Orationes 39

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἀφικόμεθα μὲν οὐ λόγῳ πρὸς Φίλιππον ἀγωνιούμενοι, ἀλλʼ ἔργῳ βοηθήσοντες ὑμῖν τε καὶ τοῖς ὑπολοίποις τῶν Ἑλλήνων πράγμασι. πολλῷ δʼ ἔτι νυνὶ σαφέστερον, ὦ

ἄνδρες Θηβαῖοι, γιγνώσκομεν ὡς ὀρθῶς ὑπὲρ ὑμῶν ηὐλαβήθημεν. τὸ γὰρ εἰς τοῦθʼ ἥκειν Φίλιππον τόλμης καὶ δεινότητος ὥστε πρῶτον μὲν ὅλως πρέσβεις ὡς ὑμᾶς, εἶτα βοήθειαν αἰτήσοντας ἀπεσταλκέναι, ἵνʼ ὑμᾶς τε ἀμαχεὶ λάβῃ καὶ τὰ πρὸς ἡμᾶς ὡς βούλεται διοικήσηται, σφόδρα τῆς τʼ ἐκείνου συνηθείας οἶμαι καὶ προνοίας ὑμῖν ἄξιον. τὸ μὲν οὖν πρᾶγμα καινὸν ἴσως εἶναι δοκεῖ ὑμῖν, τῶν πολεμίων προσαγόντων, ἑτέρους ὑπὲρ ὑμῶν ἥκειν πεφοβημένους, καὶ μὴ μόνον αὐτεπάγγελτον ἔχειν ὑμᾶς τὴν βοήθειαν, ἀλλὰ καὶ παράκλησιν προσεῖναι τοῦ ταῦτα δέξασθαι· αἰτούμεθα δʼ ὑμᾶς τοσοῦτον μιμήσασθαι τὴν τῶν Ἀθηναίων πόλιν εἰς τὰ ὑμέτερʼ αὐτῶν καὶ μὴ παρʼ αὐτοῖς τουτοισὶ τοῖς πρέσβεσι πρώτοις αἰσχύνην ὀφλῆσαι. εἰ γὰρ ἡμεῖς μὲν οἷς οὗτοί φασι τοσαῦτα πρὸς ὑμᾶς ὑπάρχειν ὑπεναντία, πάντα ταῦτʼ ἀνελόντες ἥκομεν συσσώζειν ὑμῖν ἀξιοῦντες τὴν πόλιν, ὑμεῖς δʼ οἱ μηδὲν ἔχοντες

ὑμῖν αὐτοῖς μέμψασθαι πάντʼ ἀκονιτὶ προήσεσθε, πῶς οὐ πάντων ἀλογώτατα πράξετε; ἔστι δʼ οὐχ ὅσον τις ἂν εἴποι τὸ διάφορον τῆς παρούσης ἡμέρας, ἀλλʼ εἰς ἔσχατον ἧκον, δουλεύειν μὲν αὐτοὺς Φιλίππῳ, συγκαταδουλοῦσθαι δὲ τοὺς ἄλλους Ἕλληνας, ἀγροικίσασθαι δʼ εἰς τοὺς ὑπάρξαντας χρηστότητι, τριῶν δὲ τῶν αἰσχίστων δόξαν παρὰ πᾶσι λαβεῖν, σκαιότητος, πλεονεξίας, ἀχαριστίας· ἢ μετὰ τοῦ πατρίου σχήματος οἰκεῖν τὴν πόλιν, τῆς κοινῆς ἐλευθερίας προστάντας μεθʼ ἡμῶν. ὃ καὶ θαυμάζω, εἰ τοὺς μὲν ἐκεῖνα τούτων μᾶλλον ὑμῖν προσήκειν ἡγουμένους μισεῖν ἂν δικαίως ἀξιοίητε, Φίλιππον δʼ ἡμῶν περὶ πλείονος ποιήσεσθε, ὃς ἐκείνοις ἐνόχους ὑμᾶς καθίστησι καὶ τοὺς λόγῳ βλασφημοῦντας ἐχθροὺς ἂν νομίζοντες, ἐκεῖνον εἰς συμμάχου τάξιν θήσετε, ὃς ἔργῳ τὰ χείριστα καθʼ ὑμῶν βεβαιοῖ. εἰ τοίνυν καὶ τὸ ταὐτὰ συμφέρειν ἱκανὴ πίστις οἰκειότητος, καὶ τὸ ταὐτὰ προσήκειν ἡγεῖσθαι βέβαιον δή που φιλίας σύμβολον. ἡμεῖς τοίνυν ἅπερ ἡμῖν αὐτοῖς προσήκειν ἡγούμεθα, ταῦτα καὶ ὑμῖν, εὐδοξεῖν, προβουλεύειν, προτιμᾶσθαι τῶν ἄλλων Ἑλλήνων.

ὥστε πῶς ἂν δικαίως ἑτέρους εὐνουστέρους ἡμῶν νομίζοιτε; οὐ γὰρ ἄλλα μὲν ἡμᾶς ἆθλα ἐὰν νικήσωμεν, ἄλλα δʼ ἐστὶν ἃ ὑμᾶς μένει, ἀλλʼ ἃ βουλοίμεθʼ ἂν ἡμῖν γενέσθαι

ταῦτα πρὸς ὑμᾶς κοινούμεθα. ὥστε ἃ τῇ ἡμετέρᾳ αὐτῶν πόλει παρὰ τῶν θεῶν αἰτοῦμεν, ταῦτα τῇ ὑμετέρᾳ συνευχόμεθα, ἥκιστα ἐγχωροῦν οἶμαι Φιλίππῳ πρᾶγμα, τὰς αὐτὰς εὐχὰς ὑπὲρ αὑτοῦ καὶ τῶν ἄλλων τινὸς ποιήσασθαι. τοιοῦτον γάρ ἐστιν ὁ δυνάστης, μηδένα τῆς ἴσης τιμᾶσθαι· εἰκότως, μᾶλλον δʼ ἀναγκαίως. ἅμα γὰρ τῶν ἴσων ἑτέρῳ μετέσται, καὶ αὐτὸς ὃ ζητεῖ, τοῦτʼ ἀπολώλεκε. δεῖ γὰρ οἶμαι τὸν μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι· ταῦτα δʼ ἀμφότερʼ οὐ ταυτὸν βούλεται. καὶ ταῦτʼ οὐχ ἡμᾶς ἐλέγχειν δεῖ τοῖς λόγοις, ἀλλὰ Φίλιππος ἔργῳ πιστοῦται. τίς γάρ ἐστι τούτου σύμμαχος, ὅστις οὐ χεῖρον πράττει τῶν πολεμίων; τοὺς μὲν οὖν ἐν μέρει πολέμους διʼ ἀπορρήτων ὡς τὰ πολλὰ ποιεῖται, ὥσπερ νῦν ἐφʼ ὑμᾶς ἥκει συγκρύπτων ὡς οἷόν τε τἀληθές· ἣν δʼ ἐν τῷ καθάπαξ ἔχει γνώμην, ὁμολογεῖ πρὸς ἅπαντας καὶ καταμηνύει διʼ ἑνὸς ῥήματος, ἄν τις ὀρθῶς τηρῇ. ὅταν γὰρ ἐν ταῖς ἐπιστολαῖς αὐτῷ καὶ ταῖς συνθήκαις πρῶτον ἁπάντων ᾖ, βασιλεὺς Μακεδόνων, πῶς οὐκ εἰς ἅπαντας κηρύττει τότε τὰ ἀπόρρητα τῆς γνώμης, καὶ τὸ μηδενὶ τῶν ἐλευθερίας ἐπιθυμούντων εἶναι τούτῳ χρῆσθαι μηδὲ πιστεύειν; οὐ γὰρ οὕτω γʼ ἀναίσθητος οὐδεὶς οὐδʼ ἔξω τοῦ φρονεῖν, ὅστις ἑνὸς μὲν ἔθνους καὶ τούτου κακῶν μεστοῦ καὶ οὗ μυρίοι βασιλεῖς ἤδη γεγόνασιν, ἀγάλλεσθαι κρατοῦντʼ αὐτὸν ἡγεῖται, τῆς δʼ Ἑλλάδος, ἣ μόνη τῶν ὑπὸ τὸν ἥλιον οὐδένα πώποτʼ ἔσχεν αὑτῆς κύριον, ταύτης δʼ οὔτʼ ἐπιθυμεῖν βασιλέα κληθῆναι οὔθʼ ἃ πράττει πρὸς ἄλλο τι τῶν πάντων ἔχειν τὴν ἀναφορὰν, ἢ ταῦτʼ ἐφεξῆς τὰ ῥήματα συνθεῖναι, Βασιλεὺς Ἑλλήνων Φίλιππος. μὴ δῆτα, ἀλεξίκακε Ζεῦ καὶ θεοί. θάτερα γὰρ καλλίω καὶ δικαιότερα, ἡμᾶς εἶναι τῶν ἐκείνου κυρίους. εἶτα λέγουσιν ὡς τὰ τῆς Ἀττικῆς βοσκήματα εἰς τὴν Βοιωτίαν ἥξει,
καθάπερ χρησμούς τινας ἐξηγούμενοι. Φίλιππος δέ γε οἶδε

