Orationes 42

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ὥσπερ δὲ ἐν τρυτάνῃ φορτίων ἐξαιρεθέντων ἄνω καὶ κάτω κινούμεθα τὴν διὰ κενῆς, οὕτως ἔοικέ τι καὶ τρυφῆς ἐνεῖναι τῷ πράγματι.

οὐ παύσεσθε, ὦ θαυμάσιοι, καὶ γνώσεσθε ὅτι ταῦτα μὲν οἷς προσκείμεθα εἰ καὶ πολλοῦ τινος ἄξια, ἀλλʼ οὖν θνητὰ καὶ τῆς δευτέρας μερίδος, γνώμη δὲ ἀγαθὴ πάντων οἰκειότατον τοῖς κρείττοσιν, ἧς οὐκ ἐλάχιστον μέρος τὸ πρὸς φιλίαν ἐπιτηδείως ἔχειν; μὴ γὰρ οἴεσθε ἐν μὲν ταῖς πολιορκίαις τὸ διεσπάσθαι ταῖς φυλακαῖς ἁπάντων

ἀλυσιτελέστατον εἶναι, ἐν δὲ ταῖς πολιτείαις καὶ ταῖς πρὸς ἀλλήλους ὁμιλίαις τὰ πολλὰ μέρη λυσιτελεῖν, ἀλλὰ τὴν ἁρμονίαν εἴπερ που κἀνταῦθα κρατεῖν. οὗτος ὁ τῶν πόλεων κόσμος ἀληθινὸς, τοῦτο μέγιστον φυλακτήριον, τοῦτο σχῆμα κάλλιστον. ταῦτʼ ἐστὶν ἄνω βλεπόντων, οὐκ εἰς ὀρύγματα καὶ πέτρας, ταῦθʼ ὡς ἀληθῶς ἑορακότων τὴν φύσιν, οὐ τὴν τῶν λίθων οὐδὲ τῶν ξύλων, ἀλλʼ ὑφʼ ᾗ πάντα ἄγεται, ταῦτα ὃ τῆς θείας πολιτείας μέρος ἡμῖν ἐπιβάλλει μετειληφότων, ἐπεὶ καὶ τὸν πάντα οὐρανὸν καὶ κόσμον, ὃς τὸ κάλλιστον ἁπάντων σχῆμα καὶ πρόσρημα εἴληφε, μία δή που γνώμη καὶ φιλίας δύναμις διοικεῖ· καὶ μετὰ ταύτης ἥλιός τε πορεύεται τὴν αὑτοῦ χώραν φυλάττων διʼ αἰῶνος καὶ σελήνης φάσματα καὶ ἀστέρων φορὰ χωρεῖ καὶ ὡρῶν περίοδοι καὶ τάξεις ἑκάστων πρὸς ἄλληλα καὶ ἀποστάσεις τε αἱ καθήκουσαι καὶ πάλιν ἁρμονίαι φυλάττονται, νικώσης τῆς ὁμολογίας, διαφορᾶς δὲ οὐδεμιᾶς ἐνούσης οὐδὲ ἐγγιγνομένης, ἀλλὰ τῷ θεσμῷ πάντων συγκεχωρηκότων καὶ μιᾷ γνώμῃ περὶ παντὸς τοῦ προσήκοντος χρωμένων. ὥστʼ εἰ τὸ μιμεῖσθαι τοὺς κρείττους εὖ φρονούντων ἐστὶν, εὖ φρονούντων ἂν εἴη καὶ τὸ ὡς οἷόν τε μάλιστα ἕν τι τοὺς σύμπαντας αὐτοὺς ἡγεῖσθαι. ὑπάρχει δʼ ὑμῖν καὶ τῶν ἀνθρωπείων παράδειγμα ἐν ὀφθαλμοῖς τὸ μέγιστον, οἱ πάντα ἄριστοι βασιλεῖς, οἷς πολλῶν καὶ μεγάλων ὑπαρχόντων κάλλιστον εἶναι δοκεῖ ἡ πρὸς ἀλλήλους ὁμόνοια καὶ σπουδή. ἐκεῖνοι μέντοι πασῶν
πόλεων ἄρχοντες καὶ μειζόνων καὶ ἐλαττόνων ἁπάσαις

