Orationes 34

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οἶμαι μὲν, ὦ Ἀθηναῖοι, μὴ τήμερον πρῶτον περὶ τῆς Θηβαίων συμμαχίας ὑμᾶς βουλεύεσθαι μηδʼ ἐξ ὧν ἂν ἡμεῖς εἴπωμεν, ἀλλʼ εἴ τι κἀγὼ μέμνημαι, πολλοῖς πρότερον χρόνοις τῆς νυνὶ πρεσβείας ὑπάρχειν ἐσκεμμένους. ἐπεὶ δʼ εὐπορήκασιν ὅμως Λακεδαιμόνιοι ὑπὲρ αὐτῶν ἐρούντων εὐπρεπῶς, φέρε κἀγὼ τούτοις ἃ σύνοιδα συνείπω, τοσοῦτον ἐλάττω τὴν ὑπὲρ τούτων σπουδὴν ποιησάμενος τῆς τῶν ἑτέρων περὶ οὓς ᾕρηνται, ὅσῳπερ πλείω τὴν ὑπὲρ ὑμῶν. ἀναμνῆσαι δʼ ὑμᾶς πρῶτον βούλομαι, ὅτε Φοιβίδας ἠγγέλθη τὴν Καδμείαν κατειληφὼς—ὁ δὲ Φοιβίδας ἐστί μοι Λακεδαιμόνιοι—πῶς, ὦ Ἀθηναῖοι, διετέθητε καὶ τίνα γνώμην ἔσχετε. ἆρʼ ἣν νῦν κελεύουσί τινες ὑμᾶς λαβεῖν, τὴν τοῦ κοινωνεῖν Λακεδαιμονίοις καὶ μετέχειν τοιαύτης ἀγνωμοσύνης καὶ πλεονεξίας, ἢ πολὺ τοὐναντίον κἀκείνους πονηροτάτους ἀνθρώπων ἐκρίνετε καὶ τοῖς Θηβαίοις συνήσθεσθε καὶ συνηλγεῖτε, καὶ δίκην λαβεῖν ἐγγενέσθαι συνεύχεσθε; νῦν τοίνυν ὁ καιρὸς οὗτος ἀφῖκται, ἄξιος μὲν τῆς ὑμετέρας, ὦ Ἀθηναῖοι, δικαίας

γνώμης, ἄξιος δὲ τῆς Θηβαίων σπουδῆς, ἣν ἔσχον ἐλευθερῶσαι τὴν πατρίδα. εἰ μὲν οὖν οὕτως ἀτόπως ἔχετε ὥστʼ εὔχεσθαι μὲν ταῦτα, παρόντα δʼ ὁρῶντες προδοῦναι καὶ καταλιπεῖν, οὐκ Ἀθηναίων ἔργον, ἀλλʼ οὐκ οἶδʼ ὅτων εἴπω πεπόνθατε. οὐδένα γὰρ τῶν πάντων νομίζω τοσαύτης ἐμπληξίας καὶ ἀλογίας μεστὸν εἶναι ὅντινα ὧν εὔξατο αὑτῷ παρόντων τἀναντία ποιεῖν. εἰ δὲ τοῦτο μὲν οὐδʼ ἂν μανεὶς οὐδεὶς πάθοι, οὐδὲ λυποῖτο ὅτι αὐτῷ τι κατὰ γνώμην ἐξέβη, χάριν δʼ ἂν ἔχοι δή που τῇ τύχῃ καὶ τῷ καιρῷ, τί λοιπὸν ἢ μετὰ τῶν ἅπερ ἠβούλεσθε κατωρθωκότων εἶναι, καὶ ταῦτα καλούντων ὑμᾶς καὶ τὴν ἐπὶ τοῖς

πεπραγμένοις φιλοτιμίαν ὑμῖν προστιθέντων. οἱ γὰρ, εἰ μὴ βοηθήσεθʼ ὑμεῖς, οὐδὲν ὧν κατωρθώκασιν εἶναι πλέον αὑτοῖς κρίνοντες, διʼ ὧν περὶ τοῦ μέλλοντος δέονται, διὰ τούτων τὴν ἐφʼ οἷς κεκρατήκασι δόξαν ἐφʼ ὑμᾶς ἄγουσιν.

ἐγὼ δὲ μάλιστα μὲν ἠβουλόμην ἂν ὑμᾶς καὶ τῆς μάχης αὐτῆς μετεσχηκέναι· οὐδενὸς γὰρ καλλίονος ἔργου κεκοινωνηκότες ἦτʼ ἂν οὐδὲ ἐφʼ ᾧ μᾶλλον ἂν εἴχετε σεμνύνεσθαι δικαίως· ἡγοῦμαι δὲ καὶ τὸ νῦν εἰς δέον τρόπον τινὰ ἀπηντηκέναι. ὁρῶ γὰρ τοὺς μὲν κινδύνους ἐλάττους γεγονότας, τὴν φιλοτιμίαν δʼ οὐ φαυλοτέραν οὖσαν ὑμῖν. τὸ μὲν γὰρ ἐξ ἀρχῆς δεηθῆναι τοὺς Θηβαίους οὐδὲν ἦν θαυμαστὸν, τὸ δʼ εὐτυχηκότας, καὶ ταῦτα ὧν οὐκ ἂν ἤλπισαν μείζω, μηδὲν μᾶλλον ἀπηλλάχθαι τοῦ χρῄζειν ὑμῶν, τοῦτο καὶ μέγα καὶ καλὸν καὶ σφόδρα ἐμοὶ γοῦν ἡδομένῳ γέγονεν. οὐκ ὀκνήσω δὲ εἰπεῖν ὅτι μοι καὶ βέλτιον φαίνεται μετὰ τὴν κλῆσιν βοηθεῖν αὐτοῖς ἤπερ ἀκλήτους. ἐκείνως μὲν γὰρ κἂν εἶχον ἴσως εἰπεῖν ὕστερον

ὡς οὐκ ἐδέονθʼ ὑμῶν, αὐτοὶ δὲ παρόντες καὶ μηδὲν ἧττον τῶν ἠτυχηκότων τεθεραπευκότες ὑμᾶς οὐ δή που δύναιντʼ ἄν ποτʼ ἔξαρνοι γενέσθαι περὶ ὧν ὑφʼ αὑτῶν ἐξελεγχόμενοι φανοῦνται. λέγουσι δέ τινες Θηβαίους ἀναισθήτους εἶναι, καὶ ἴσως ἀληθῆ λέγουσι κατʼ ἄλλο τι· ὃ δʼ ἀεὶ κοινὸν ἅπασιν ὡς εἰπεῖν ἐστιν ἁμάρτημα, τοῦτʼ οὐ πεπόνθασιν, ἀλλὰ καὶ τῶν σφόδρα εὖ φρονεῖν πεπιστευμένων ἐξισταμένων ὅταν τι παρʼ ἐλπίδας εὐτυχήσωσιν, αὐτοὶ μετὰ νίκην τοσαύτην πόρρω τούτου γεγόνασιν. οἳ γὰρ ἐφʼ ὑμᾶς ἥκουσι καὶ ἴσασιν ὅτι οὐδʼ ἂν δεκάκις νικήσωσι Λακεδαιμονίους, οὐδέν ἐστι πλέον αὐτοῖς ἕως ἂν ἀπῆτε ὑμεῖς, πῶς οὐκ εὖ φρονοῦσι; καὶ μὴν οὐδὲ Λακεδαιμόνιοι μέμψιν δικαίαν ὑμῖν ἕξουσιν, ἂν ἀντιλάβησθε τῶν πραγμάτων τοῖς Θηβαίοις. ἐνθυμείσθων γὰρ ἅ ποτε αὐτοὶ περὶ Αἰγίνης καὶ Ποτιδαίας ἔγνωσαν· κἂν ἐπʼ ἀληθείας ἐθέλωσι σκοπεῖν, εἴσονται σφίσιν αὐτοῖς οὐκ ἐνὸν ἄλλως εἰπεῖν οὐδʼ ἑτέραν ψῆφον ἐνεγκεῖν ἢ ὡς οὐκ ἐατέον ἐστὶν ὑμῖν αὐτοὺς οὐδʼ ἀνετέον. ἐκεῖνοι μὲν γὰρ ὅ

τι τῶν πάντων ἠδίκηντο ὑφʼ ἡμῶν ἐπʼ ἐκείνων τῶν χρόνων οὐκ ἂν ἔχοιεν οὐδέπω καὶ νῦν δεῖξαι οὐδὲ καταιτιάσασθαι. ἠξίουν δʼ ἡμᾶς Αἴγιναν αὐτόνομον ἀφιέναι καὶ Ποτιδαίας ἀπανίστασθαι, παραπλήσια οἷς νῦν Θηβαίοις ἐπέταττε Κλεόμβροτος. ἴστε γὰρ δή που τοῦθʼ ὅτι οὐδέν ἐστιν εὐπροσωπότερον Λακεδαιμονίων πλεονεκτεῖν ζητούντων.

τότε προστάται τῶν Ἑλλήνων, τότε δεινοὶ κήδεσθαι τῆς ἐλευθερίας, ὅταν τι παρασπάσασθαι βούλωνται. ὡς δʼ οὐκ ἠνεσχόμεθʼ οὐδʼ ὑπηκούομεν, εὖ ποιοῦντες, ὦ Ἀθηναῖοι, καὶ τὸ τῆς πόλεως φρόνημα σώζοντες, οὕτως ἤδη πάντας ὅσους οἷοί τε ἦσαν παραλαβόντες πόλεμον ἐξήνεγκαν, μικρὰ μὲν τῶν ὅρκων καὶ τῶν ξυνθηκῶν φροντίσαντες, ἃς ὅθʼ εἵλομεν Εὔβοιαν ἐποιήσαντο πρὸς ἡμᾶς, μικρὰ δὲ τῶν τροπαίων καὶ τῶν ναυμαχιῶν, ὧν τίς ἂν ᾠήθη ποτὲ, ἕως ἂν ὦσι, μεμνημένοι καὶ μικρόν τι παρὰ γνώμην πράξειν αὐτοὺς τῇ ἡμετέρᾳ πόλει; ἐφρόντισαν δὲ οὐδὲν οὐδὲ τῆς προκλήσεως ἣν προὐκαλούμεθʼ αὐτοὺς λόγῳ δοῦναι καὶ λαβεῖν τὰ δίκαια περὶ τῶν διαφορῶν. ἀλλὰ ταῦτα πάντα εὐχερῶς ἀνελόντες καὶ ἐν οὐδενὶ θέντες εἰσβολὰς μὲν ἐτησίους καὶ φθορὰν τῆς χώρας ἀπέραντον σιωπῶ καὶ τοὺς καθʼ ἕκαστον ἀγῶνας, ἀλλʼ ἐκένωσαν μὲν ἡμῶν τοὺς καταλόγους, ἀπέστησαν δὲ τοὺς συμμάχους τοὺς πολλοὺς, τοὺς δὲ βίᾳ προσηγάγοντο, ἕως ἐψίλωσαν τὴν πόλιν. τελευτῶντες δὲ παρείλοντο μὲν τὴν σιτοπομπίαν, ἐλάβοντο δὲ τὰς ναῦς, τὰ δὲ τείχη κατέσκαψαν ταῖς ἡμετέραις αὐτῶν χερσὶν, ὦ Ζεῦ.

