληθῶς παράδειγμα πόλεως. ὑμᾶς δὲ οὔτε ζητῆσαι νῦν οὐδὲν δεῖ περὶ τῶν ὅλων καὶ εἴ τινα λείπεται τῶν ἀρχαίων παραβοηθεῖ· πολλὰ δὲ ταῦτά ἐστι πρὸς τὸ πᾶν, εἰ καὶ παντάπασιν ὀλίγα ὡς πρὸς τὰ πάντα. οὔτε γὰρ λιμένας προσχοῦν ὑμᾶς οὐδὲν δεῖ νῦν οὔτε βουλευτήριον οὔτε θέατρον ἀνοικοδομεῖν οὔτε ἄλση φυτεύειν. εἰσὶ δὲ καὶ εἰκόνες λοιπαί τινες ἐν πίναξι, καὶ τῶν χαλκῶν ἔργων ὅσον δεῖγμα καὶ τὸ μέγα ἄγαλμα καὶ τὸ ἡμέτερον τουτὶ χωρίον, ἐν ᾧ πολλὰ δὴ πολλάκις μεθʼ ὑμῶν ἠγωνισάμεθα. ὧν εἰ καὶ ὑμεῖς καταφρονεῖτε καὶ τὸ μηδὲν τὰ λοιπὰ κρίνετε, πρὸς τὰ ἀρχαῖα ἀναφέροντες, ἠγάλλοντʼ ἂν εὖ ἴστε ἕτεραι πόλεις εἰ καὶ μέρος παρʼ αὐτοῖς ἦν τι. καὶ μὴν οὐδὲ παράδειγμά γε ὑμᾶς δεῖ μεταπέμπεσθαι οὐδʼ ὑπερόριόν τινα ζηλῶσαι, ἀλλʼ ἀπὸ τῆς Ῥόδου τὴν Ῥόδον ἐκ παλαιᾶς νέαν ποιῆσαι. ἔτι δὲ οἱ μὲν ἐν πολέμοις τε καὶ ταραχαῖς, καὶ οὔτε αὐτοὶ πάνυ τι τὴν ἡσυχίαν ἄγειν δυνάμενοι τῆς τε ἄλλης Ἑλλάδος πάσης ἄνω καὶ κάτω φερομένης, πλέοντες ὁμοῦ καὶ στρατευόμενοι ᾤκιζον τὴν πόλιν, ὥσπερ τινὲς φρούριον ἢ στρατόπεδον ἐκτειχίζοντες ἐπὶ στρατείας. ὑμεῖς δὲ ἐπὶ πολλῆς μὲν εἰρήνης καὶ βαθείας ἡσυχίας, ἣ τὰ πάντων ἀνθρώπων καλῶς ποιοῦσα ηὔξηκε πράγματα, πολλῶν δὲ καὶ συλλαμβανόντων ὑμῖν, οὐ μόνον οὐ κωλυόντων, ἐξέσται τῶν Ἑλλήνων πολλοὺς

συνεπιλήψεσθαι, ὥσπερ ἔρανον κοινὸν τῷ γένει

πληροῦντας, τοὺς μὲν ἀποδιδόντας ὑμῖν εὐεργεσίας ἀνθʼ ὧν ἔτυχον αὐτοὶ δεηθέντες ποτὲ, τοὺς δὲ τὸ τῆς τύχης ἄδηλον ἐν ὑμῖν εὖ τιθεμένους, τοὺς δʼ αὐτὸ τοῦτο δεῖγμα ἐκφέροντας φιλοκαλίας καὶ μεγαλοπρεπείας τὸ ὑμῖν εἰς τὰ παρόντα συνεισενεγκεῖν. μέγιστον δὲ πάντων ἀνθρώπων ἄρχοντος ἐλπὶς, ᾧ μάλιστα χρὴ δοκεῖν εἶναι διὰ σπουδῆς ὡς ἂν οἷόν τε ᾖ τὴν πόλιν ἀναλαβεῖν, ὡς μὴ τὸ κάλλιστον αὐτῷ τῶν κτημάτων ἀτίμως ἐπὶ γῆς κέοιτο μηδὲ σκόπελοι καὶ κόνις τὰ Ῥόδου πράγματα εἴη τὸ λοιπόν.