μὴ ὅτι τἀκ τῆς Ἀττικῆς, ἀλλὰ καὶ τἀκ τῆς Μακεδονίας βοσκήματα ὑπὲρ τῶν ἑαυτῷ συμφερόντων διδόναι. γνῶτε δὲ εἰς τὸν Ἀνθεμοῦντα βλέψαντες, ὃν τοῖς Ὀλυνθίοις προεῖτο κατʼ ἀρχάς. εἶτά γʼ οἶμαι μεγάλους ἀνταπαιτεῖ τοὺς μισθοὺς ὕστερον· οὐ γὰρ μόνον βοσκήματα, ἀλλὰ καὶ παῖδας καὶ γυναῖκας καὶ τείχη καὶ πόλεις καὶ πάντʼ ἔχει συλλαβὼν, ὥσπερ τοῖς ἐπιορκήσασιν Ὅμηρος ἔφη συμβαίνειν, σὺν πολλοῖς καὶ μεγάλοις ὕστερον ἐκτίνειν τὰς δίκας. διαφέρει δὲ τοσοῦτον, ὅτι οὐ τοῖς ἐπιορκοῦσι ταῦτα συμβαίνει νῦν, ἀλλʼ οὗτος ταῦτʼ ἐπιορκῶν ἐργάζεται. καὶ πρός γε τοῖς βοσκήμασιν οἶδε καὶ χρυσίον τὸ ἐκ τῆς Μακεδονίας διδοὺς οὕτω τὰς πράξεις ὠνεῖσθαι, ὥσπερ τοὺς Ὀλυνθίων ἱππέας τούτων ἐπρίατο· καὶ ξύλων γε, ὥς φασιν, εὐφυῶν ἐκ τῆς Μακεδονίας, ἃ τοῖς ὑπάρχοις αὐτῶν προεῖτο. ἀλλʼ ὅμως οὐδὲν ἦν πλέον τοῖς Ὀλυνθίοις, τῶν ἐκ Μακεδονίας ξύλων ὡς αὐτοὺς ἐλθόντων, ἀλλʼ ἀνθʼ ὧν ἤρεψέ τις αὐτῶν τὴν οἰκίαν ἑαυτοῦ, ἀντὶ τούτων ἡ πόλις πᾶσα καθῃρεῖτο εἰς ἔδαφος. καὶ μὴν ὁ καὶ τὴν Ποτίδαιάν γε αὐτοῖς δεδωκὼς τἀκ τῆς Ἀττικῆς τρόπον τινὰ βοσκήματα ἐδεδώκει, ἐδεδώκει γὰρ τὰ ἡμέτερα· εἶτά γε αὐτοῖς ὡς βοσκήμασιν οἶμαι τοῦθʼ ὅ τι ἐβούλετο ἐχρῆτο.

ταῦτʼ οὖν πότερον δωρεὰς καὶ φιλανθρωπίαν καὶ κέρδη τῶν λαβόντων, καὶ ὡς ἄν τις εὐφήμως ὑποκορίσαιτο, ἢ δέλεαρ καὶ πάγην καὶ πραγμάτων θήραν καὶ τιμὴν τῶν ἀτίμων καὶ τῶν ὑπαχθέντων ὄλεθρον καὶ

συμφορῶν ὑποθέσεις καὶ μηχανήματα ἐπὶ τοῖς Ἕλλησι καὶ πάντα τὰ τοιαῦτα ἄμεινον καλεῖν; ὥσπερ τὸν ἵππον φασὶ τὸν δούρειον δῶρον τοῖς Τρωσὶ δοθῆναι παρὰ τῶν Ἀχαιῶν. οὐκοῦν ταῦτʼ ἐστὶ τὰ τοῦ κακοδαίμονος δῶρα καὶ ὧν ἥκιστʼ ἄν τις ἑκὼν εἶναι πόλει δέξαιτο καὶ ταύτας τὰς δωρεὰς, ἐπεὶ καὶ τῶν πρὸς Φωκέας πραγμάτων—καὶ μηδεὶς ὑμῶν ἐξαίφνης ἀκούσας ἐκπλαγῇ, ἀλλʼ ἑπέσθω τῷ λόγῳ καθάπερ ψήφους τιθεὶς ἀεὶ τὸ δεύτερον τῷ προτέρῳ συναρμόττων—καὶ τούτων δίκην ὑποσχεῖν, ἀλλʼ οὐ χάριν κομίσασθαι δίκαιος ὢν, ἐὰν ὀρθῶς ἐξετάζητε, φανήσεται. εἰ μὲν γὰρ ἐκείνους ὑμῖν συγκαθελὼν, μετὰ

ταῦτʼ ἦγεν ἡσυχίαν καὶ μηδὲν περιειργάζετο, τάχʼ ἄν τις ἔφη συμφέρονθʼ ὑμῖν αὐτὸν εἰργάσθαι· εἰ δʼ ἀρχῆς τῶν Ἑλλήνων ἐπιθυμῶν, καὶ ἵνʼ ἐφʼ ὑμᾶς αὐτοὺς ἀδεέστερον καὶ ῥᾷον ὁπηνίκα βούλοιτο ἀφίκοιτο, τί οὐκ ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐχθρὸν αὐτὸν ὅμοιον τίθεσθε ἀφʼ ἧς τοὺς Φωκέας προανεῖλεν; οὐ γὰρ μᾶλλον τοὺς Φωκέας ὑπὲρ ὑμῶν ἐτιμωρεῖτο ἢ νῦν ἐφʼ ὑμᾶς ὑπὲρ Φωκέων ἀφικνεῖται. καὶ γὰρ οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς οἱ μὲν Φωκεῖς φόβον αὐτῷ παρεῖχον καὶ συμφέρειν ἡγεῖτο ἀνελεῖν αὐτοὺς, ἅτε καὶ πρότερον περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς διανοηθέντας καὶ δόξαν θαυμαστὴν ἐπὶ τοῖς ἔργοις λαβόντας,