ταῦτʼ οὖν ὅτʼ ἀντʼ Αἰγινητῶν καὶ τοῦ πολιορκεῖν Ποτίδαιαν ἔκριναν παθεῖν ἡμᾶς, τί φαῖεν ἂν αὐτοὺς δεῖν ἀντὶ τοῦ τὴν Καδμείαν κατασχεῖν εἴσω παρελθόντας ἐν εἰρήνῃ καὶ συνθήκαις ταῖς χρησταῖς ταύταις, ὦ γῆ καὶ θεοὶ καὶ δίκαι, αἷς, ἵνʼ ἐξ ἑτέρων εἰς ἕτερον ἔλθω, ἀλλʼ ἐῶ τό γε νῦν τοῦτο. ἀλλʼ ὅτι γε αὐτονόμους μὲν ἐκείνους εἶναι δεῖν τότε γνόντες, ταῦτα δʼ ἐπειδήπερ οὐ συνεχωρήσατε ποιήσαντες τὴν πόλιν, οὐδʼ ὁτιοῦν ἕξουσιν εἰπεῖν

αὐτοὶ νῦν εἰ τοιαῦτʼ ἀγνωμονήσαντες περὶ Θηβαίους καὶ τοιαύτης ἀδικίας ἄρξαντες δώσουσι μὲν ἐκείνοις, δώσουσι

δʼ ὑμῖν δίκην, ἐκ τούτων ἡγοῦμαι δείκνυσθαι. οὐδὲ γὰρ οὐδʼ ἴσον τοὺς δεῖνας ἀφεστηκότας προσάγεσθαι, ἢ τοὺς δεῖνας οἷς αὐτός τις χρῆσθαι κελεύειν νόμοις, καὶ τὴν Θηβαίων ἀκρόπολιν καταλαβόντας ἔχειν βίᾳ παρὰ τὰς συνθήκας, εἰ δεῖ τὸ μεῖζον εἰπεῖν, τὰς ἑαυτῶν. ἴστε γὰρ δή που τοῦθʼ ὅτι οὐχ ἡμεῖς οὐδὲ Θηβαῖοι τὴν ἀρχὴν ἐκινήσαμεν, οὐδʼ ἐσπουδάσαμεν περὶ τούτων, ἀλλʼ ἐκεῖνοι βασιλέα προσλαβόντες ἡμᾶς ἐβιάσαντο, καὶ οὕτως συνεχωρήσαμεν. θαυμάζω τοίνυν εἰ τοῖς ἄλλοις τὰ αὑτῶν πράττειν ἀνάγκην προσθέντες, αὐτοὶ τηλικαῦτα καὶ τοιαῦτα περιεργασάμενοι βοήθειαν αἰτήσουσιν, οὐ δίκην ὑφέξουσι. νὴ Δίʼ ἀλλʼ ἤδη δεδώκασιν αὐτάρκη, καὶ σύνηθες τῇ πόλει μὴ μνησικακεῖν, καὶ τοιοῦτοί τινες πρὸς τὸ δίκαιον ἀπαντῶσι λόγοι, πρὸς οὓς ἐγὼ ταῦθʼ ἥδιστʼ ἂν εἴποιμι· εἰ τοὐναντίον ἦν, καὶ οἱ Θηβαῖοι παρόντες ἐφαίνοντο ἐπὶ τοὺς Λακεδαιμονίους τότε πρῶτον, μὴ ἐπὶ τούτους ἐκεῖνοι, τί ἂν εἶπον οἱ τοῖς Λακεδαιμονίοις κελεύοντες βοηθεῖν; οὐχ ὡς ἠδίκηνται καὶ δεῖ διὰ τοῦτο μετʼ αὐτῶν γίγνεσθαι; οἶδʼ ἐγὼ μεθʼ ὅσης καὶ ἡλίκης κραυγῆς τοῦτʼ ἂν ἐλέγετο. εἰ τοίνυν [εἰ μὲν] προηδίκηντο, ταῦτʼ ἂν προὐβάλοντο καὶ διὰ ταῦτʼ ἂν ἔδει βοηθεῖν, ἐπεὶ δʼ ἀδικοῦντες ἑώρανται, διὰ τὸ μὴ δεῖν μνησικακεῖν ὁμοίως βοηθήσομεν; καὶ πότε καὶ μετὰ Θηβαίων ἐσόμεθα, ἢ πόθεν, ὦ Ἀθηναῖοι, τὸν ἐξετασμὸν τοῦ ποτέρους δεῖ ἑλέσθαι
ποιησόμεθα, εἰ μηδὲν ὧν πεποιήκασι θήσομεν εἰς λόγον; οὐ γὰρ δὴ κλήρῳ γε κελεύσομεν αὐτοὺς διακριθῆναι, ἀλλʼ ὁποτέροις ἂν τὰ πεπραγμένα, οἶμαι, προσάγῃ, τούτοις, ἐὰν ἃ χρὴ ποιῶμεν, βοηθήσομεν. ἀλλὰ μὴν πρός γε τὸ οὐ χρὴ μνησικακεῖν καὶ δεδώκασιν ἤδη Λακεδαιμόνιοι δίκην, εἴ γε ἦν ἀληθὲς θάτερον, συνέφασκον ἀμφότερα. τί δὴ λέγω; οὐδέπω πάρεισιν, ὦ Ἀθηναῖοι, Λακεδαιμόνιοι. πόθεν; εἰς ἅ ποτε ἡμᾶς ἤγαγον; πολλὰ πάθοιεν ἂν,

εἰ μέλλουσιν εἰς τοῦθʼ ἥξειν. ἑνὸς γὰρ μέρος τοῦ πολέμου τοῦ τότε [ἡμέρα καὶ καιρὸς], λέγω τοῦ Σικελικοῦ, πλείω κακὰ καὶ πράγματα ἡμῖν ἤνεγκεν ἢ Λακεδαιμονίοις ἃ νῦν ἀποδύρονται. ἢ πρὸς τί βούλεσθε ἐκείνων ταῦτʼ ἐξετάσομεν; πότερον πρὸς τὰς ναυμαχίας ἃς τοσαύτας ἠτυχήσαμεν, ἢ πρὸς τὰς ἐν τῇ γῇ μάχας, ἢ πρὸς τὸν τῶν τριήρων ἐμπρησμὸν, ἢ πρὸς τὴν ἀναχώρησιν τὴν πανώλεθρον; ἀλλὰ μὰ τὸν Δία καὶ τοὺς θεοὺς οὐκ οἶδα εἰ ἄδακρυς ταῦτα διεξιὼν ἀρκέσω.

τί οὖν οἱ νῦν ταπεινοὶ Λακεδαιμόνιοι, τηλικαύτης καὶ τοσαύτης συμφορᾶς περιεχούσης τὴν πόλιν; ἆρά γε ἀποχρῆν ἔκριναν; πάντας μὲν οὖν ἀνθρώπους συνίστασαν τότε ἐπʼ αὐτὴν, Τισσαφέρνην, Κῦρον, τὰς Φοινίσσας τριήρεις, τοὺς βασιλέως δούλους, τοὺς Ἕλληνας ἅπαντας, ἕως ἅπαντα διελθόντες ἐν Αἰγὸς ποταμοῖς παρεστήσαντο

τὸ ναυτικὸν ἡμῶν. καὶ τοῦ τοιούτου πάθους συμβάντος τῇ πόλει πῶς ἐποίησαν; καταλαβόντες τὸν εἴσπλουν εἶργον τὰ πλοῖα τοῦ Πειραιῶς· καὶ δὴ λιμὸς ἦν. οὐδὲ τοῦτʼ ἀπέχρη, ἀλλʼ ἐχομένων μὲν τῶν νήσων, ἐχομένων δὲ τῶν ἄλλων ἁπάντων κτημάτων, μεθεστηκότων δʼ οἰκετῶν, πορθουμένης δὲ τῆς χώρας ὑπὸ τῶν ἐν Δεκελείᾳ, τοῦ δὲ ἐδάφους ὄντος λοιποῦ τῇ πόλει, τοσοῦτον ἀπέσχον τοῦ βοηθεῖν ἂν ἐθελῆσαι, εἴ τις ἠδίκει, ὥστε συμβάσεως ἡμᾶς οὐκ ἠξίωσαν ἐν τοσούτοις κακοῖς, ἀλλὰ καὶ τοὺς πρέσβεις τοὺς ἐλθόντας ὡς αὐτοὺς παρʼ ἡμῶν πρότερον μὲν ἀπράκτους καθάπαξ ἀπέπεμψαν, τελευτῶντες δʼ ἐπὶ τοσοῦτον κατέσχον, ἕως πλήρη νεκρῶν ἐποίησαν τὴν πόλιν, καὶ ταύτην ἐπιθήκην κακῶν προσεξετίσαμεν αὐτοῖς. τηνικαῦτα δʼ ἐσπένδοντο ἐπὶ τῷ προσθεῖναί τι κακὸν, ἐπὶ τῷ παραδοῦναι μὲν ἡμᾶς αὐτοῖς τὰς ὑπολοίπους ναῦς, κατασκάψαι δὲ αὐτοχειρίᾳ τὰ τείχη. τάχʼ ἂν οὖν τις τοῦτʼ αὐτὸ μνησικακεῖν εἶναι φήσειε, τὸ ταῦτʼ ἐξετάζειν ἀκριβῶς, τὸ δʼ ἐστὶ πᾶν τοὐναντίον ἐκ τούτων ὅτι μὴ μνησικακοῦμεν δεικνύμενον. διὰ τί; ὅτι οὐδέπω πεπονθότων ἅπερ ἡμεῖς τῶν Λακεδαιμονίων οὐδὲ εἰς ἴσον ἡκόντων οὐκ ἔστιν εἰπεῖν ὡς αὐτάρκη δίκην εἰλήφαμεν. εἰ δὲ

μηδέπω τὴν ἱκανὴν ἔχομεν, τὸ δοκεῖν μνησικακεῖν ἐκφεύγομεν, ἂν ἐπεξίωμεν αὐτοῖς. ἐγὼ γὰρ ὅστις μὲν τῶν δικαίων τετυχηκὼς, εἶτʼ ἔχεται τῶν ἐγκλημάτων ὑπὲρ τοῦ προσεξεργάσασθαί τι κακὸν, τοῦτον μὲν πέρα τοῦ καιροῦ παρωξύνθαι νομίζω καὶ τὸ ὑπερβάλλον τῆς ἀξίας μνησικακεῖν καλῶ· ὅστις δὲ οὐδέπω τετύχηκε τῆς προσηκούσης, ἐὰν ὅπως τεύξεται ζητῇ, τούτῳ οὔτʼ ἂν νεμεσῆσαί