ἐνθυμεῖσθαι δὲ χρὴ καὶ τὰ τῶν παλαιῶν. ἔστι μὲν ὡς ἀληθῶς ἀναίσθητον τὰ ὑμέτερα ἀντεξετάζειν τοῖς ὡντινωνοῦν· ὅπερ γὰρ εἶπον τὸ μόνον τὰς συμφορὰς ἐπικουφίζον οὐκ ἔστιν ἐν τοῖς παροῦσι, παράδειγμα· ὅμως δʼ εἰ καὶ μὴ τηλικούτων ἐστερήθησάν τινες, μηδʼ οὕτω πολυειδεῖ κακῷ περιέπεσον, ἀλλʼ οὖν πολλαὶ δὴ πόλεις αἱ μὲν ἀναστάτων τῶν ἐχόντων αὐτὰς γενομένων ἐρημίᾳ κατελύθησαν, αἱ δὲ κατεσκάφησαν, αἱ δὲ ἐνεπρήσθησαν· ὧν ὅσα γνωριμώτατα ἐκλέγοντας ἐνθυμεῖσθαι χρὴ καὶ λέγειν πρὸς ὑμᾶς αὐτοὺς ὅτι ἑάλω μὲν Ἴλιος, ἡ δυνατωτάτη τῶν ἐν τῇ Ἀσίᾳ πόλις κατʼ ἐκείνους τοὺς χρόνους, ἀλλʼ ὅμως οἰκεῖται νῦν Ἴλιος, καὶ ταῦτα δὶς, ὥς φασιν, ἁλοῦσα, ἅπαξ μὲν ὑπὸ Ἡρακλέους, δεύτερον δὲ ὑπὸ Ἑλλήνων κοινῇ τῷ θρυλουμένῳ πολέμῳ· φασὶ δέ τινες καὶ τρίτον

ἐν τοῖς κάτω καιροῖς. οἰκοῦνται δὲ Θῆβαι, δὶς καὶ αὐταὶ κατασκαφεῖσαι καὶ τῶν ἐν ἡλικίᾳ πάντων διαφθαρέντων· ὃ ἐνταῦθα οὐκ ἠκρίβωσεν ὁ σεισμὸς, εὖ ποιῶν κατὰ γοῦν τοῦτο τὸ μέρος. ὑμῖν δὲ ὡς ἐν δεινοῖς καὶ τούτοις τηλικούτοις κινδυνεύει τοῦτο καὶ ἀνεκτότατον συμβεβηκέναι. οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδʼ ἀνδρῶν χείρων φανεῖσα, οὐδʼ ἔστησεν ἀπʼ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδʼ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρʼ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλʼ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθʼ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε

αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλʼ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται. καίτοι τοὺς τοιούτους τῶν θανάτων οὐδὲ ἰδίᾳ ἐπὶ τῶν ἀνδρῶν ἀδόξους εἶναι συμβέβηκεν. ἀλλʼ Ἀμφιάραος δὺς κατὰ τῆς γῆς ὁμοῦ τῷ ἅρματι σεμνὸς ἥρως ᾁδεται, καὶ ὁ δεξάμενος τόπος τέμενος εἶναι δύναται τὸ λοιπὸν αὐτῷ. κινδυνεύω