τὴν δὲ τῶν Θηβαίων πόλιν, οὗ ποθʼ ὡμήρευσε, παρὰ φαῦλον ἡγεῖτο διʼ αὑτοῦ ποιήσασθαι καὶ κατασχεῖν. τρεῖς γάρ εἰσι πόλεις πρὸς ἃς ἀναγκαῖον αὐτῷ συντείνειν τοὺς λογισμούς· ὧν ἡ μὲν Λακεδαιμονίων πορρωτάτω καὶ ὑφʼ ὑμῶν ἤδη σχεδὸν ἐξεληλεγμένη καὶ διʼ ἄμφω ταῦτα ἐλάττονος αὐτῷ λόγου, τὴν δʼ ἡμετέραν οὐδʼ αὐτὸς ἐγχειρεῖ λέγειν ὡς οὐκ ἐχθρὰν ἄγει· ἡ δʼ ὑμετέρα τῇ τε θέσει πρώτη καὶ κατὰ τοῦτʼ ἀναγκαία προλαβεῖν, καὶ τύχης ἕνεκα οὐκ ἀδεὲς τοῦτο, οὐδʼ ἧττον τῆς ἡμετέρας ὕποπτος, ἣν ἑτέρωσε ὁρῶσαν λαβεῖν ζητεῖ καὶ τοὺς εἰωθότας μισθοὺς τῶν εὐεργεσιῶν κομίσασθαι. διὰ ταῦτα οἱ Φωκεῖς καὶ τὸ Τιλφωσσαῖον ὑμνεῖται. οἷς γὰρ λογισμοῖς ἐχαρίζετο, τούτοις ἀναμιμνήσκει τὴν χρείαν ὠνούμενος, ὥσπερ ἂν εἰ καὶ οἱ θηρευταὶ πρὸς τοὺς ὄρνιθας λέγοιεν ὡς οὐκ ὀλίγον πόνον διʼ αὐτοὺς ἐπόνησαν, καὶ ἅμα δεικνύντες τὸ δέλεαρ τὴν χάριν ἀνταπαιτοῖεν. ὃν χρῆν εἰ τὰ μάλιστα ταῦθʼ ὑπὲρ ὑμῶν ἐτύγχανεν εἰργασμένος, αὐτὸν, ἀλλὰ μὴ ὑμᾶς, ἀναμιμνήσκειν, νῦν δʼ ἅπαντα ταῦτα ὑπερβὰς προσάγει μεθʼ ὅπλων τὴν αὑτοῦ κακίαν ἐπιδεικνὺς καὶ τὰ τέλη καθάπερ δράματος παρʼ ἐλπίδας ἐξάγων.

θαυμαστὰ δέ μοι δοκοῦσι λέγειν οἱ πρέσβεις καὶ παντάπασιν ἐναντία ἑαυτοῖς, οἵτινες τῷ μὲν Φιλίππῳ

φασὶ δεῖν χάριν ὑμᾶς ἔχειν, εἴ τι πώποτʼ ἐποίησεν ὑμᾶς εὖ, αὐτοὺς δὲ κελεύουσι προέσθαι πάντα τὰ πράγματα

ἐφʼ ὑμῖν ὄντα, καὶ τοσούτῳ χείρους Φιλίππου γενέσθαι περὶ ὑμᾶς αὐτοὺς ὥσθʼ ὁ μὲν εἰ καὶ μὴ τοῦτʼ ἐβούλετο, ἀλλʼ οὖν τινά γʼ ὑμῖν ἔπραξεν εἰς καιρὸν, ὑμεῖς δʼ ὧν οὐκ ἂν ἔχοιτε μείζω, ταῦθʼ ἑκόντες εἰς ὑμᾶς αὐτοὺς ἐξαμαρτήσεσθε, καὶ τοσοῦτον ἀφέξετε τοῦ μιμεῖσθαι ἐκεῖνον, ὥσθʼ ὁ μὲν ὑμῖν τοὺς πολεμίους παρέδωκεν, ὑμεῖς δʼ ἐὰν ἃ πείθουσιν οὗτοι ποιῆτε, ὑμᾶς αὐτοὺς τοῖς πολεμίοις παραδώσετε. τίνος οὖν ἕνεκʼ εἰπέ μοι λοιπὸν τῷ Φιλίππῳ χάριν ἕξετε, εἰ μηδὲν ὑμῖν τοῦ σώζεσθαι μέλει; ἐγὼ μὲν γὰρ ἐξ ἀμφοτέρων ἡγοῦμαι τῇ τότε κοινωνίᾳ τὴν νῦν ἐναντίαν εἶναι. εἰ μὲν γὰρ ὡς ἀληθῶς εὔνους ὢν ὑμῖν ἐκεῖνα προὐθυμεῖτο, αἰσχρὸν ἐκεῖνον μὲν ἐπαινεῖν τῆς προθυμίας, ὑμῶν δʼ αὐτῶν ἀμελῆσαι· εἰ δὲ πεῖρα καθʼ ὑμῶν ἦν καὶ παρασκευὴ τοῦ μέλλοντος χρόνου, δυοῖν, οὐχ ἑνὸς ὑμῖν ὀφείλει δίκην, τοῦ τʼ ἐπʼ ἐκείνων φενακίζειν καὶ τοῦ νῦν μεθʼ ὅπλων ἐπέρχεσθαι. ὥστʼ οὐ διʼ ἐκεῖνα ταῦθʼ ὑπακουστέον, ἀλλʼ ὑπὲρ ἀμφοῖν τῇ τιμωρίᾳ χρηστέον ἡνίκʼ εἴληπται. εὖ δʼ ἂν ἔχοι τῇ πονηρίᾳ τοῦ Φιλίππου χρησαμένους ὃ πρόσεστι ζημίας αὐτῇ φυλάξασθαι. οὐδεὶς ἀντιλέγει τὸ μὴ οὐ δικαίως Φωκέας ἀπολωλέναι, ἀλλʼ οὐ διὰ τοῦτο δίκαιος πιστεύεσθαι Φίλιππος. ἀλλʼ εἴ τι δεῖ καὶ περὶ Φωκέων εἰπεῖν, τῷ μὲν καθʼ αὑτοὺς μέρει δικαίως ταῦτα πεπόνθασιν, ὅσα δʼ εἰς Φίλιππον οὐκ ὀρθῶς. ὅταν γὰρ μὴ τοῦ θεοῦ χάριν μηδʼ ὑμῶν, ἀλλʼ ὑπὲρ τῆς αὑτοῦ πλεονεξίας, ἣν ἐν ἅπασι δείκνυσι, φαίνηται ταῦτα συμπράξας, ἐκεῖνοι μὲν ἴσως δικαίως ἀπολώλασιν, οὗτος δʼ οὐχὶ δικαίως ἀνῄρηκε. μὴ τοίνυν τῷ Φωκέας εἰκότως ἀπολωλέναι τὰ ὑμέτερʼ αὐτῶν εἰκῆ πρόησθε, μηδὲ συγκαταγνῶτε ὑμῶν αὐτῶν παθεῖν

ἅπερ Φωκεῖς. καὶ γὰρ ἐκείνους μὲν ἔχοιμεν ἂν εἰπεῖν ὡς προσήκοντα ἔπαθον πλημμελήσαντες περὶ τὸν θεὸν, ὑμεῖς δʼ ἀνθʼ ὅτου ταύτην ὑφέξετε νῦν τὴν δίκην οὐχὶ σύνισμεν ἡμεῖς γε. δεινὸν δέ μοι φαίνεται καὶ τοῦτο εἰ Φωκεῖς μὲν ὤφειλον δίκην, ἐπειδὴ τὸ ἱερὸν τὸ ἐν Δελφοῖς