τινα ἡγοῦμαι δικαίως οὔτʼ ἐπενεγκεῖν ἔχω τοῦτο τὸ ῥῆμα. εἰ γὰρ τοὺς τὰ δίκαια λαβεῖν βουλομένους μνησικακεῖν φήσομεν, τί κωλύει τοὺς ὑπάρχοντας τοῦ κακουργεῖν ὡς γενναίους θαυμάζειν; ἢ καὶ τοὺς ἐν τοῖς δικαστηρίοις ἐπεξιόντας τοῖς ἀδικήσασι μνησικακεῖν νομίσωμεν; οἷς καὶ μείζονα ἢ καθʼ ἃ πεπόνθασι δέδοται παρὰ τῶν νόμων εἰς τιμωρίας λόγον. ἀλλʼ ἕτερόν ἐστιν, οἶμαι, μεμνῆσθαί τινα ὧν πέπονθε καὶ μνησικακεῖν· ἄμφω δὲ ταῦτα τῷ μέτρῳ διορίζεται. ὁ δʼ ὑπομνήσας ὑμᾶς τῶν τοῖς Θηβαίοις ἡμαρτημένων μαθέτω οὐκ εἰς ἴσον λόγον παρών. πρῶτον μὲν γὰρ, οὐκ οἶδα δʼ ὅ τι πρῶτον εἴπω πολλῶν ὄντων, εἴ τις ἔροιτό με, τοῖς Θηβαίοις ἂν προσθῆσθε, ἀντὶ τοῦ καὶ διὰ τί τοῖς Λακεδαιμονίοις πολεμεῖν ἔγνωτε; οὔθʼ ὑπὲρ τῶν ἰδίων ἂν φαίην οὔθʼ ὑπὲρ ὧν ἠδίκησάν ποτε τὴν πόλιν ἡμῶν, ἀλλʼ ἐπειδὴ δικαιότερα ἡμῖν ἐφαίνοντο λέγοντες οἱ Θηβαῖοι περὶ τοῦ νῦν πολέμου συνεστηκότος αὐτοῖς, διὰ τοῦτο τούτους, φαίην ἂν, εἱλόμεθα.

πόθεν οὖν ἐξέβην ἐπὶ τὴν ἐξέτασιν τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις; ἐκ τοῦ βούλεσθαι τοῦθʼ ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοὶ Λακεδαιμόνιοι διὰ πολλῷ φαυλότερα ἐγκλήματα εἰς πολὺ μείζω κακὰ τῶν νῦν αὐτοῖς ὄντων ἤγαγον ἡμᾶς. τί οὖν ἐνταῦθα ἡ Θηβαίων κατηγορία βούλεται, οὓς εἰ καὶ τότε ἠδίκουν, νῦν οὐ προετέον διʼ ἃς εἶπον αἰτίας; καὶ μὴν εἰ δεῖ τι καὶ περὶ τῶν τότʼ εἰπεῖν διὰ πλειόνων μικρὰ, οὐκ ἐξαιροῦμαι μὲν ἔγωγε Θηβαίους οὐδʼ ἀναμαρτήτους εἴποιμʼ

ἂν εἶναι καθάπαξ, οὐχ οὕτως οὔτʼ ἐπιλήσμων οὔτʼ ἀναίσχυντός εἰμι, πρὸς δὲ τὰ τῶν Λακεδαιμονίων κρίνων ἐκείνους, τοῦθʼ ὃ ἐγὼ φεύγω παραιτουμένους ὑπὲρ αὑτῶν εὑρίσκω. ὅταν γὰρ μὴ παρὰ μικρὸν ὑπερβάλωσιν αὐτοὶ, πῶς οὐχ ὃ θαυμαστὸν εἰπεῖν δοκῶ ποιοῦσι; πάντες γὰρ δή που τοῦτʼ ἴστε, ὅτι οὐ Θηβαῖοι Λακεδαιμονίους ἔχοντες ἐπολέμουν ἡμῖν τότε, ἀλλὰ Λακεδαιμόνιοι Θηβαίους. τί δὴ τοῦτο δύναται; ἐγὼ νομίζω τοὺς μὲν ἵνʼ ἄρχωσιν αὐτοὶ καὶ δυναστεύωσι πολεμοῦντας πλεονεξίας ἐπιθυμίᾳ τοῦτο ποιεῖν καὶ φθόνῳ νὴ Δία τῷ πρὸς τοὺς ὑπάρχοντας προστάτας, τοὺς δʼ ἀκολουθοῦντας καὶ μετέχοντας κοινωνεῖν μὲν οὐ δικαίου πράγματος, δικαίῳ δʼ ἑτέρῳ περιστέλλειν τὴν μέμψιν, τῷ πιστοὺς εἶναι τοῖς ἡγουμένοις. εἰ δʼ ὀρθῶς τοῦτο νομίζω, εὑρίσκω τοὺς μὲν ὀργῆς, τοὺς δʼ ἐπαίνου κριθέντας ἂν ἀξίους ἐκ τῶν αὐτῶν, οἶδα δʼ ὅτι εἰ Λακεδαιμόνιοι τὰ αὑτῶν πράττειν ἤθελον, οὔτʼ ἂν ὀργὴ Κορινθίων οὔτʼ ἂν μέμψις Μεγαρέων οὔτε Θηβαίων ἄνοια οὐδὲν ἂν ἴσχυσεν, οὐδʼ ἂν προσέλαβε τῷ μίσει δύναμιν τοῦ ποιῆσαι κακῶς ποτε τὴν πόλιν. νῦν δʼ, οἶμαι, δυσμένεια καὶ φθόνος καὶ ἀπιστία συνήθης τὸ κινῆσαν Λακεδαιμονίους ἦν ἐφʼ ἡμᾶς· τἄλλα δὲ πάντα ἅτε ὄντες δεινοὶ προφάσεις οὐκ ἀώρους προὐβάλοντο. ἔδειξαν δʼ οὐχ ἥκιστα ἐπὶ τῶν τειχῶν μετὰ τὸν πόλεμον τὸν πρὸς τὸν

βάρβαρον εὐθέως. ἢ καὶ τότε Θηβαῖοι πέμπειν ἐκέλευον αὐτοὺς τοὺς κωλύσοντας αὐτὰ στῆναι; εἶτʼ ἐγὼ Φλιασίους ἢ τοὺς δεῖνας τῶν ἐπὶ τοῦ πολέμου κακῶν αἰτιῶμαι, καὶ τούτοις ἀνατιθῶ τὰς πράξεις, ἀλλʼ οὐ τοῖς ἐφʼ ἡμᾶς τούτοις χρησαμένοις, ἵνʼ αὐτοὶ τῆς Ἑλλάδος ἄρχωσιν; ἢ καὶ Φαρνάβαζον, ἢ Πισσούθνην αἰτιάσωμαι τῶν βαρβάρων, ἀλλʼ οὐ τὸν κύριον τῶν ὅλων βασιλέα; καὶ τίς πώποτε τοῖς δούλοις ἀνέθηκεν ὅσʼ ἂν κελευόμενοι ποιῶσιν, ἀλλʼ οὐ τοῖς ἄγουσιν αὐτοὺς ἐπὶ ταῦτα δεσπόταις;

πρὸς τῷ τοίνυν μὴ τὴν ἴσην μέμψιν ἀμφοτέροις ὀφείλεσθαι τῶν τότε ἔργων, ἃ κοινά τις αὐτοῖς φησιν

εἶναι, πρόσεστι πρὸς μὲν Λακεδαιμονίους πολλὰ καὶ ἄλλα ὕστερον ἡμῖν ὑπεναντία καὶ δύσκολα πραχθῆναι, πρὸς δὲ Θηβαίους μηδὲν μετʼ ἐκεῖνα. ὥστʼ εἴ τις ἰσχυρίζεται τῇ τότε κοινωνίᾳ τάδε προσθεὶς, ἐπὶ τοὺς Λακεδαιμονίους εὑρήσει ῥέποντα τὰ ἐγκλήματα, καὶ τοσούτῳ πλεονεκτοῦντας αὐτοὺς, ὅσῳ οὐκ ἔθʼ οἱ Θηβαῖοι μετεσχήκασιν. ἄνευ δὲ τούτων τε καὶ τῶν ἔμπροσθεν τοιαύτην ἔσχηκε τὴν τάξιν τὸ πρᾶγμα ὥστε Θηβαίους μὲν, εἰ καὶ πλέον εἶχον τῶν ἀδικημάτων, λελυκέναι πάντα ταῖς τελευταίαις εὐεργεσίαις, Λακεδαιμονίους δʼ, εἰ καὶ μηδὲν ἄλλο ἠδικήκεσαν, ὧν γʼ ἐπὶ τοῖς τυράννοις ἐποίησαν τὴν πόλιν τὴν ἐσχάτην ὀφείλειν δίκην, καὶ πολὺ μᾶλλον δεῖν Θηβαίους ὧν συνέπραξαν ἡμῖν εὖ ποιεῖν ἢ Λακεδαιμονίους διʼ ἐκεῖνα μισεῖν ὧν τούσδε κοινωνοὺς ἔσχον. τὸ δὲ πάντων ἰσχυρότατον, τοῖς μὲν ὧν πρὸς ἡμᾶς ἠγνωμόνησαν μέμψις ἐστὶ μόνη τοῖς Θηβαίοις, τοῖς δὲ πρὸς ταύτῃ μείζων καὶ ὧν ἐπὶ τούτους ἀδίκως ἦλθον τοὺς αὐτῶν ποτε συμμάχους.