δὲ εἰπεῖν ὅτι καὶ τοῦτο εἰς ἐγκώμιον τῇ πόλει συντετέλεκε. περὶ μὲν γὰρ τῆς τῶν Λακεδαιμονίων πόλεως ἔχομεν λέγειν ὡς οὐ διεγένετο ἀπόρθητος καὶ περὶ τῶν ἄλλων ἐστὶ τὸ μέλλον ὑποπτεῦσαι· πολλὰ δὲ τοῖς περιοῦσι κινδυνεύεται καὶ πολλοὶ παρʼ ἀξίαν ἤδη καὶ παρὰ πᾶσαν προσδοκίαν ὑπὸ τῶν τυχόντων ἐσφάλησαν, οἳ πρὶν ἐνταῦθα ἐλθεῖν ἀκραιφνὲς καὶ κρεῖττον ἁπάσης ἐλπίδος τὸ φρόνημα ἔσωζον, αὕτη δὲ βεβαίως ἀήττητος οἴχεται, ὥσπερ ἀνὴρ ἀθλητὴς ἐν ταῖς εὐτυχίαις καταλύσας τοὺς πόνους, καὶ τὴν ἔμπροσθεν ἀκμὴν καὶ δύναμιν καὶ λαμπρότητα ἐπεσφραγίσατο τῇ τελευτῇ. οὐ γὰρ εὖ πράξασα, εἶτα χεῖρον ἔπραξεν οὐδʼ ἀεὶ κατὰ μικρὸν ἕως ἀπέσβη, ἀλλʼ οὖσα μὲν ἦν μεγίστη, πρότερον δʼ εἰς τὸ μηκέτʼ εἶναι κατῆλθεν ἢ τῆς ὑπαρχούσης ἀξίας ὑφεῖλεν. ἃ χρὴ λογιζομένους μήτε ὑπερασχάλλειν τῷ συμβεβηκότι μήτʼ ἀπαλγήσαντας ἐᾶν, ἀλλʼ ἐκεῖνο ὁρᾶν ὅτι ὥσπερ ἐκ τῆς μεγίστης εὐτυχίας εἰς τοὔσχατον ἦλθεν, οὕτως οὐδὲν ἀπεικὸς καὶ οὕτως πεπραγυῖαν ἀναστῆναι πάλιν καὶ προσδέχεσθαι τὴν ἐπὶ θάτερον τῆς τύχης ἤδη μεταβολὴν, ὅσῳ καὶ συνηθέστερον τῇ πόλει τὸ εὖ πράττειν τοῦ κακῶς. καὶ τοῦ μὲν θεοφιλὴς εἶναι πολλὰ καὶ πάλαι καὶ νῦν ἐξενήνοχε δείγματα, τοῦ δὲ ἐναντίου τοσοῦτον ἀφέστηκεν ὅσον πλεῖστον ἐξῆν. διʼ ἃ πάντα χρὴ καὶ τὸ συμβεβηκὸς ἐνεγκεῖν ὡς πραότατα καὶ τῶν δευτέρων ἐρρωμένως ἀντέχεσθαι καὶ τὸν λόγον βεβαιῶσαι ὅτι οὐκ οἰκίαι καλῶς ἐστεγασμέναι οὐδὲ λίθοι τειχῶν εὖ δεδομημένοι οὐδὲ στενωποί τε καὶ νεώρια ἡ πόλις, ἀλλʼ ἄνδρες χρῆσθαι τοῖς ἀεὶ παροῦσι δυνάμενοι,
καὶ μὴ νομίζειν οὕτω τινὰ εἶναι συμφορὰν ἰσχυρὰν ἧς

μὴ καὶ λύσιν ἔστιν εὑρεῖν, μηδʼ οὕτως μικρὰς ἔχειν ἀφορμὰς διʼ ὧν οὐκ ἄν τις καὶ τῶν μεγίστων περιγένοιτο, ἐπισταμένους ἀκοῇ ὅτι Ἀθηναίων τῆς ἡγεμονίας στερηθέντων καὶ τὰ τείχη ταῖς ἑαυτῶν χερσὶ κατασκαψάντων καὶ τοσοῦτον μεταπεσόντων ἐκ τῆς ἀρχαίας εὐδαιμονίας, ὥστε ἐπὶ τριάκοντα αὐτῶν εἶναι δεσπόταις, καὶ τοῖς ἐκ Λακεδαίμονος φρουροῖς ἑβδομήκοντα ἄνδρες οἱ πρῶτοι συστάντες καὶ Φυλὴν καταλαβόντες τοσοῦτον αὖ μεταβαλεῖν ἐποίησαν ἅπαντα τὰ πράγματα, ὥστε κατέσχον μὲν τὸν Πειραιᾶ, κύριοι δὲ τῶν λιμένων κατέστησαν, ἔσωσαν δὲ καὶ ἑαυτοὺς καὶ τοὺς ἑαυτῶν, τὴν πόλιν δὲ ἐκομίσαντο καὶ τὴν πάτριον πολιτείαν, τὰς Λακεδαιμονίων φρουρὰς ἀπαλλάξαντες· ἐξ ὧν καὶ περὶ αὑτῆς βουλεύσασθαι καὶ περὶ τῶν ἄλλων Ἑλλήνων ἠδυνήθη πάλιν ἡ πόλις καὶ τὰ τείχη περιβαλέσθαι καὶ τὴν ἀρχὴν τῆς θαλάττης ἀναλαβεῖν διʼ ἑνὸς ἀνδρὸς φυγάδος Κόνωνος, ὃς ὅτε αἱ τριήρεις αὐτοῖς ἀπώλοντο ἐν Αἰγὸς ποταμοῖς, μόνος ἐξ ἁπάντων ἀποδρὰς ᾤχετο.