κατέλαβον, ὁ δʼ οὐ μόνον τὸ ἐν Δελφοῖς ἱερὸν σεσυληκὼς, ἀλλʼ ἀντὶ μὲν τοῦ συλῆσαι τὸ ἱερὸν ἄγων τὰ Πύθια καὶ τοῖς Ἕλλησιν ἐξηγούμενος τὰ μηδὲν ἑαυτῷ προσήκοντα, ἀντὶ δὲ τοῦ τὸ ἐν Δελφοῖς μόνον συλῆσαι δύο μὲν καὶ τριάκοντα ὁμοῦ πόλεων ἱερὰ ἐπὶ Θρᾴκης οὐ σεσυληκὼς, ἀλλʼ ἀνῃρηκὼς, χωρὶς δὲ τούτων ἅπασαν τὴν Ἑλλάδα συλῶν καὶ οὐδὲν ἐξαίρετον ποιούμενος, οὐ νεὼς, οὐκ ἀναθήματα, οὐ τείχη, οὐχ ἵππους, οὐχ ὅπλα, οὐ χρήματα, οὐ σώματα, οὐ λιμένας, οὐ πολιτείαν, ἀλλὰ πάντα ὥσπερ ὑπὸ βροντῆς κινῶν, καὶ τὰ μὲν ἄρδην ἀφανίζων, τοῖς δʼ ὅ τι ἂν βούληται χρώμενος, οὗτος δʼ οὐχὶ δίκην ὀφείλειν δόξει τούτων, ἀλλʼ ὡς εὐεργέτης στεφανώσεται, καὶ ταῦθʼ ὑφʼ ὑμῶν, ὧν τῇ τάξει λελύμανται. εἰ δὲ μὴ, πότε βέλτιον ἐπράττετε, ὅπως δὲ μηδὲν ἀχθεσθῆτε, πότερον ἡνίκα Ἐπαμεινώνδας καὶ Γοργίδας καὶ Πελοπίδας ὑμῶν ἡγοῦντο καὶ Φίλιππον ὁμηρεύοντα ἐγιγνώσκετε, ἢ τούτου παρελθόντος εἰς τὴν ἀρχὴν καὶ ἡνίχʼ ὑμῶν οὗτος ἡγεῖτο τοσαῦτα χαριζόμενος, διʼ ὧν ἔμελλεν εἰσαῦθις ἀσθενεστέροις χρήσεσθαι; οἶμαι δʼ εἰ κατʼ ἀρχὰς εὐθὺς τοῦτον μισθὸν ὑμᾶς Φίλιππος ᾔτησε τῆς βοηθείας, ὑποκύψαι καὶ παραδοῦναι τὴν πόλιν αὑτῷ, μηδένα ἂν τοσούτου τιμήσασθαι τὴν πρὸς Φωκέας φιλονεικίαν.

μὴ τοίνυν ἅ γʼ ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχεσθε, ταῦτα νῦν ἀντʼ ἐκείνων δῶτε, ἀλλʼ ἐνθυμεῖσθʼ ὅτι πρῶτον μὲν οὐδὲν ἧττον ὑμῖν ἃ βούλεσθε πέπρακται, ὥστε μηδὲν σφόδρα τούτου δεῖν ἔτι· ἔπειτʼ εἰ καὶ δυοῖν αἵρεσις ἦν,

ἄμεινον Φωκεῦσι πολεμεῖν ἢ τοῦτον εἰσφρήσεσθαι. ἐκείνων μὲν γὰρ ἂν καὶ καθʼ ὑμᾶς αὐτοὺς ἐκρατήσατε καὶ μεθʼ ἡμῶν, ὥσπερ Λακεδαιμονίων πρότερον, καί τινʼ ἄλλον ἴσως τρόπον· εἰ δʼ ἅπαξ οὗτος ἐγκρατὴς ὑμῶν ἔσται, οὐκ οἶδʼ ὅ τι μεῖζον παρʼ ὑμῶν αὐτῶν εἰσαῦθις εὑρήσετε. εἶτα κἀκεῖνο μὲν ἦν ἂν μὴ λαβεῖν δίκην παρὰ Φωκέων, τοῦτο δʼ αὐτοὺς σῶσαι μὴ βεβουλῆσθαι. βέλτιον δὲ δήπουθεν ἄλλων φείσασθαι διʼ αὑτοὺς ἢ διʼ ἄλλους αὑτοὺς ἀξιοῦν ἀπολωλέναι. οὐ τοίνυν οὐδʼ ὅσʼ ἐβλασφήμησαν οὗτοι περὶ ἡμῶν οὐδένα νοῦν ἔχει. τί γὰρ ἂν γένοιτο ἀλογώτερον ἢ

κατηγορεῖν μὲν εἴ τι πρὸς ἀλλήλους ἡμῖν ὑπάρχει δύσκολον, εἰ δέ τι χρηστὸν νῦν πράξομεν συστάντες, ἀσχάλλειν καὶ μὴ συνιέναι τοῖς αὑτῶν λόγοις ἐλεγχομένους; εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα πέπρακται, τί κατηγοροῦσιν; εἰ δʼ ἡμάρτηται, τί οὐ τὰ βελτίω νῦν, ἐπειδή γʼ ἔξεστι, προαιρούμεθα; ὥσπερ γὰρ ἐκεῖνα ἐπιτιμήσεως ἄξια, οὕτω τά γʼ ἐναντία τοῦ κρείττονός ἐστι λόγου. ἡγοῦμαι δὲ νοῦν ἐχόντων εἶναι ὅσα μὲν τῶν ὑπαρχόντων καλῶς ἔχει, ταῦτα καὶ πρὸς τὸ λοιπὸν ἀξιοῦν μιμεῖσθαι καὶ τηρεῖν ὡς οἷόν τε διʼ ἀσφαλείας, ἃ δʼ οὐδʼ ὅλως πεπρᾶχθαι προσῆκε, τούτοις ὡς ἥκιστʼ ἀκολουθεῖν. οὐ γὰρ ἐπεξαμαρτάνειν ἦν ἄρα πάντων ἄριστον, ἀλλʼ ἐξ ἀρχῆς τὰ δέοντα βουλεύεσθαι, τούτων δʼ ἀμφοτέρων μέσον ἂν ἁμάρτημά τι συμβῇ, μεταγνῶναι. καὶ μὴν εἰ μὲν ὥσπερ ἡμῖν πρὸς ὑμᾶς, οὕτω καὶ ὑμῖν εἰς ἡμᾶς πέπρακταί τινα δυσχερῆ, τί μᾶλλον ἡμῶν ἢ ὑμῶν ταῦτα κατηγορήκασιν; εἰ δʼ οὐδὲν πώποτʼ εἰς ἡμᾶς ἡμάρτετε, τοῦ χάριν νῦν ἀξιώσετε πρῶτον, ἐν ᾧ καὶ τὰ ὑμέτερʼ αὐτῶν συμπροήσεσθε; θαυμάζω δʼ εἰ παρʼ αὐτὰ μὲν τὰ ἐγκλήματα καὶ τὰ μέγιστα τῶν ἐναντιωμάτων ἡμεῖς τε παρʼ ὑμᾶς ἦμεν καὶ ὑμεῖς ἡμῖν ἐπεκέχρησθε, ἐπεὶ δʼ ἐκεῖνά τε τῷ χρόνῳ κεκούφισται καὶ ταῦτʼ ἐπʼ ἐκείνοις γεγένηται, εἶτʼ ἐξ ἀρχῆς ἀγανακτήσομεν, καὶ χωρὶς

μὲν παραδείγματος σωφρονεῖν ἐπιστησόμεθα, τοσούτων δʼ ὑπαρχόντων οὐδὲν βελτίους ἐσόμεθα. ἀλλʼ εἰ μέν τις τοῖς ἑτέρων παραδείγμασιν ἐχρῆτο ὑπὲρ σωτηρίας, ᾤμεθʼ ἂν δεῖν προσέχειν, παρʼ ἡμῶν δʼ αὐτῶν ἔχοντες τοσαῦτα πῶς οὐ δεινὸν εἰ μὴ χρησόμεθα; καὶ μὴν εἰ μὲν ὅλως οὐδενὸς δεῖ μεμνῆσθαι, τοῦ χάριν ταῦτʼ ἀνακινοῦσιν; εἰ δʼ ὀρθῶς ἔχει, μνημονεύειν ἄμεινον τῶν ἐπὶ σωτηρίᾳ καὶ μὴ τὰ βελτίω παρέντας ἑκόντας ἔχεσθαι τῶν χειρόνων. ἡγοῦμαι δʼ εἰ πάντα τἀναντιώτατα ἡμῖν ἐπέπρακτο πρὸς ἀλλήλους, ἀφʼ οὗ τὰς πόλεις οἰκοῦμεν, καὶ πάντα πρὸς Φίλιππον ὑπῆρχεν οἰκειόταθʼ ὑμῖν ἄχρι τούτου, τήν γε παροῦσαν ἡμέραν εἰκότως ἂν ἅπαντα μεταστῆσαι. ὁ μὲν γὰρ ἐφέστηκεν ὑμῖν τελευταῖα ταῦτα κελεύων βουλεύσασθαι, ἡμεῖς δʼ ἥκομεν συνδιαλύσοντες ἅπαντα τὸν κίνδυνον. ὥστʼ εἴπερ

ἔδει καὶ μνησικακεῖν, ἐκεῖνός γʼ οὐκ εἴα.