ὥστʼ εἰ μηδετέροις ἐκείνων μνησικακεῖν δεῖ, τοῖς γε δή που Θηβαίοις διὰ ταῦτα βοηθεῖν ἄξιον. εἰ δὲ δεῖ παρὰ πάντα εἰπεῖν τὸ γνωριμώτατον, οὐκ ἐξεταστέον ἡμῖν ἔτι Θηβαίους, πάλαι γὰρ ἔδει πρὸ τῆς συμμαχίας. νῦν δʼ ὑπὲρ ἧς ἄν τις ταῦτʼ ἐξήτασε, γεγονυῖα ὑπάρχει πολλοῖς πρότερον χρόνοις. καὶ τίς ἔσθʼ ἡ κραυγὴ καὶ ἡ πολλὴ ψῆφος, ἣν εἷς μὲν Θηβαίων ἤνεγκεν ἀνήρ; εἰ δὲ δὴ καὶ τὰ μάλιστα πᾶσι συνεδόκει, τότʼ ἔδει προφέρειν ὅτε πρῶτον ὑμῶν ἦλθον εἰς χρείαν. τότε γὰρ δήπουθεν ἐγγυτέρω τῶν ἐγκλημάτων ἦσαν. καὶ ἔγωγε ἡδέως ἂν ἐροίμην τοὺς ὑπὲρ τῶν Λακεδαιμονίων νῦν διατεινομένους, τίνα γνώμην εἶχον τότε καὶ τί ποτʼ αὐτοῖς ἐδόκει, ὅτʼ ἐξῄεσαν μὲν ἐκ Πελοποννήσου Λακεδαιμόνιοι σωφρονιοῦντες, ὡς ἔφασκον, τοὺς Θηβαίους, ἐπειδήπερ οὐ συνεστρατεύσαντο αὐτοῖς ἐπὶ τὸν Πειραιᾶ, ἀλλὰ καὶ τοὺς ἐκπεσόντας ἡμῶν ὑπὸ

τῶν τυράννων ὑπεδέξαντο, ἧκον δὲ Θηβαῖοι δεῦρο καλοῦντες ὑμᾶς, καὶ ἐδέοντο μὴ περιοφθῆναι, κύριοι δʼ ἦτε καὶ προέσθαι καὶ μὴ, τί τότε ἐφρόνουν οἱ νῦν μετὰ Λακεδαιμονίων ὄντες; εἰ μὲν γὰρ προέσθαι καὶ παριδεῖν τοὺς Θηβαίους ᾤοντο δεῖν, οὐκ ἂν ἔπεισαν ἃ ἐγίγνωσκον· εἰ δὲ δέξασθαι καὶ χρήσασθαι συμμάχοις, τί νῦν προφέρουσιν αὐτοῖς ὧν ὅτε καιρὸς ἦν οὐκ ἐμέμνηντο; καὶ μὴν εἰ μὲν οὐκ ἦσαν ὁμογνώμονες ὑμῖν, οὐκ ἐπιεικῶν ἔργον ἐποίουν πολιτῶν, οὐδὲ Θηβαίων μόνον, ἀλλὰ καὶ ὑμῶν ἀντιδίκων· εἰ δʼ ἦσαν σύμψηφοι, καὶ παρὰ τὴν

αὑτῶν ἐξελέγχονται νῦν λέγοντες γνώμην, οὐ μόνον παρὰ τὴν ὑμετέραν.

σκαιοὺς τοίνυν καὶ ἀναιδεῖς ἐγὼ μὲν οὐκ ἂν αὐτοὺς προσείποιμι, προσειπὼν δέ τις οὐκ ἂν ἁμάρτοι θατέρου, σκαιοὺς μὲν, εἰ μετεστρόφασι τὴν τάξιν, καὶ ὅτʼ ἔδει ταῦτʼ ἐξελέγχειν καὶ κατηγορεῖν, σιωπήσαντες, νῦν διδάσκουσιν, ὅτε εἰ καὶ τότʼ εἰρήκεσαν, ἡσυχάζειν λοιπὸν ἥρμοττεν· ἀναιδεῖς δὲ, εἰ καὶ τότʼ εἰπόντες ἡττήθησαν καὶ περὶ τῶν αὐτῶν πάλιν ὕστερον τοῦ καιροῦ βιάζονται. εἰ μὲν γὰρ ἐπείσθητε ὑπὸ Θηβαίων ἱκανῶς τότε ἐν τοῖς λόγοις ὡς οὐ κοινῇ τὸν ἀνδραποδισμὸν ἤνεγκαν, πῶς ἄξιον περὶ τούτων νῦν ἀκούειν, ἃ τότε αὐτοῖς ἀπολυομένοις συνέθεσθε; εἰ δὲ τοῦτο μὲν οὐκ ἐπιστεύσατε, τῷ δʼ ὕστερον εὔνων πειραθῆναι παρὰ τὴν χρείαν οὕτως ἔσχετε γνώμης ὥστε καὶ περὶ ἐκείνων οὐκ ἔχοντες μεταπεισθῆναι διὰ τὴν μετὰ ταῦτʼ οἰκειότητα καὶ πίστιν βοηθεῖν αὐτοῖς, τοῦ χάριν νῦν καταλείψετε τοὺς αὐτοὺς τούτους, ὅτʼ ἐξ ἁπάντων προθυμότερον στῆναι μετʼ αὐτῶν δεῖ; πρῶτον μὲν γὰρ οὐχ ὅμοιον, ὦ ἄνδρες Ἀθηναῖοι, συμμάχους ὑπάρχοντας καὶ φίλους καθαρῶς γεγενημένους εὖ ποιεῖν, ἢ πρὶν εἰς ταύτην τὴν τάξιν καταστῆναι. ἔπειτα εἰ τόθʼ ὑμᾶς ἐκίνει τὰ Θηβαίων εὐεργετήματα καὶ διʼ ἐκεῖνα κινδυνεύειν ᾤεσθε δεῖν ὑπὲρ αὐτῶν, νῦν ἐκεῖνά θʼ ὑπάρχει καὶ τὰ παρʼ ὑμῶν εἰς ἐκείνους γέγονεν. εἶτα καὶ πάνδεινον, ὅτε μὲν οὔτε τριήρεις εἴχομεν οὔτε τείχη οὔθʼ ὅλως ἀνενηνόχειμεν ἐκ τῆς πολλῆς καὶ συνεχοῦς ταλαιπωρίας, τότε

μὲν κηδομένους αὐτῶν φανῆναι καὶ μὴ περιιδεῖν, νῦν δʼ

ὅτε ἐπανελήλυθε καλῶς ποιοῦσα εἰς τὰ πράγματα ἡ πόλις καὶ ἀνέρρωται, μὴ μόνον τὸ βοηθῆσαι φυγεῖν, ἀλλὰ καὶ πόλεμον ἄρασθαι πρὸς αὐτοὺς, μηδὲν ἔχοντας μέμψασθαι, καὶ πλείω νῦν λόγον τῆς Λακεδαιμονίων ἀσφαλείας ἢ τῆς ἡμετέρας αὐτῶν τότε ποιήσασθαι, ὥσπερ ἂν εἴ τις νοσῶν μὲν καὶ ἀρρώστως ἔχων προθυμοῖτο τοὺς φίλους ὠφελεῖν, ὅτε μηδʼ ἔξω τῆς οἰκίας βαδίζειν οἷόν τʼ ἐστὶν αὐτῷ, ῥαΐσας δὲ καὶ λαβὼν δύναμιν, εἶτα παίοι καὶ ἄγχοι καὶ πατάττοι τοὺς αὐτοὺς τούτους ἀντὶ τοῦ βοηθεῖν ἐφʼ ἑτέρους. ὡς δʼ εἰπεῖν κεφάλαιον, μὴ προσδέξασθαι μὲν συμμάχους Θηβαίους μηδὲ κοινωνοῖς χρήσασθαι γνώμης κρίσις ἦν, δεξαμένους δὲ καὶ ποιησαμένους, εἶτʼ ἐγκαταλιπεῖν ἀποπληξίας δόξει πέρας εἶναι. οὐ γὰρ ὁ μὴ σώσας ὃν οὐχ ἡγεῖτʼ ἄξιον ἠδίκηκεν, ἀλλʼ ὁ προστὰς μὲν ὡς εὔνους, πάλιν δὲ κακῶς ποιῶν ἐκ μεταβολῆς. καινότατον δʼ ἔσται πάντων, εἰ πολεμίους μὲν γεγονότας καὶ ὅτε εἴχομεν ἐγκαλεῖν, προσίεσθαι τοὺς Θηβαίους ἔγνωμεν καὶ συμμάχους ἐποιησάμεθα, ἐπειδὴ δὲ σύμμαχοι γεγόνασι, τῶν ἐξ ἀρχῆς δυσκόλων φανούμεθα μεμνημένοι καὶ πολεμίους πάλιν ποιησόμεθα, οἷόνπερ τρόπον τότʼ ἐκ πολεμίων συμμάχους. τῶν μὲν τοίνυν εἰς δικαστήριον ἐρχομένων ἀμφισβητησίμων λύσις καὶ πέρας ἐστὶν ἡ ψῆφος, τῶν δʼ ἐφʼ ὑμᾶς τὸν δῆμον τί ποτʼ ἄν τις φήσειεν ἄλλο πλὴν τὰ ψηφίσματα; οὐκοῦν ἐν τούτοις βοηθεῖν Θηβαίοις γέγραπται. εἶθʼ οὓς ἤδη πεποιήμεθα συμμάχους καὶ περὶ ὧν ἐφθάσαμεν ἐγνωκότες τί χρὴ ποιεῖν, τούτους ἐξ ἀρχῆς δοκιμάζομεν; ὥσπερ εἰ καὶ τήμερον κρίναντες χρῆσθαι συμμάχοις αὐτοῖς, εἶτα τῇ ὑστεραίᾳ σκοποῖμεν πάλιν εἰ δεῖ ποιεῖν αὐτὸ τοῦθʼ ὃ βεβουλεύμεθα, ἢ καὶ νὴ Δία τήμερον εὐθὺς κρίναντες, εἶτα πάλιν ἐπʼ αὐτῷ τούτῳ
σκοποῖμεν εἰ δεῖ. ἔστιν ἀκούειν τῶν πρεσβυτέρων ὡς Θετταλοί ποτε δεῦρʼ ἐλθόντες ἱππεῖς κατὰ συμμαχίαν μετέστησαν παρὰ τὴν μάχην ὡς τοὺς Λακεδαιμονίους.