εἰ τοίνυν μήτε Θρασύβουλος ἀπέγνω τὰ πράγματα μηδὲ ἐνεθυμήθη, τί δʼ ἂν εἶεν ἑβδομήκοντα ἄνθρωποι πρὸς τὴν Λακεδαιμονίων ἀρχὴν καὶ τὴν κατέχουσαν τύχην τότε κοινῇ τὴν Ἑλλάδα—πάντες γὰρ ὁμοίως ὑποκεκύφεσαν αὐτοῖς—μήτε ὁ Κόνων ἀδυνάτων ἐρῶν ᾔσθετο, ὅτε οὐδʼ ὁτιοῦν ἔχων πλὴν τοῦ σώματος ἔγνω τὰ τείχη πάλιν τῇ πόλει στῆσαι καὶ τὴν ἀρχὴν ἀνανεώσασθαι, πῶς οὐκ εὔδηλόν ἐστιν ὅτι γνώμῃ καὶ φρονήματι καὶ καρτερίᾳ ψυχῆς τὰ πολλὰ τῶν πραγμάτων, ἀλλʼ οὐ τῷ πλήθει τῶν ὑπαρχόντων κρίνεται; τί δὲ δεῖ λέγειν τὴν παλαιὰν ἔκλειψιν αὐτῶν τῆς πόλεως, ὅτε ἐξεπίτηδες αὐτὴν

προήκαντο τοῖς βαρβάροις ἐμπρῆσαι καὶ ἱερὰ καὶ τάφους τοὺς ἐν τῇ χώρᾳ, τὴν ἐν Σαλαμῖνι βουλὴν ὑπὲρ τῶν Ἑλλήνων καὶ ὧν ἐκ τούτων ἔτυχον; οὐδεὶς γὰρ ταῦτά γε Ἑλλήνων οὐδὲ βαρβάρων ἀγνοεῖ, ἥκιστα δὲ ὑμεῖς, ὅσῳ καὶ παιδείᾳ πλεῖστον ἁπάντων προέχετε. καὶ νῦν μέν γε ὑμεῖς χρῆσθε τούτοις παραδείγμασι. γιγνομένων δὲ καὶ

ὑμῶν ἀνδρῶν ἀγαθῶν ἕτεροι μνημονεύσουσιν ἐν τοιούτοις καιροῖς καὶ παράδειγμα ὑμᾶς καὶ τὰ ὑμέτερα πρὸς αὐτοὺς καὶ τὰ ἑαυτῶν θήσονται πράγματα, ὥστε καὶ τῆς παρὰ τοῖς οὖσι δόξης ἕνεκα καὶ τῆς παρὰ τοῖς ἐπιγιγνομένοις καὶ τὸ μέγιστον τῆς ὑμετέρας αὐτῶν ἕνεκα σωτηρίας ἄξιον φιλοτιμηθῆναι καὶ τάξαι καὶ ὑμᾶς αὐτοὺς ἐν τῷ τῶν ἀπὸ μικρῶν τῶν λοιπῶν μεγάλα τὰ ἀρχαῖα ἀναλαβόντων ἀριθμῷ. ταῦτα καὶ τοὺς τετελευτηκότας ὑμῶν νομίζετε δεῖσθαι πατέρας καὶ ἀδελφοὺς καὶ τοὺς ἄλλους οἰκείους καὶ ἱκετεύειν πρὸς τῆς ἑαυτῶν μνήμης καὶ τοῦ λοιποῦ τῆς πόλεως ἐδάφους, εἴ τι χαρίζεσθαι βούλεσθε αὐτοῖς, μὴ περιιδεῖν τὸ τῆς Ῥόδου καθάπαξ ὄνομα ἀπελθὸν ἐξ ἀνθρώπων, ἀλλʼ ἐπαμῦναι καὶ ἀναστῆσαι καθʼ ὅσον δύνασθε. ἀνασταίητε δὲ εὐτυχεστέροις καὶ βελτίοσι τοῖς συμβόλοις, Ζεῦ καὶ πάντες θεοί.