ἡδέως δʼ ἂν ἐροίμην τοὺς τἀναντία πρεσβευομένους, πότερον ἀπὸ τοῦ μέλλοντος χρόνου ταῦτʼ ἀξιοῦσι κριθῆναι, ἢ τοῦ παρελθόντος. εἰ μὲν γὰρ ἀπὸ τοῦ μέλλοντος, τὰ μὲν παρʼ ἡμῶν ἐλευθερία, σωτηρία, τὸ πρώτους ἐν τοῖς Ἕλλησι τετάχθαι, πάντʼ ἐστὶ τὰ κάλλιστα· τὰ δʼ ἐξ ἐκείνου τί τις ἂν λέγοι, πλὴν ὅσον αὐτῷ τρέπειν εἰς κεφαλὴν τοὺς θεούς; ἀλλὰ μὴν εἴ γʼ ἀπὸ τοῦ παρελθόντος χρόνου δεῖ κριθῆναι, δειξάτω πάνθʼ ὅσα πώποτʼ ἔπραξε Φίλιππος εἰς ὑμᾶς δυοῖν βοηθείαιν ἡμετέραιν ἀντάξια, τῆς τε εἰς Ἁλίαρτον προτέρας καὶ τῆς ἐπὶ τὴν φρουρὰν ὕστερον· ὧν ἡ μὲν τῆς Βοιωτίας, ἡ δὲ τῆς Καδμείας Λακεδαιμονίους ἐξήλασεν. ἆρʼ ὅμοια ταῦτα τῷ πρὸς Φωκέας βοηθῆσαι; οὐκ ἴσθʼ ὅτι πρὸς μὲν ἐκείνους ἐκ περιουσίας ἠγωνίζεσθε, ἐν αἷς δʼ ἦτε ἀνάγκαις, τότε οὐδένων ἄλλων πλὴν ἡμῶν ἐδεῖσθε, παρεξετάζετε δὲ καὶ τίνες οἱ Φωκεῖς παρὰ τοὺς Λακεδαιμονίους καὶ πῶς ἔχοντες αὐτῶν

ἑκάτεροι. οὐχ οἱ μὲν τῶν Ἑλλήνων ἄρχοντες, οἱ δʼ οὐδένων ἄμεινον πράττοντες; καὶ ἐῶ λέγειν ὅτι Λακεδαιμόνιοι μὲν ὡσπερεὶ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν ἐνέβαλον, τὸ ἄστυ παρεξιόντες ἡμῶν, καὶ ταῦτʼ ἀτείχιστον ὂν τὸ κατʼ ἀρχάς· Φιλίππῳ δʼ οὐδὲν ἦν πρᾶγμα ἀπὸ Φωκέων, ἀλλʼ ἐν μέσοις τοῖς αὐτὸς ἑαυτοῦ συμμάχοις εἶχε Φωκέας. ἀλλὰ μὴν οἰκειότερον μὲν τὸ μέλλον ἅπασι τοῦ παρελθόντος—τὸ μὲν γὰρ ἀπηλλοτρίωται καὶ οὔτε χεῖρον οὔτε βέλτιον ἄν τις πράξειεν ὑπʼ αὐτοῦ, τὸ δὲ μέλλον ἐπέρχεται—ἡμεῖς δʼ ἐξ ἀμφοτέρων τῶν καιρῶν τοσοῦτον νικῶμεν, ὥστʼ ἐν μὲν ἐκείνῳ πολὺ τούτου κρείττους περὶ ὑμᾶς γεγενήμεθα, ἐκ δὲ τούτου μία ψῆφος ὑμῖν ἀπόκειται μεθʼ ἡμῶν γίγνεσθαι. οὕτως ἀμφοτέροις νικῶντες τῷ κυριωτέρῳ μειζόνως περίεσμεν. ἀλλὰ γὰρ ἕν τι χρηστὸν ὅμως τῆς πρεσβείας ἐστὶν αὐτοῦ. δείκνυσι γὰρ ὅπως πεφόβηται τὰς πόλεις καὶ ὅτι συστάντων ἡμῶν οὐδʼ ἡντινοῦν ἐλπίδʼ ἔχει περὶ τῶν πραγμάτων. ἡμέτερον τοίνυν ἐστὶν ὁρῶντας τὸν φόβον αὐτοῦ καὶ ὅπη σαθρός ἐστι μηδὲν ἀνεῖναι ῥώμης, ἀλλʼ ἐπικεῖσθαι καὶ παρελέσθαι

τὰς λαβὰς καὶ μὴ τἀκείνῳ συμφέροντα προκρῖναι. οὐ γὰρ εἴ τι δύσκολον ἡμῖν ὑπάρχει πρὸς ἀλλήλους, τοῦτʼ αὐτὸν ἄγει νῦν ὑπὲρ ὑμῶν ἀγανακτοῦντα, ἀλλʼ ἵνʼ ἀμφοτέροις ἀποχρήσηται, διὰ τοῦτο ταῦτʼ ἀναζητεῖ. ὥσθʼ ὅσῳ ἂν πλεόνων εὐπορήσῃ, τοσούτῳ μᾶλλον ἀπιστητέον αὐτῷ. οὕτω τοίνυν οὐδʼ ἐκεῖνος ὑμῖν πιστεύει, ὥστʼ οὐχ ἁπλῶς αἰτῶν πέπομφε τὴν βοήθειαν, ὡς ἄν τις θαρρῶν τοῖς ὑπάρχουσιν, ἀλλʼ ἑλέσθαι φησὶν ὁπότερα βούλεσθε, ἢ