μὴ τοίνυν νομίσητε τηλικοῦτον εἶναι κατηγόρημα τὸ πρὶν συναγωνίσασθαι μετατάξασθαι, ἡλίκον τὸ πολλῶν τισι καὶ μεγάλων ἀγώνων κεκοινωνηκότας, εἶτʼ ἐναντία θέσθαι τὰ ὅπλα ῥᾳδίως, ἵνʼ οὕτως ἐάσω τὸ κατὰ Θετταλοὺς καὶ Ἀθηναίους οὐ φαῦλον διάφορον. οὐ γὰρ ἀμνημονεῖν γε φήσομεν οὔτε τῆς ἐν Ἁλιάρτῳ μάχης, ἣν ἐνικῶμεν κοινῇ Λακεδαιμονίους, οὔτε τῆς ὕστερον ἐν Κορίνθῳ τῆς μεγάλης ἐκείνης, οὔτε τῆς πρὸς Ἀγησίλαον πρὸς Κορωνείᾳ, τάς τε ἄλλας σιωπῶ, καταλέξαι γὰρ ἴσως ἁπάσας οὐ ῥᾴδιον. νὴ Δία, τὸ γὰρ τοῦ βασιλέως σοφὸν, ὃς διῆγεν ἡμᾶς ἐπʼ ἀνίσων ἐπὶ τοῦ μεγάλου πολέμου. καὶ τί μεῖζον τῆς ἀπιστίας ἔχοι τις ἂν εἰπεῖν δεῖγμα ἢ τὸ φίλον μὲν μηδετέροις φάσκοντα, ἐχθρὸν δʼ ἀμφοτέροις, καὶ μηδὲν μᾶλλον τοὺς ἀνθεστηκότας μισεῖν ἢ μεθʼ ὧν ἦν ἑκάστοτε; τούτου μὲν ἕνεκα κἂν τὰς ἐπιορκίας ἐκείνου ζηλοῖμεν καὶ τἄλλα ὅσα ἐκείνῳ διεσπούδασται κακὰ, ἀλλὰ μὴ τῶν αἰσχρῶν ᾖ, μᾶλλον δʼ ὅλως ἄτοπον, ὄντας Ἀθηναίους τὰ τοῦ Πέρσου πονηρεύματα μιμεῖσθαι. οὐδὲ γὰρ οὐδʼ ὁμοίως περὶ τῆς Ἑλλάδος ὑμῖν τε κἀκείνῳ βουλευτέον ἐστὶν, ἀλλʼ ἐκείνῳ μὲν ὡς ἐχθρῷ καὶ μισοῦντι, ὑμῖν δʼ ὡς ἄρχουσι καὶ προστάταις. οἶμαι τοίνυν μηδʼ ἄλλως ἔχειν λόγον χρηστὸν μηδὲ τῆς ἐπωνυμίας ταύτης ἄξιον χείρους φανῆναι Θηβαίων. εἰ γὰρ οἱ μὲν καίπερ εὐτυχηκότες οὐκ ἀπολείπουσιν ἡμᾶς, ἀλλʼ ἐμμένουσι ταῖς ὑπαρχούσαις πίστεσιν, ὑμεῖς δʼ οὐ φροντιεῖτε προϊέμενοι καὶ

καταλιπόντες ἐκείνους, καὶ ταῦτα καλούμενοι, πῶς οὐχ ὃ μηδὲ λέγειν δεῖ συμβήσεται; οὐ μὴν οὐδʼ ἐκεῖνο καλὸν, βελτίους ὑμᾶς ὑπὸ Θηβαίων ὑπειλῆφθαι ἤπερ ὑφʼ ὑμῶν αὐτῶν ἀποφανθῆναι. τὸ γὰρ ὡς μεμνημένους τῶν δικαίων καὶ φυλάττοντας τὰ πιστὰ καλούντων ἐκείνων μήθʼ ὑπακοῦσαι καὶ τοῖς ἑτέροις αὑτοὺς δοῦναι, πῶς ἂν εἴη τὴν αἰσχύνην ταύτην ἐκπεφευγός; ἄξιον δʼ ἐξετάσαι πῶς ποτε ἔχετε αὐτοὶ πρὸς τοὺς ἀφισταμένους τῶν συμμάχων. ἆρά

γε πράως καὶ μετρίως; οὐκ ἂν φαῖεν οἱ πεπειραμένοι. εὑρεθήσονται γὰρ τῶν ἐκ προφανοῦς ἐχθρῶν πολὺ μείζω δίκην δεδωκότες αὐτῶν ἔνιοι, καὶ τοῦτο οὐδʼ ἂν εἷς ὑμῖν ἐπιτιμήσειεν οὐδὲ μέμψαιτο δικαίως. ὅλως μὲν γὰρ οὐκ ἔστι φέρειν ἀδικούμενον, τὸ δʼ ὑφʼ ὧν ἥκιστα ἐχρῆν ἀπαραίτητον τὴν ὀργὴν παρίστησι. μὴ τοίνυν ἃ τοῖς ἄλλοις δίκαια ὡρίσατε, αὐτοὶ ταῦτα ὑπερβαίνοντες φανῆτε, ἀλλὰ λογίζεσθε ὅτι ἐκείνων μέν τισι καὶ πρόφασίς τις ὕπεστι διʼ ἣν τύχοιεν ἄν ποτε συγγνώμης, οἷον μείζους εἶναι τοὺς φόρους, ἐλαύνεσθαι, παρεκλέγειν ἰδίᾳ τινὰς αὐτοὺς, τὰ τοιαῦτα, ἐφʼ ὑμῶν δʼ οὐδʼ ἂν εἷς εἴποι τοιοῦτον οὐδὲν, οὐδέ γε ἔχοιτʼ ἂν αὐτοί. πῶς οὖν οὐχ ὑπερβολὴν δεῖ τινα πίστεως εἶναι; οὐ γὰρ δή που γενναῖόν γʼ εἶναι φήσομεν μέχρι τούτου τισὶ συμπράττειν μέχρι ἄν τι χρηστὸν πράξωσι, τηνικαῦτα δʼ ἐχθροὺς γίγνεσθαι μεταβάλλοντας αὐτοὺς ὥσπερ ἠδικημένους. ὅλως μὲν γὰρ τὸ ἐγκαταλιπεῖν τοὺς φίλους, ἐάν τε ἀτυχοῦντας ἐάν τε εὖ πράττοντας, τῆς αὐτῆς αἰσχύνης ἐστὶν ὄνομα· ἔπειτα

τοσούτῳ χεῖρον ἐμοὶ γοῦν δοκεῖ καὶ πονηρότερον τὸ τοῖς εὐτυχοῦσιν ἀπίστους εἶναι, ὅσῳπερ οἱ μὲν τοὺς ἐν ταῖς συμφοραῖς προϊέμενοι κἂν ἀδυναμίαν εἰπεῖν ἔχοιεν, διʼ ἣν οὐχ οἷοί τʼ εἰσὶν αὐτοὺς ἐξελέσθαι, οἱ δὲ τοῖς εὖ πράττουσι δυσμεναίνοντες φθόνου καὶ βασκανίας καὶ οὐδεμιᾶς πολιτικῆς αἰτίας δόξαν σχοῖεν ἂν λοιπήν· ὃ πάνθʼ ὑπεραίρει τὰ ἐξ ἀνθρώπων ὀνείδη. ὥσπερ γὰρ, οἶμαι, κυβερνήτῃ παρὰ μὲν τὸν χειμῶνα καὶ τὸν σκηπτὸν ἀφέντι τὴν ναῦν συγγνώμη, οὐρίᾳ δὲ παρὸν πλεῖν προεμένῳ κατηγόρημα καὶ μέμψις ἄφυκτός ἐστιν, οὕτω καὶ ἐπὶ τῶν τοιούτων αἱ μὲν δυσκολίαι τῶν καιρῶν ἀπολογίας ἐνδιδόασι τοῖς ἀφεστηκόσιν, αἱ δʼ ἐν ταῖς εὐτυχίαις ἀγνωμοσύναι σαφῆ καὶ καθαρὰν τὴν μέμψιν ἐργάζονται. ἔπειτʼ ἔμοιγε οὐδὲ ἀνοητότερον οὐδὲν φαίνεται ἢ τὸ τῶν μὲν πόνων καὶ τῶν κακῶν κοινωνεῖν ἐθέλειν τοῖς δεομένοις, ὅταν δʼ ὁ τοῦ κομίζεσθαι τοὺς καρποὺς καιρὸς ἔλθῃ, τότε ἄλλους μεθʼ ὅτων τις πάλιν ταλαιπωρήσεται ζητεῖν. πρὸς δὲ οὐδʼ ὁρῶ τὸ πέρας. εἰ γὰρ τοὺς μὲν κρατουμένους ἀεὶ προσδεξόμεθα, ἐπειδὰν δὲ καταστήσωμεν αὐτοὺς οὗ

βουλόμεθα, αὖθις τοὺς ἐκείνων ἐχθροὺς αἱρησόμεθα, ἀεὶ τοῦθʼ ὃ σπουδάζομεν λύσομεν, ὥσθʼ ἡμῖν ἐκ πολέμου πόλεμος φύσεται.

τί οὖν ἔτι καὶ δεῖ κινδυνεύειν, εἰ τότʼ οὐχ ἕξομεν τὸ ἆθλον ὅταν κτησάμεθα; ἀλλὰ νὴ Δία ταυτὶ μὲν σαφῆ, ἀδεὲς δὲ ἄλλως συναναλαβεῖν Λακεδαιμονίοις τὴν δύναμιν καὶ φόβον οὐδʼ ὁντινοῦν ἔχει. ἀλλʼ ἔγωγε, καὶ μηδεὶς ἐκπλαγῇ πρὸς τὴν ὑπερβολὴν, οὐκ ὀκνήσαιμʼ ἂν φῆσαι πολὺ μᾶλλον δεδιέναι Λακεδαιμονίους τῆς αὑτῶν κυρίους ὄντας ἢ Θηβαίους τῆς Ἑλλάδος. οὗτοι μὲν γὰρ

οὐδʼ ἂν ἔχοντες τὴν ἀρχὴν φυλάξαι μοι δοκοῦσιν, ἐλάττους ὄντες τῶν πραγμάτων, ἀλλʼ ἐν ἀκαρεῖ τοῦ χρόνου ῥᾳδίως ἂν πάλιν οἷοίπερ ἦσαν γενέσθαι, ἐκεῖνοι δʼ ἕως ἂν καὶ ἡντινοῦν ἀφορμὴν ἔχωσιν, οὐ χαλεπῶς ἄν μοι δοκοῦσι κατὰ μικρὸν αὐξηθῆναι, ἐπεὶ καὶ τὸ παλαιὸν ἐκ μικρῶν κομιδῆ καὶ φαύλων πολισμάτων ὁρμηθέντες, Βοιοῦ καὶ Κυτινίου καὶ Ἐρινεοῦ, καὶ οὐδένων ὄντες σεμνότεροι, ἀλλὰ καὶ ἀγαπητῶς ἐλθόντες οὗ νῦν οἰκοῦσι, διʼ ἡμῶν πρῶτον μὲν Πελοποννήσου τὰς δύο μοίρας ἔσχον, Μεσσήνην ἀνελόντες, ἔπειτα πάσης τῆς Ἑλλάδος ἦρξαν δυνάμεως κατὰ μικρὸν εὐπορήσαντες. ἀλλʼ ὦ μάτην δεδιὼς, ἡ χάρις αὐτοὺς, ἣν ὀφείλουσι τῆς βοηθείας ἡμῖν, μετριωτέρους ποιήσει, φαίη τις ἄν. χάρις δέ ἐστι τίς ἣν ἀνθρώπων ἴσασί τῳ Λακεδαιμόνιοί ποτε, οἳ τοὐναντίον τοῖς ἄλλοις ἀνθρώποις πεπόνθασιν; οἱ μὲν γὰρ, κἂν τὰ μάλιστα ἀδικηθῶσι, πραότεροι γίγνονται διὰ τὰς ὕστερον εὐεργεσίας, Λακεδαιμονίοις δʼ εἴπερ ἄλλο τι ἐπιτετήδευται καὶ τοῦτʼ ἤσκηται, ὅταν τὰ μέγιστα εὖ πάθωσι, τότε ἐπὶ τοὺς ποιήσαντας ἔρχεσθαι. πρῶτον μὲν, ἵνʼ ἀπὸ τῶν οἰκείων ἀρξώμεθα, οὗτοι σωθέντες ὑφʼ ἡμῶν ἐπὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους, —ἴστε γὰρ δή που τοῦθʼ ὅτι δέκα μὲν ναῦς εἰς τὸ ναυτικὸν αὐτοὶ, τετρακοσίους δʼ ὁπλίτας εἰς Πύλας παρέσχοντο, καὶ ταῦτʼ ἦν αὐτοῖς μόνα τὴν πρώτην, ἃ κἂν εἰ πρὸς Μεγαρέας ἐπολέμουν, γέλως ἦν, τὸ δὲ σύμπαν εἰς ἡμᾶς καὶ τὰς ἡμετέρας τριήρεις ἀνήρτητο, αἵπερ οὖν καὶ ἐκώλυσαν τὴν