κεκοίνωνται. καίτοι πῶς οὐκ ἄτοπον μακαρίζειν μὲν αὑτοὺς ὑπὸ τοιούτων ἀρχομένους, τούτους δʼ εἰς ὅσον ἔξεστι μὴ ἐθέλειν μιμεῖσθαι; καὶ μὴν βασιλεῖς μὲν ἄριστʼ ἂν ἄγοιεν τὰ τῶν ἀνθρώπων πράγματα τοῖς τῶν ὅλων κυρίοις ὁμοιοῦντες ἑαυτοὺς τοῖς θεοῖς, πόλεις δʼ ἄριστʼ ἂν ἄγοιντο ἐγγυτάτω τῆς τῶν ἀρχόντων γνώμης ἰοῦσαι. ἡμῖν δʼ ὅσῳ καὶ διαφερόντως τῶν ἄλλων ὑπάρχει τιμᾶσθαι καὶ ὑπὸ τῶν βασιλέων καὶ ὑπὸ τῶν κατʼ ἐνιαυτὸν ἐπισκόπων ἀφικνουμένων—ὅθεν γὰρ ἠρξάμην ἐνταῦθα καὶ λήξω— πῶς οὐ καὶ τὴν πρόνοιαν εἰκὸς εἶναι πλείω τοῦ μή τι φαίνεσθαι ποιοῦντας ὃ μὴ τούτοις ἂν δόξειεν οὐ καλῶς ἔχειν; μηδαμῶς. ἀλλὰ καὶ τῶν θεῶν ἕνεκʼ αὐτῶν καὶ τῶν θείων βασιλέων καὶ πάντων τῶν ὄντων καλῶν καὶ νενομισμένων βουληθῶμεν καταστῆναι καὶ μίαν ταύτην εἰ οἷόν τʼ εἰπεῖν φιλονεικίαν φιλονεικῆσαι πρὸς ἀλλήλους οἵτινες ἄρξουσι πρῶτοι τῆς ὁμονοίας καὶ οἵτινες πλείω καὶ σαφέστερα τῆς εἰς τοὺς ἑτέρους ἀρετῆς ἔργα ἀποδείξονται. ἐγὼ μὲν οὖν καὶ βούλομαι ταῦτα καὶ προσδοκῶ, καὶ τοὺς λόγους τούτους εἰρῆσθαί μοι δεξαίμην ἂν μᾶλλον ἢ τὰ πλεῖστα καὶ μέγιστα τῶν οἰκοδομημάτων ἀνεστακὼς ὑμῖν εἶναι, πλὴν ἱερῶν λέγω. ὑμεῖς δὲ ἂν μὲν πείθησθε, ἔργῳ δῆλον ποιήσετε ὅτι ὑμῖν οὐδὲν ἡμάρτηται, τοῖς δὲ ἀποκνήσασι μέχρι τούτου μνησθῆναι περὶ τούτων πρὸς ὑμᾶς· ἂν δὲ ἑτέρως, ὃ μὴ γένοιτο, σχῆτε, καλὴν αὐτοῖς τὴν ἀπολογίαν ποιήσετε. δόξουσι γὰρ ὀρθῶς σεσιωπηκέναι, συνειδότες ὡς ὑμῶν μὲν οὐδένα βελτίω ποιήσειν ἔμελλον, αὐτοὶ δʼ ἅπασιν ὑμῖν προσκρούσειν. ὥστʼ ἀμφότεροι

φιλοτιμηθῶμεν, κἀμοί τε πρὸς ὑμᾶς εἰρήσθω μετὰ πάσης εὐνοίας ἅμα καὶ ἀνδρείας τὰ βέλτιστα, ὑμεῖς τε ὅτι οὐ μάτην ταῦτʼ ἐστὶ λέγειν πρὸς ὑμᾶς, ἀλλʼ ἴστε χρῆσθαι τοῖς τὰ βέλτιστα συμβουλεύουσι, τοῦτʼ ἐπιδείξατε.