συνεμβαλεῖν εἰς τὴν Ἀττικὴν, ἢ διεῖναι, ὡς ἄν τις μηδετέρου δικαίως τύχοι. λογίζεσθε γὰρ, εἰ μὲν, ὦ ἄνδρες Θηβαῖοι, συνεμβάλοιτε, καὶ τοῦτον τὸν τρόπον αὐτῷ χαρίσασθαι προέλοισθε, πλέονι χείρους γενέσθαι ἢ ʼκεῖνος ἐπήγγελκεν. ὅταν γὰρ ἐκεῖνος μὲν ἐξ ἴσου ποιῆται, ἄν θʼ ἡσυχίαν ἄγειν βούλησθε ἄν τε συστρατεύεσθαι, ὑμεῖς δὲ τὸ μεῖζον αἱρῆσθε, ὃ προστίθετʼ οἶμαι, τοῦτʼ εἰς ὑπερβολὴν φαυλότητος γίγνεται. καίτοι πῶς ἀνεκτὸν, ἢ πῶς δόξαν μετρίαν ἔχον, ὅταν μηδʼ ἀκούειν καθάπαξ τῶν δυναστῶν δέον, καὶ ταῦτʼ ἐπὶ τοῖς Ἕλλησι καὶ τοῖς ὁμοφύλοις, ὑμεῖς ὧν ἐφʼ ὑμῖν ποιοῦνται τὰ μείζω χαρίζησθε καὶ παρέρχηται τὴν χρείαν ἡ προδοσία; ἀλλὰ μὴν εἴ γε διήσετε, οὐκ εἰς χάριν ὑμῖν, ἀλλʼ εἰς ἔγκλημα ἀφίξεται τῷ χρόνῳ. νῦν μὲν γὰρ οἶμαι τὸν καιρὸν θεραπεύων στέρξειν ἐπαγγέλλεται, εἰ δʼ ἀπαλλαγείη τῆς πρὸς ἡμᾶς ἔχθρας, πρόφασιν τὸ μὴ συστρατεύσασθαι ποιήσεται. καὶ τοῦτο παρʼ αὐτῶν τῶν ἤδη συμβεβηκότων ἔξεστι μαθεῖν. ὑμῖν γὰρ, ὦ ἄνδρες Θηβαῖοι, Λακεδαιμόνιοι τοῦτό ποτʼ ἐγκαλέσαντες τὸ μὴ συνεισβαλεῖν εἰς τὸν Πειραιᾶ εἰς πόλεμον κατέστησαν. καὶ ὅτι παῖδες Λακεδαιμόνιοι πρὸς Φίλιππον εἰς δεινότητος λόγον καὶ τοῦ κακουργεῖν πάντες σύνισμεν δή που. καὶ μὴν κἀκεῖνο ἴσμεν περὶ Λακεδαιμονίων, ἐπεὶ καὶ τούτων ἐμνήσθην, ὅτι ἡνίκα μὲν τὸν πόλεμον τὸν πρὸς ἡμᾶς ἐπολέμουν, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἔφασκον ἐλευθερίας πολεμεῖν, καὶ τούτῳ τοὺς πολλοὺς προσήγοντο· ἐπειδὴ δʼ ἔπραξαν ἃ ἐβούλοντο, ἐπʼ αὐτοὺς τοὺς συμμάχους πρώτους ἐτράποντο καὶ τὸν πόλεμον εἰς ἐκείνους μετέστησαν.

Χίους μέν γε προθυμοτάτους τῶν νησιωτῶν περὶ αὐτοὺς

γενομένους καὶ σχεδὸν πᾶσι τοῖς Ἕλλησιν ἄρξαντας τῆς ἀφʼ ἡμῶν ἀποστάσεως τὴν πολιτείαν καὶ τὰ τείχη παρείλοντο, καὶ τοσούτων φυγῶν καὶ σφαγῶν ἐνέπλησαν, ὥστε εἰρήνην αὐτοῖς εἶναι δόξαι πάσας τὰς τοῦ πολέμου ταλαιπωρίας· βασιλέα δὲ τὸν μέγαν ἐκ γῆς καὶ θαλάττης ἐπολιόρκουν, φρουρὰν δʼ ἐφʼ ὑμᾶς ἔφαινον, καὶ μικρὸν ὕστερον εἰς Κόρινθον παρῆσαν.

ἂν οὖν, ὦ ἄνδρες Θηβαῖοι, καὶ νῦν ὁ Φίλιππος ἴδῃ τὰ ἐν χερσὶν ἀφέντας περὶ τῶν ὕστερον βουλεύεσθαι, τὸν πρὸς ἡμᾶς πόλεμον θέμενος κατὰ νοῦν τοὺς Λακεδαιμονίους μιμῆται καί τινος εὐπορήσας προφάσεως, ἢ καὶ χαίρειν ἁπάσας τὰς προφάσεις ἐάσας, ἁπλῶς οὕτως ὑμῖν ἐπιχειρῇ, πότερον καθʼ ἡμῶν τῶν Ἀθηναίων αὐτῷ ταῦθʼ ὑπηρετηκότες εἶναι φήσετε, ἢ καθʼ ὑμῶν αὐτῶν; ποτέρως δʼ ἂν ἄμεινον ὦ πρὸς Διὸς αὐτὸν ἐφʼ ὑμᾶς ἐλθεῖν οἴεσθε καὶ προθυμότερον, πότερον εὐθενούντων ἡμῶν καὶ τὴν τάξιν ἐχόντων ἥνπερ νῦν, ἢ μόνων ὑμῶν λειφθέντων καὶ μηδενὸς ὄντος ἀφʼ ἡμῶν φόβου τῷ τι νεωτερίζειν ἐπιχειροῦντι; καὶ μὴν τοσοῦτόν γʼ ἐπίστασθε, ὅτι εἰ τότʼ ἐν τοῖς Ἕλλησιν ἐνίκησε τὰ λεχθέντα ὑπό τινων, ὡς χρὴ τὴν πόλιν ἡμῶν ἀνδραποδίσασθαι καὶ τὴν χώραν ἀνεῖναι μηλόβοτον, οὐκ ἂν ὅθʼ οἱ Λακεδαιμόνιοι τὴν ἐφʼ ὑμᾶς στρατείαν ἐποιοῦντο, ὡς οὕστινας ἔλθητε εἴχετε. νῦν δὲ τὸ σωθῆναι καὶ περιγενέσθαι τὴν πόλιν ἡμῶν εἰς δέον οὐ μόνον ὑμῖν, ἀλλὰ καὶ πᾶσιν, ὡς ἔοικε, τοῖς Ἕλλησι κατέστη. οὐκοῦν εὔδηλον ὡς οὐδʼ εἰ νῦν τι πάθοιμεν, τὰ καθʼ ὑμᾶς ἀκίνδυνα, οὐδʼ εἰ μηδέπω πρότεροι κινδυνεύετε, ἀλλὰ μίʼ ἡμέρα τά τʼ ἐκεῖ, καλὸν γὰρ οὕτω λέγειν, καὶ

τἀνταῦθʼ εἰς τὸ δέον καταστήσει. σκέψασθε δὴ κἀκεῖνο ὅτι ὑμᾶς ᾐτιάσαντό τινες τὴν γνώμην ἐκείνην καθʼ ἡμῶν εἰπεῖν, ὑμεῖς δʼ ἐλθόντες παρῃτεῖσθε, λέγοντες ἀληθῆ, ὡς οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς πόλεως ἡ ψῆφος ἠνέχθη, ἀλλʼ εἷς ἀνὴρ εἶπε συνεδρεύων· ὥστʼ οὔτʼ ἐγκαλεῖν εἴχομεν ἔτι, βοηθεῖν τʼ ἐψηφισάμεθα. ἆρʼ οὖν, ὦ ἄνδρες Θηβαῖοι, τῶν αὐτῶν ἐστι τότε μὲν τῷ μηδὲν περὶ ἡμῶν ἐψηφίσθαι

δυσχερὲς ἰσχυρίζεσθαι καὶ τὴν αἰτίαν εἰς ἕτερον τρέπειν, νῦν δʼ ὃν ἴστε καθʼ ἡμῶν παριόντα ἐπὶ τῷ ποιῆσαι τοῦθʼ ὅ τι ἂν δύνηται, τούτῳ συμπράττοντας ἑκόντας ὀφθῆναι; καὶ μὴν εἰ μὲν ἀληθεῖς τις ἐκείνους εἶναι δοίη τοὺς λόγους ὑμῶν, οἷς ἀπολύεσθε τὴν μέμψιν, ὥσπερ ἡμεῖς γε πεπείσμεθα, οὐ μόνον αἰσχρὰ ταῦτα, ἀλλὰ κἀκείνοις ὑπεναντία· εἰ δὲ ψεύδεσθαι φήσετε, οὐχὶ πρέπονθʼ ὑμῖν αὐτοῖς ἀναθήσετε. μὴ τοίνυν ἐξὸν καὶ τότʼ ἀληθεύειν δοκεῖν καὶ νῦν τὰ δίκαια πράττειν, τρία ταῦτʼ ἀνθέλησθε τὰ χείριστα, ἐξ ἀρχῆς τε κακοὶ γνώμην γενέσθαι περὶ ἡμᾶς καὶ ληφθέντες ἀναισχυντεῖν καὶ νῦν αὖθις ἐξεπίτηδες πονηρεύεσθαι, μηδʼ ἀνθʼ ὧν ἥκομεν ἡμεῖς ὑμῖν ἐθέλοντες τοῦ κινδύνου κοινωνεῖν, ἀντὶ τούτων ὑμεῖς Φιλίππῳ συνεμβάλλοντες ἐφʼ ἡμᾶς φανεροὶ γένησθε. οὔτε γὰρ τῶν ἀρχαίων κοινωνιῶν ἄξιον οὔθʼ, ἵνα πάντα τἄλλʼ ἀφῶ, τῆς παρούσης γνώμης ἡμῶν.