Πελοπόννησον κατὰ πόλιν ληφθῆναι—ἀλλʼ ὅμως τοιαύτης μὲν καὶ τηλικαύτης εὐεργεσίας πειραθέντες, πρέσβεις δʼ, ὅτε Μαρδόνιος προὐκαλεῖθʼ ἡμᾶς εἰς συμμαχίαν ἐπὶ δώροις, ἀντιπέμψαντες αὐτοὶ καὶ φωνὰς οὐκ ἐλάττους ἢ νῦν ἀφέντες, μὴ προδοῦναι σφᾶς, οὐ πολὺς χρόνος μετὰ ταῦτα διεγένετο καὶ ἐκώλυον μὲν ἡμᾶς τειχίζειν τὴν πόλιν, βοήθειαν δὲ εἰς Ἰθώμην ᾔτησαν μὲν, ἐλθοῦσαν δʼ ἀπέπεμψαν ἀτίμως, τὰ τελευταῖς δὲ εἰς πόλεμον φανερὸν καταστήσαντες ἃ παθεῖν ὤφειλον αὐτοὶ, ταῦθʼ ἡμᾶς εἰργάσαντο. πάλιν ἐν τούτῳ τῷ πολέμῳ γενομένου χρησίμου βασιλέως αὐτοῖς καὶ τὰ μέγιστα συγκαταπράξαντος, πῶς ἀπεμνημόνευσαν τὴν χάριν; διὰ Χειρισόφου καὶ Κλεάρχου Κῦρον ἐπῆγον αὐτῷ. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ πάλιν διὰ πάσης τῆς Εὐρώπης ἐλθόντες σὺν Ἀγησιλάῳ, τὴν Ἀγαμέμνονος στρατείαν ἐπὶ Τροίαν μιμούμενοι, Φαρνάβαζον ἦγον καὶ ἔφερον, καὶ τί κακὸν οὐκ ἐποίουν τὴν βασιλέως γῆν καὶ τοὺς ὑπάρχους, ἕως ἐπέλιπεν αὐτοὺς τὸ δύνασθαι καὶ ἡμῖν ὁμοῦ καὶ Θηβαίοις κἀκείνῳ πολεμεῖν; τίνα δὲ αὖ καὶ τὰ Θηβαίων; ἐπειδὴ τάχιστʼ αὐτοῖς συγκατειργάσαντο τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, εὐθέως περὶ τῆς αὑτῶν ἐκινδύνευον. ὑπέρευ γε νὴ Δία οὗτοί γε καὶ δικαιότατʼ ἀνθρώπων, εἴποι τις ἂν, οὕτω γὰρ καὶ μάλιστα ἔμελλον σαφῶς τὴν αὑτῶν ἄνοιαν κατόψεσθαι. φημὶ κἀγώ. ἀλλʼ οὐ διὰ τοῦτʼ ἐπʼ αὐτοὺς ἐτράποντο, ἵνʼ ἡμῖν χαρίσωνται καὶ δίκην ὑπὲρ ἡμῶν λάβωσι· γέλως γὰρ τοῦτό γε; αὑτοὺς γὰρ ἂν πρότερον ἢ τούτους ἐπʼ ἐκείνοις ἐτιμωροῦντο. ἀλλʼ ἦλθον, οἶμαι, καὶ ἐπὶ τούτους ὁδῷ. ὡς δʼ εἰπεῖν συνελόντα, κληρονομοῦντες διαγεγόνασιν ὧν

ἀπήλλαξαν αὐτοὺς ἕκαστοι πολέμων. ἆρʼ ἔχουσι χάριν Λακεδαιμόνιοι τοῖς εὐεργέταις καὶ ἀποδιδόασι μείζονα ἢ καθʼ ἃ ἂν λάβωσι; τί ποτʼ οὖν τὸ αἴτιον καὶ τίς ἡ φύσις αὐτῶν; δοκοῦσί μοι χειρίστην κρίνειν αἰσχύνην οὐ τὸ μὴ ἀντευποιεῖν τοὺς ὑπάρξαντας, ἀλλὰ τὸ εὖ πεπονθέναι δοκεῖν. ἵνα δὲ μὴ τοῦτο ὁμολογῶσι, μεταστρέψαντες ἐπʼ αὐτοὺς ἔρχονται τοὺς αἰτίους τῶν μεγίστων αὐτοῖς ἀγαθῶν, ἀκριβέστερον δὴ δεικνύντες ὅτι οὐδʼ ἡντινοῦν αὐτοῖς ὀφείλουσι χάριν.

ὁ μὲν Λακεδαιμονίων τρόπος οὗτός μοι φαίνεται,

διʼ ὃν τῆς μὲν χρείας ἀεὶ δούλους εἶναι, τῶν δʼ εὐεργετῶν δεσπότας, ἂν τύχωσι, γίγνεσθαι δοκεῖ μοί τις αὐτοὺς ἂν εἰπεῖν ὀρθῶς. ἆρʼ οὖν οὐδὲ Θηβαίους ἔστʼ εἰκὸς ἡμῖν χάριν εἴσεσθαι, ἂν μετὰ τούτων ἐπʼ ἐκείνους ἔλθωμεν; ἀλλὰ μάλιστα μὲν εἰ καὶ γίγνοιτό τις ἀγνωμοσύνη καὶ διενεχθῆναι δέοι ψευσθέντας δόξης, Θηβαίους ἔγωγʼ ἂν ἑλοίμην τὸ ἐμαυτοῦ μέρος πολὺ μᾶλλον, οὓς καὶ πρότερον Μυρωνίδης τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἐξαγαγὼν μετὰ πάντων Βοιωτῶν παρεστήσατο ῥᾳδίως, ἢ Λακεδαιμονίους, ὑφʼ ὧν ἃ πεπόνθαμεν ἴσμεν. χωρὶς γὰρ τῶν ἄλλων Θηβαίοις μὲν, ἐὰν ἀγνωμονῶσί τι πρὸς ἡμᾶς, πολλοὺς ἔσεσθαι τοὺς οὐκ ἐπιτρέψοντας ἡγοῦμαι, μάλιστα δʼ οἷς νῦν χρῶνται τοὺς Ἀρκάδας καὶ τοὺς Ἀργείους καὶ τοὺς ἄλλους, οἳ τοῦτον τὸν τρόπον ἂν ἴδωσιν αὐτοὺς προσφερομένους τοῖς συμμάχοις, ἀδίκημα κοινὸν ποιήσονται καὶ μιᾷ γνώμῃ πάντες ὡς ἡμᾶς μεταστήσονται. Λακεδαιμόνιοι δʼ ἂν αὐξηθῶσι διʼ ἡμῶν καὶ μὴ δικαίως μηδʼ ἁπλῶς ἡμῖν προσφέρωνται, πῶς ἀπαντήσομεν αὐτοῖς, ἢ τί ποιήσομεν; μεμψόμεθα ἐν τοῖς Ἕλλησιν; ἢ διʼ αὐτοὺς

καὶ βοήθειαν αἰτήσομεν; ἢ τί ποιήσομεν ἰσχυροτέρους αὐτοὺς φάσκοντες εἶναι; ἀλλʼ ὁ πρὸς τοῦτʼ ἂν λόγος ἐλθὼν σαφὴς καὶ γνώριμος. ὑμεῖς, ὦ καλῶς φρονεῖν φάσκοντες, τούτους τοὺς ἀνθρώπους ἐξὸν ὑμῖν εἰς πᾶν ἀσθενείας ἀγαγεῖν καὶ χρῆσθαι κοσμίοις, οὐ μόνον οὐκ αὐτοὶ τοῦτʼ ἐποιήσατε, ἀλλὰ καὶ Θηβαίους διεκωλύσατε καὶ προὔδοτε συμμάχους ὄντας. τί οὖν νῦν καταιτιᾶσθε τὴν ἰσχὺν καὶ τὴν πλεονεξίαν οὓς αὐτοὶ καθʼ ὑμῶν αὐτῶν καὶ κατὰ τῶν ἄλλων ἠσκήσατε; ὅτι δὲ, ὦ Ἀθηναῖοι, καὶ ἀδεὲς καθαρῶς τὸ γοῦν τῶν Θηβαίων ἐστὶ δέος οἶμαι δείξειν. λογίζεσθε γάρ. Θηβαῖοι πρὶν παθεῖν ὁτιοῦν ὑφʼ ἡμῶν ἀγαθὸν, μᾶλλον δὲ ἐν χερσὶν ἔτι τῶν προσκρουσμάτων ὄντων, οὐ μόνον οὐκ ἦλθον εἰς Πειραιᾶ, κελευόντων Λακεδαιμονίων, ἀλλʼ ἔτι καὶ τῆς τυραννίδος καταστάσης, ἣ καὶ μικρὸν χρόνον εἰ προσδιήρκεσεν, οὐκέτʼ ἂν ἀντέσχεν ἡ πόλις, πάντων ἄριστοι περὶ ἡμᾶς ἐγένοντο. παρασχόντες γὰρ οἰκείαν καὶ φίλην τὴν σφετέραν αὐτῶν πόλιν, ἀζήμιον καὶ ἄλυπον τὸ μετοικεῖν ἀπέφηναν,

Ἀρχίνῳ, Θρασυβούλῳ, τοῖς ἄλλοις, οἳ πολλοὶ καθʼ ἡμέραν ἑκάστην ἐγίγνοντο· καίτοι ταῦτα οὐκ ἀκίνδυνα ποιοῦντες

πρὸς Λακεδαιμονίων ᾔδεσαν. εἶτʼ ὦ πρὸς Διὸς οἱ παρὰ τοιαύτην συμφορὰν εὐνοϊκῶς ἡμῖν ἔχοντες καὶ οἱ πρὶν ὅτου παρʼ ὑμῶν τεύξονταί ποθʼ ὕστερον εἰδέναι, τοιαύτης οἰκειότητος καὶ φιλίας ὑπάρξαντες, οὗτοι Λακεδαιμονίων ἀπαλλαγέντες διʼ ἡμῶν μὴ παρακινήσωσί τι φοβησόμεθα; ἀλλʼ ὑπερβολὰς ἐκείνων; οὐ τἀναντία δή που δεῖ προσδοκᾶν κατὰ γοῦν τοὺς λογισμούς;

ἀλλʼ ἐπειδήπερ ἐνταῦθα ἐγενόμην, ἡδέως ἂν, ὦ Ἀθηναῖοι, πυθοίμην περὶ Λακεδαιμονίων, ποτέροις καλῶς ἔχον ἐστὶ μετʼ αὐτῶν γενέσθαι; πότερον τοῖς ἐκ Πειραιῶς; ἀλλʼ ἐξέπεσον διʼ ἐκείνων, καὶ κατελθεῖν ἐπιχειροῦντες ἐναντιουμένων πάλιν αὐτῶν ἐπειρῶντο. ἀλλὰ τοῖς ἐξ ἄστεος; ἀλλʼ ἀπολώλασι τό γʼ ἐκείνων μέρος τῷ δήμῳ παραδοθέντες. τῇ δὲ τῆς πόλεως ἀγαθῇ τύχῃ καὶ τῷ καλῶς βουλεύσασθαι σῶοι καὶ ἀπαθεῖς τοῦ πλείονος ἐσμὲν ἀμφότεροι. πάλιν δὴ περὶ Θηβαίων ἐρήσομαι, ποτέροις οὐκ ἄξιον συλλαβεῖν αὐτοῖς; πότερον τοῖς ἐκ Πειραιῶς; ἀλλʼ οὐκ ἐρῶ μὲν διὰ Θηβαίους, ἐκ Θηβῶν δʼ ὁρμηθέντες Φυλὴν κατέλαβον· ἣν καταλαβόντες τῆς ὕστερον εὐτυχίας καὶ ὧν ἐπεθύμουν κύριοι κατέστησαν. ἀλλὰ δὴ τοῖς ἐξ ἄστεος; ἀλλὰ διὰ ταύτην τὴν κάθοδον τῆς πρὸς τοὺς οἰκείους δυσμενείας καὶ ταραχῆς εἰσιν ἀπηλλαγμένοι, καὶ τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὀμωμόκασι κρίνειν. οὐκοῦν ἐχθροὶ μὲν ἀμφοῖν Λακεδαιμόνιοι δείκνυνται, φίλοι δʼ ἀμφοῖν οἱ Θηβαῖοι. κέκριται δὴ τοῦτο πάλαι καὶ οὐ τήμερον πρῶτον· ὀξύτατος δʼ ὁ παρὼν καιρὸς, ἐν ᾧ δεῖ

τοῦτο πᾶσι πέρας ἐπιθεῖναι. τί δὴ λοιπὸν ἢ συνεκτελέσαι τὰ πράγματα τοῖς Θηβαίοις καὶ μὴ λιπεῖν τὴν τάξιν, ὃ καὶ τοῖς ἰδιώταις αἰσχύνην φέρει, μηδʼ αὐτομόλων ἔργον ποιῆσαι, μεταστάντας καὶ ἀποδράντας τὰ πράγματα ἐπʼ αὐτῆς τῆς τελευτῆς ἑστηκότα. ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις πυγμὴν ἤ τι τοιοῦτον ἀγωνιζόμενος μέχρι μὲν τῶν ἄθλων ἔλθοι προθύμως, ἔπειτʼ ἐξειργασμένων αὐτῷ τῶν πραγμάτων, καὶ τόν γε στέφανον δέον ἤδη

λαμβάνειν τοῖς ἡττωμένοις αὑτὸν προσνείμειεν ἐξαίφνης. ἄνθρωπε, ῥιπτεῖς ἔχων; ναὶ, φησίν. ἀλλὰ Θηβαῖοι τῆς δόξης κληρονομήσουσι νὴ Δίʼ, ἐάν γε ἡμεῖς ἀπολειφθῶμεν. ἀλλʼ ἐκεῖνοι τὸν πόλεμον ἀνειλήφασιν. οὐκοῦν ἐν προσθήκῃ γενέσθων, ἡμεῖς δὲ ἀναδεξώμεθα τὴν προστασίαν.

καὶ μὴν οὐδʼ ἀδοξότερον δή που τὸ βοηθεῖν τοῖς καλέσασιν ἢ τὸ καλεῖν τοὺς βοηθήσοντας. οὐ γὰρ οἱ μείζους ἐπὶ τοὺς ἐλάττους καταφεύγουσιν, ἀλλὰ τῶν μειζόνων οἱ φαυλότεροι δέονται. διὸ τῶν ἐκβάντων κατὰ τούτους ἡ δόξα νικᾷ. θαυμάζω δʼ εἴ τις τὸ μὲν τῆς νίκης καὶ τῶν κατορθωμάτων κοινωνεῖν τὴν πόλιν αἰσχρὸν ἡγεῖται, τὸ δὲ τὴν τῶν ἀτυχημάτων καὶ τῆς ἥττης τάξιν λαβεῖν ἔντιμον νομίζει, καὶ σὺν ἄλλοις μὲν κρατῶν αἰσχύνεται, κληρονομῶν δὲ τῆς ἑτέρων συμφορᾶς καλοῦ καὶ λαμπροῦ σχήματος ἡγεῖται μερίτης ἔσεσθαι. εἰ δʼ ὅτι Θηβαίοις ἤδη τὰ μείζω προεξείργασται, διὰ τοῦτʼ ἀποκνήσομεν, τοὐναντίον οὗ δεῖ πεισόμεθα. νυνὶ γὰρ ὥσπερ ὕλην ἐκκόψαντες ἐκεῖνοι καὶ προκαθήραντες εὔπορον τὴν ὁδὸν ἡμῖν καὶ ῥᾳδίαν πεποιήκασι καὶ τῶν πραγμάτων καὶ τῶν δυσχερῶν καθʼ αὑτοὺς ἀπολαύσαντες τὴν ἐπὶ τῷ τέλει δόξαν ἡμῖν τετηρήκασιν· οὗ σπανιώτερον οὐδέν ἐστιν εὐτύχημα, ἢ διὰ τῶν ἑτέροις πεπονημένων εὐδοξίαν οἰκείαν πορίσασθαι δικαίως. μόνοις δʼ οὐχὶ νομίζω τοῖς ἀπέχειν τὴν δίκην ἡμᾶς τὴν παρὰ Λακεδαιμονίων φάσκουσιν εἶναι ταῦτα λέγειν. εἰ γὰρ Θηβαίων τοὔργον ποιοῦνται καὶ οὐδὲν εἶναι ταῦτα πρὸς ἡμᾶς φασι, πῶς λέγουσιν εἰληφέναι τὴν δίκην ἡμᾶς; δῆλον γὰρ ὅτι Θηβαίοις μὲν ἂν δεδωκότες εἶεν, ἡμῖν δʼ ὀφείλουσιν. οὐκοῦν εἰ μὲν αὐτοὶ διʼ ἡμῶν αὐτῶν τετιμωρήμεθα αὐτοὺς, κἂν ἀποχρῆν εἶπέ τις· Θηβαίων δὲ τῶν κεκρατηκότων ὄντων οὐκ ἔνεστιν εἰς τὸ φάσκειν ἐξαρκεῖν καταφεύγειν. αὐτὸ γὰρ ἂν τοῦτο καὶ πάνδεινον εἴη, εἰ Θηβαῖοι μὲν εἰς ἔχθραν αὐτοῖς ἐλθόντες δίκην ἠδυνήθησαν λαβεῖν ὑπόγυιον, ἡμεῖς δʼ ὄντες οἵπερ ἐσμὲν ταυτὸν τοῦτʼ οὐχὶ ποιήσομεν ἐκ πολλοῦ προοφειλόμενον
αὐτοῖς. ὅλως δὲ μήτοι νομίσητε, ἂν νικᾷ τις Ὀλυμπίασι τὸν ὑπʼ ἄλλου του συγκοπέντα ἥττω φιλοτιμίαν ἔχειν

αὐτῷ τὸν στέφανον, μηδʼ ἧττόν τι νικῶντα κηρύττεσθαι, ὅτι τις προπαρεσκεύασεν αὐτῷ τὸ μέρος τὴν νίκην, ἀλλʼ ἐκεῖνο λογίζεσθε, εἰ συνηγωνισμένοι ταύτην αὐτὴν τὴν μάχην ἦτε τοῖς Θηβαίοις, ἆρʼ οὐκ αἰσχρὸν καὶ παλίμβολον ἦν ἀποδράντας τῇ ὑστεραίᾳ μετὰ τῶν Λακεδαιμονίων τάττεσθαι; καὶ μὴν συνηγωνίσασθε μὲν ἂν προθύμως, εἴ τις ὑμᾶς ἐκάλεσε τότʼ εὐθύς. τὸ δʼ ὄνειδος ὅμοιον, καὶ νῦν ἐὰν ὑπαχθῆτε. οὐ γὰρ ταύτῃ τῇ μάχῃ μόνον, ἀλλὰ καὶ πολλαῖς ἄλλαις ταῖς ἄνω πράττειν ὑπεναντία δόξετε.