ὅτι τοίνυν καὶ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε ἀποκλίναντες πρὸς ἐκεῖνον ἐνθένδε λογίσασθε. εἰ γάρ τις ἔροιθʼ ὑμᾶς ὑπὲρ ὅτου νῦν ἡμῖν ἐστι πόλεμος

πρὸς Φίλιππον, ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον πάντες ἂν οἶδʼ ὅτι φήσαιτε. εἶεν· πότεροι δὲ κρατήσουσιν, ἡμεῖς ἢ Φίλιππος, ἄδηλον οἶμαι παντὶ, πλὴν εἰ μὴ τοῖς θεοῖς. οὐκοῦν ὅτʼ ἄδηλον εἰ κρατησόμεθα, ἄδηλον εἰ δουλεύσομεν; καὶ μὴν ὅτι γʼ, ἂν πρόσθησθε Φιλίππῳ, τὸ κελευόμενον καὶ πεποιήκατε καὶ ποιήσετε παντὶ γνώριμον. δεῖ γὰρ οἶμαι μετὰ τῶν ἄλλων ἕπεσθαι καὶ πράττειν ἃ ἂν ἐκείνῳ δοκῇ. πῶς οὖν οὐ χείρους περὶ ὑμᾶς αὐτοὺς ἢ περὶ ἡμᾶς ἔσεσθε, εἴ γʼ ἃ τῷ πολέμῳ σφαλεῖσιν, ὃ μὴ γένοιτο, ἡμῖν ἀπόκειται, ταῦθʼ ὑμεῖς ἐν τῇ τοῦ ποτέροις δεῖ συμπολεμεῖν αἱρέσει πείσεσθε καὶ πρότερον δουλεύσετε πρὶν πότεροι κρατήσουσι γιγνώσκειν; δύο γὰρ δή που, κἂν ἄλλο τι συμβαίνῃ, παρά γʼ ὑμᾶς κερδαίνομεν· πρῶτον μὲν τὸν χρόνον, ὃν περὶ τούτων ἀγωνιζόμεθα, ἔπειτα τὸ μὴ δοκεῖν ἡμῶν αὐτῶν ἑκόντες τὰ χείριστα κατεγνωκέναι. ὥσθʼ ἃ μὲν ἡ τύχη δίδωσιν ἀνεκτὰ τοῖς εὖ φρονοῦσι, τὸ δʼ αὑτοὺς τῶν χειρίστων

ἑκόντας τιμᾶν οὐδὲν αἰσχύνης ἐλλείπει· καὶ γὰρ δικαίως αὑτῷ καὶ μὴ ποιεῖν εἰς ταυτὸν τελεῖ. καὶ μὴν εἰ μηδεὶς ὑμῶν ἄχρι τούτου νομίζει πρὸς Φίλιππον ἡμῖν εἶναι τὸν ἀγῶνα, ἄχρι τοῦ τὸ κελευόμενον ποιεῖν ἢ μὴ, ἀλλʼ ὑπὲρ αὐτοῦ τοῦ ἐδάφους καὶ τῶν ἐσχάτων ἔσεσθαι καὶ φύσει ταῦτα τοῖς ἀλλοφύλοις ὀφείλεσθαι, πρῶτον μὲν οὐκ εἰς καλὸν ὑμᾶς αὐτοὺς σχῆμα καθίστατε, ὅταν τῷ τοιούτῳ αὐτὰ συμπράττητε· ἔπειτα πῶς ὑμῖν γε θαρρεῖν ὑπὲρ τῆς ἐλευθερίας ἔξεστιν, ὅταν μηδὲ δουλεύειν ἀλλήλοις ἐξῇ, ἀλλὰ δέῃ καθάπαξ ἀπολωλέναι Φίλιππον, ἔγωγε προσθείην ἂν,

ὦ Ζεῦ; τίς δὲ καὶ ὁ νοῦς ἔσται τῆς συμμαχίας; εἰ μὲν γὰρ οὐκ ἐπιτρέψετε τούτῳ ταῦτα ποιεῖν, πῶς ἄξιον συνάρασθαι; εἰ δʼ ἄχρι παντὸς συμπράξετε, πῶς ἄξια ταῦτα τοῦ Διονύσου καὶ τοῦ Ἡρακλέους, οἳ παρʼ ὑμῖν φύντες ὑφʼ ἡμῶν πρῶτον ἐθαυμάσθησαν; οἷς νῦν ὑμεῖς πολλῷ δικαιότερον σπένδοιτʼ ἂν μεθʼ ἡμῶν καὶ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἢ καθʼ ὑμῶν αὐτῶν καὶ τῶν ὑπʼ ἐκείνων προκριθέντων. κἀκεῖνο μέμνησθε ὅτι νῦν Φίλιππος ὑμῶν ἐγγυτέρω ὥσπερ νέφος ἢ πῦρ, καὶ ὅτι οὐ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν βαδιεῖται, ἀλλʼ εἰς τὴν Ἀττικὴν διὰ τῆς Βοιωτίας. οὐ βαδιεῖται δὲ, ἐὰν οἵ τε θεοὶ τὰ δίκαια ποιῶσι καὶ ὑμεῖς σωφρονῆτε. καὶ τὰ μὲν ἄλλα λόγους καὶ χρόνους ἐστὶν ἐνδεχόμενα, ἅττα ποτʼ αὐτῷ περὶ ἡμῶν πράττειν ἔπεισι, τοῦτο δὲ ὁρῶμεν, πρὸς τοῖς ὅροις ὑμῶν ἁνὴρ, οὐκέτʼ εἰς Φωκέας ἐμβάλλων ὥσπερ πρὸ τοῦ, ἀλλʼ αὐτοῖς ὑμῖν τὰ ὅπλα, ἐπισείων, πάντως ἐπιβησόμενος τῶν Θηβῶν, ἂν δέχησθε· ὁμοιότατον πείθων ὥσπερ ἂν εἰ δυοῖν ἀνδροῖν ἑστώτων ἐπιὼν τὸν μέσον καὶ πρὸ αὑτοῦ τοῦτʼ ἀνέπειθεν, ὅτι διʼ αὐτοῦ τὸ σιδήριον ὤσας ἀποκτενεῖ τὸν ἕτερον, αὐτοῦ δὲ ἀφέξεται. [καὶ ἐφʼ ὑμᾶς τὰ πρῶτα τῆς πληγῆς, ἡμεῖς δὲ δεύτεροι.] θώμεθα ὅ τι βούλεσθε ὄνομα τῷ πράγματι, ἢ δέξασθαι ἡμᾶς συμμάχους, ἢ γενέσθαι αὐτοὶ σύμμαχοι, οὐδὲν διοισόμεθα· τὸν δʼ ἐπʼ ἀμφοτέρους ἰόντα κωλύοιμεν ἀμφότεροι, μάλιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, τοῖς θεοῖς τοῖς κοινοῖς τῶν

Ἑλλήνων πιστεύσαντες, οἷς ἡμεῖς τόνδε τὸν χρόνον

λειτουργήσομεν—οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ ὑπὲρ τοῦ γένους τοῦ παντὸς ὁ ἀγὼν ἔσται καὶ ἱερῶν καὶ τάφων καὶ τῶν ὑπολοίπων ἐλπίδων, ὧν πολὺ δή που μᾶλλον οἴεσθαι χρὴ μέλειν τοῖς θεοῖς ἢ τῆς Φιλίππου πλεονεξίας—ἔπειτα καὶ τοῖς πρότερον παραδείγμασι χρώμενοι, ὅσον αἱ πόλεις ἠδυνήθησαν ἐν ταὐτῷ γενόμεναι. καὶ γὰρ τὸ μήτε Φιλίππῳ προσγενέσθαι συμμάχους, ὥσπερ νῦν ὑμᾶς καθʼ ἡμῶν ἐθέλει λαβεῖν, ἡμᾶς τε ἀλλήλοις ὑπάρξαι μεγάλη ῥοπὴ καὶ μερὶς εἰς τὸ θαρρούντως δέχεσθαι τὰ ἀναγκαῖα.

καίτοι καὶ τοὐναντίον οὐχ ἧττον εἰκότως ὑμᾶς προτρέπει. εἰ γὰρ καὶ νῦν μεθʼ ἡμῶν γιγνομένοις ἔνι τις φόβος, ἦ που κομιδῆ καθʼ ὑμᾶς αὐτοὺς οὐ θαρρήσετε, ἄλλως τε κἂν τὰ ἡμέτερα ἐκποδὼν, ὃ μὴ συμβαίη, γένηται. ἃ χρὴ πάντα συλλογιζομένους μὴ πρὸς ἀθυμίαν τρέψαι τὸν φόβον, ἀλλʼ εἰς τὸ προθύμως ἃ γένοιτʼ ἂν, εἰ ῥᾳθυμήσομεν, κωλῦσαι, καὶ μὴ τὸν κίνδυνον νομίζειν χαλεπὸν, ἀλλὰ τὸ μὴ κινδυνεῦσαι περὶ τηλικούτων. πῶς γὰρ οὐκ αἰσχρὸν, ὦ ἄνδρες Θηβαῖοι, ὑπὲρ μὲν τῆς Μεσσηνίων κατοικήσεως τοιοῦτον πόλεμον Λακεδαιμονίοις πολεμῆσαι, καὶ φιλοτιμεῖσθαι τῇ πόλει ταύτῃ διʼ ὑμῶν οἰκουμένῃ, καὶ ὑπὲρ τῶν ἐν Ἀρκαδίᾳ φίλων εἰς Πελοπόννησον διαβαίνειν, καὶ μηδʼ ἐκείνων ἐπιτρέπειν τοῖς βουλομένοις μεταγνῶναι, ἀλλʼ ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου πάντα κίνδυνον αἱρεῖσθαι, ὑπὲρ δὲ τῆς ὑμετέρας αὐτῶν ἐλευθερίας ἅμα καὶ σωτηρίας, μᾶλλον δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, μὴ τολμῆσαι προβαλέσθαι τὰ ὅπλα, ἀπαντήσαντας πρὸς τὰ ὅρια Βοιωτίας, ἀλλὰ καὶ τῶν ἐγνωκότων τοὺς Ἕλληνας ἐλευθεροῦν κωλυτὰς καὶ προδότας γενέσθαι, καὶ λυμήνασθαι μὴ μόνον τοῖς κοινοῖς πράγμασιν, ἀλλὰ καὶ τοῖς ὑμετέροις αὐτῶν ἔργοις, ἀφʼ ὧν βεβόησθε. πολλὰ δὲ λοιδορησαμένων ἡμῖν Θετταλῶν καὶ Πύθωνος ἐν τοῖς

λόγοις, Θετταλοὺς μὲν ἐάσωμεν· ἱκανὴ γὰρ ἣν Φιλίππῳ διδόασι δίκην, ὥστʼ οὐ χαλεπαίνειν αὐτοῖς ἄμεινον ἢ

συνάχθεσθαι καὶ συνεύχεσθαι γενέσθαι γνώμης κυρίους. ὑμεῖς δὲ τοσοῦτον ἐνθυμεῖσθε, ὅτι, ἂν μὲν ἡμῖν πείθησθε, ἡμῖν ὁμοίως διακείσεσθε, ἐὰν δὲ Θετταλοῖς, τούτοις. οὗτοι μὲν τοίνυν τετραδαρχίας οἴκοι καταλιπόντες ἥκουσιν, ἡμεῖς δʼ οὐδένα δεσπότην πλὴν τῶν νόμων εἰδότες. καὶ μὴν καὶ κατʼ αὐτοὺς τοὺς λόγους οὗτοι μὲν ταῦτα συμβουλεύουσιν ἐξ ὧν βεβαιότερον δουλεύσετε, ἡμεῖς δʼ ἐξ ὧν τὴν ὑπάρχουσαν εὐδαιμονίαν αὐξήσετε. ἀλλὰ μὴν πρὸς Πύθωνα τὸν χρηστὸν μικρὰ ἀποκρινούμεθα. οὗτός ἐστιν, ὦ ἄνδρες Θηβαῖοι, Βυζάντιος· καὶ σκέψασθε μὴ πόρρωθεν ἡμᾶς οἵτινες φύσιν, καὶ ταῦτα οὐδαμῶς φιλικῶς ἡμῖν ἐκ τῶν ἔμπροσθεν δοκεῖ μένειν, ἡμεῖς τε οἱ Ἀθηναῖοι καὶ οὗτος, ἀλλʼ ἀπʼ αὐτῆς τῆς τούτου πατρίδος. οὗτος μὲν τοίνυν τοὺς οἴκοι προδοὺς Φιλίππῳ ζῇ, ἡμεῖς δʼ ἐπὶ Βυζάντιον ἐλθόντος Φιλίππου βοηθήσαντες ἐλύσαμεν τὴν πολιορκίαν καὶ τὴν πόλιν διετηρήσαμεν. οὗτος μὲν οὖν ἃ τοῖς αὑτοῦ πολίταις εἰσηγεῖται τὸ καθʼ αὑτὸν, ταῦτα καὶ ὑμῖν προξενεῖ, δουλεύειν, ἀκροᾶσθαι τοῦ χείρονος, ἐν προσθήκης εἶναι

μέρει· ἡμεῖς δʼ ἃ τοῖς τούτου πολίταις διʼ ἡμῶν ἐγένετο, ταῦτα καὶ ὑμῖν ἂν βουλοίμεθα, οἶμαι δὲ καὶ πολὺ μειζόνως, ὅσῳ τιμιώτερον ἡμῖν ἐξ ἀρχῆς τὸ τῶν Θηβαίων ἔδαφος καὶ πρὸς τὰ παρόντα πράγματα μᾶλλον τοῖς Ἕλλησιν ἐν καιρῷ. ἡμῖν μὲν οὖν καὶ λόγῳ καὶ ἔργῳ τὰ μὲν ἠγώνισται, τὰ δʼ, ὡς ἔοικεν, ἀγωνισθήσεται· ὥρα δὲ καὶ ἡμῖν ἤδη βεβουλεῦσθαι καὶ πρὶν ἰδεῖν Φίλιππον ὃ πράξετε ἐπιστῆναι μετὰ τῶν ὅπλων, ἵνʼ εἰδῇ σωζομένας τοῖς Ἕλλησι τὰς χεῖρας, ἕως ἂν Ἀθῆναι καὶ Θῆβαι συνασπίζωσιν.