καὶ μὴν οὐδʼ ἐκποδὼν συμβουλεύσαιμʼ ἂν ὑμῖν οὐδʼ αὐτὸς ἀμφοτέροις στῆναι, ἀλλʼ εἰ οἷόν τʼ εἰπεῖν μᾶλλον τοῖς Λακεδαιμονίοις ἢ μηδετέροις προσθέσθαι. ἐκείνως μὲν γὰρ Θηβαίους ἀδικοῦντες Λακεδαιμονίους φήσετʼ οἰκτείρειν, οὕτω δʼ οὔτε Θηβαίοις τὰ δίκαια φυλάξετε οὔτε τούσδε φίλους προσλήψεσθε, δόξαν δὲ οὐ καλὴν ἀργίας οἴσεσθε, ἣν οὐδέσι μᾶλλον τῶν ὄντων προσήκει φυγεῖν ἤπερ ὑμῖν. διὰ τί; ὅτι πρῶτον μὲν πάντων ὀνειδῶν ἀπηλλαγμένοι τούτου πλεῖστον ἀφεστήκατε, καὶ λόγος ἐστὶ παλαιὸς καὶ γνῶναι τὰ βέλτιστα καὶ πρᾶξαι πάντων ὑμᾶς ὀξυτάτους εἶναι· δῆλον δʼ ἔκ τε τῶν ψηφισμάτων καὶ τῶν ἀγώνων, οὓς ἐν τῷ παντὶ χρόνῳ πεποίησθε. ἔπειτα νόμος παρʼ ὑμῖν, ὡς ἐγὼ μονίζω, μόνοις ἐστὶν, ὁ γραφὰς πεποιηκὼς ἀργίας, ἵνα μηδεὶς σχολάζῃ παρὰ καιρὸν μηδʼ ἀμελῇ, μηδʼ ἀπραγμοσύνην τὸ νωθρὸς εἶναι καλῇ. ἃ δὲ τοὺς ἰδιώτας κεκωλύκατε, τούτοις αὐτοὺς ἐνόχους δημοσίᾳ φανῆναι κακῶν ἔσχατόν ἐστι. καὶ γὰρ αὖ κἀκεῖνο. εἰ μὲν οἷοί τʼ εἰσὶν ἀναφέρειν οἱ Λακεδαιμόνιοι, μὴ μετὰ τῶν Θηβαίων ὑμῶν στάντων, οὐ πάρεισιν οἷ προσῆκεν αὐτοὺς οὐδʼ οἷ δεῖ σπουδάζειν προαγαγεῖν· εἰ δʼ ὑπερσχήσουσιν

οἱ Θηβαῖοι, βέλτιον ἐφʼ ὑμᾶς ἐλθεῖν τοὔνομα ἢ ἐπὶ τοὺς καὶ χωρὶς ὑμῶν ἂν κρατήσαντας. οὐ δεινὸν οὖν ἐξαλεῖψαι Λακεδαιμονίους ἐκ τῆς Ἑλλάδος; πάνυ γε, ὅταν περ ἐφʼ ἡμῖν γένωνται καὶ παραδῶσι τὴν πόλιν, ὥσπερ ὑμεῖς ἐκείνοις πρότερον. εἰ δʼ ἔγκεινται, τί δεῖ ταῦτʼ

ἀποδύρασθαι; τί δὲ τῆς ψήφου τῆς ἐκείνων ἀναμιμνήσκειν, ἣν ὅτε τοῖς ὅπλοις οὐκ ἐχρώμεθα ἡμεῖς, τότʼ ἤνεγκαν, οὐ πρότερον; εἶθʼ οὓς καὶ αὐτοὶ ψήφῳ σώσαιμεν ἂν, κατὰ τούτων τοῖς ὅπλοις χρησόμεθα; νὴ Δίʼ εἰκότως, ἵνα γε τῇ ψήφῳ σώσωμεν. δεῖ γὰρ αὐτοὺς εἰς τὴν αὐτὴν τύχην ἐλθεῖν, εἴπερ τὴν αὐτὴν ψῆφον ἀνταπολήψονται παρʼ ἡμῶν. ἔτι τοίνων καὶ ἐναντίος ἐστὶν οὗτος ὁ λόγος τῆς βοηθείας, ὑπὲρ ἧς οὗτοι λέγουσιν. ὥσπερ γὰρ εἰ μηδὲν ἦν ὑπόλοιπον, ἀλλὰ ψήφου μόνης καιρὸς ἦν, ἔδει σώζειν αὐτοὺς, ἐπειδήπερ ἀρκούντως ἐτετιμωρήμεθα, οὕτω νῦν καθαιρετέον καὶ καταγωνιστέον ἐστὶν, ἐπειδήπερ ἀντέχοντες ὁρῶνται. ταύτης μὲν οὖν τῆς φιλανθρωπίας συνεύχομαι τὸν καιρὸν ἐλθεῖν· τῶν δὲ παρόντων πραγμάτων οὔ φημι δεῖν ἐκκρουσθῆναι διὰ ῥημάτων εὐπρέπειαν, οὐδʼ ἀνεῖναι Λακεδαιμονίους βεβλημένους, οἵ γε, ὑμᾶς ἂν ἐκφεύγωσιν, ὕστερον οὐχὶ ληφθήσονται. πρὸς Διὸς, πόσου ποτʼ ἂν ἐπρίασθε, ὅτε ἤρχεσθε ὑπʼ αὐτῶν καὶ ὑβρίζεσθε ὑπὸ τῶν τυράννων, εἰς τοιοῦτον καιρὸν περιστῆναι τὰ πράγματα καὶ τοιαύτην λαβὴν ὑμῖν παραπεσεῖν; ἐγὼ μὲν κἂν τῆς σωτηρίας. εἰ δέ τις τὸ τῶν Λακεδαιμονίων ὄνομα

ἢ τὰ σεμνὰ τῆς χώρας ἐν αἰδοῖ ποιεῖται, καὶ δεινὸν αὐτῷ τι φαίνεται καὶ σχέτλιον τὴν ἐπʼ Εὐρώτᾳ γῆν πειραθῆναι πολεμίων ἐμβολῆς, οὐδὲν ἀτιμοτέρα τῶν παρʼ ἐκείνοις τόπων Ἐλευσὶς αὕτη, τὸ Θριάσιον, Ἀχαρναὶ, τὰ ἄλλα ὅσα μυριάκις κατατέτμηται. ταῦτʼ οὖν αὐτὸν παραμυθείσθω καὶ ῥᾷον οἴσει. οὐ γὰρ δή που τὸ μὲν δῃοῦν Λακεδαιμονίοις ἀποδώσομεν, τὸ δʼ ἡσυχάζειν πορθουμένους ἡμῖν ἀποκείσεται, ὥσπερ τῇ μὲν Ἀττικῇ σύνηθες ὂν τὸ φθείρεσθαι, τῇ δὲ ἐκείνων γέρας τι καὶ τιμὴν ἀνεῖσθαι τὸ μόνην ἐξαίρετον εἶναι τῶν τοῦ πολέμου κακῶν. ἀλλʼ εἴ γέ τινα ἔδει χώραν ἀπαθῆ τούτων εἶναι, τὴν ἡμετέραν ἔδει. καὶ γὰρ ἡ πρώτη καρποὺς ἐνεγκοῦσα καὶ μεταδοῦσα τοῖς Ἕλλησιν, οὐ μόνον Λακεδαιμονίοις, ἐστὶν αὕτη, καὶ ὁ θεὸς ταύτην μητρόπολιν τῶν καρπῶν εἴρηκεν, οὐ τὴν Λακεδαιμονίων, καὶ τἄλλα ὅσα θεῖα ταύτῃ παρὰ πάντων ἐπιφημίζεται, οὐ τῇ Λακεδαιμονίων· καὶ διὰ ταύτην καὶ τοὺς ταύτης ἐνοίκους ἀδῄωτος ἡ τῶν ἄλλων ἔμεινε γῆ.

καὶ δικαιότερον δήπουθεν, ὦ Δήμητερ, Ἀθηναίους ὄντας τὰ αὑτῶν περιστέλλειν ἐστὶν ἢ τὰ Λακεδαιμονίων.

ἥσθην δὲ ἐφʼ οἷς Ἡρακλέους καὶ τῶν Ἡρακλέους παίδων ἐμνήσθη τις, ὥσπερ εἰς Λακεδαιμονίους, ἀλλʼ οὐκ εἰς Θηβαίους πολὺ μᾶλλον ταῦθʼ ἡμῖν πεφιλοτιμημένα, εἰ μὴ καὶ τὸν Ἰόλεων Σπαρτιάτην ἀποφαίνουσι. θαυμάζω δʼ ὅπως οὐ καὶ τὸν Οἰδίπουν προσέθηκαν ὡς ἐδεξάμεθα,

οὐδὲ καὶ τοῦτο εἰς τὴν Λακεδαιμονίων τιμὴν ἀνήνεγκαν. ἐγὼ δʼ εὖ οἶδʼ ὅτι καὶ ταῦτα καὶ πολὺ πλείω τούτων κοινὰ πρὸς Θηβαίους ἂν ὑμῖν ἐπέπρακτο, εἰ τοιαῦται παρέπιπτον ἀφορμαί. καὶ οὐκ ἐμὲ λέληθεν ὅτι καὶ τούτων ἕκαστον τῶν νῦν ὑπαρχόντων ἦν ὅτʼ ἄπρακτον ἦν, ἀλλʼ ὅμως ἐπὶ καιρῶν ἕκαστα ἐγένετο. οὐ μὴν οὐδενὶ τῶν ἔμπροσθεν τοιοῦτος καιρὸς ὑπῆρξεν οἷός περ ὁ τῶν νῦν ἔργων τούτων. νυνὶ γὰρ εἰς ὑμᾶς πάντʼ ἀνάκειται τὰ τῶν Ἑλλήνων. μένουσι μὲν Θηβαῖοι πιστοὶ καίπερ εὐτυχηκότες, Λακεδαιμόνιοι δὲ ὑποκεχωρήκασιν. ὑπάρχει δʼ ὁμοῦ Θηβαίοις τὰ πιστὰ φυλάξαι καὶ δίκην παρὰ τῶν πολεμησάντων ὑμᾶς λαβόντας προεστάναι τὸ λοιπὸν τῆς Ἑλλάδος ἀσφαλῶς μετὰ τοῦ δεῖξαι πᾶσιν ἀνθρώποις περὶ τῆς πόλεως τὰ κάλλιστα, τοὺς ἐπιβουλεύσαντας ὅπως μεταχειρίζεται, καὶ τοῖς ὑπάρξασί τινος εὐεργεσίας ὅπως χρῆται διὰ τέλους. ὀλίγου δέω λέγειν οὐδὲ φιλάνθρωποι φανῆναι δυνήσεσθε, εἰ μὴ καὶ πρότερον χαλεποὶ γίγνεσθε. ἂν γὰρ ἐπεξελθόντες τῷ πολέμῳ μέχρι παντὸς καὶ παραλαβόντες τοὺς ἄνδρας, τὴν πόλιν, τὰ κτήματα, τηνικαῦτα σώσητε, ἔχοντες ὅ τι ἂν βούλησθε χρήσασθαι, τότʼ αἰσθήσονται τῆς φιλανθρωπίας ὑπὸ τοῦ καιροῦ Λακεδαιμόνιοι, καίπερ οὐκ ὄντες οἷοι τῶν εὖ ποιούντων αἰσθάνεσθαι. τόθʼ ὁμοῦ καὶ ἄνδρας καὶ δικαίους νομιοῦσιν ἅπαντες ὑμᾶς. μέμνησθε, ὦ Ἀθηναῖοι, τῆς ἐν Σικελίᾳ συμφορᾶς· τότε Συρακοσίοις παρόντες οὗτοι Λακεδαιμόνιοι νενικηκόσιν οὐ παρὰ μικρὸν, ἀλλʼ ὡς καὶ τὰς ναῦς ἡμῶν ἁπάσας
διεφθαρκέναι καὶ ὅπλα καὶ σώματα εἰληφέναι τὰ μὲν ἐν τῇ θαλάττῃ, τὰ δὲ ἐν τῇ γῇ, καὶ μηδὲν ὧν ἂν εὔξαντο ἐνδεῖν