Orationes 33

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

οὕτως ἔχων, ὦ Ἀθηναῖοι, γνώμης ἀνέστηκα, ὡς εἰ μὴ λίαν εὔηθες εἰπεῖν ἦν, ἐγγὺς ἂν εἶναι τοῦ ζητεῖν ἔτι φῆσαι ποτέροις προσθῶμαι, κἂν εἴ τις ἀναστὰς μικρὸν ὕστερον ἐξελέγξειε διαφεύγοντάς με τοὺς λογισμοὺς καὶ δείξειεν αὐτός τι βέλτιον, πρῶτος αὐτῷ πείθεσθαι· τοσοῦτον εὐνοίας οὐδὲ πρὸς ἑτέρους ἄνωθεν προϋπάρχον ἐστί μοι. ἃ δὲ καὶ θαρρούντως ἀνεστάναι με καὶ ἐμαυτὸν ἤδη [πεπεικέναι] πρὸς τοὺς ἑτέρους ἀποκλῖναι πεποίηκε, ταῦθʼ ὑπειπὼν καὶ τὸ ποτέρους ὁμοῦ σημανῶ, τό γε τῆς γνώμης, ἣν ἔχω περὶ τούτων, κεφάλαιον εἰς μέσον θεὶς πρῶτον ἀμφοῖν. ἐγὼ δὴ βούλομαι Θηβαίους μὲν ὑμῖν ἐπὶ Λακεδαιμονίους ὑπάρχειν, Λακεδαιμονίους δʼ ἐπὶ Θηβαίους πάλιν, καὶ μηδετέρους πράττειν εὐτυχέστερον ἢ τῇ πόλει συμφέρει. εἰ μὲν οὖν ἐν ἴσῳ καθειστήκεσαν καὶ περὶ τῶν αὐτῶν ἦν ὁ λόγος ἀμφοτέροις, οὐδὲν ἂν ᾤμην εἶναι πρᾶγμα· ῥοπῆς δὲ τοσαύτης ἐπὶ τοὺς Θηβαίους γεγονυίας τῶν μὲν τὴν ἀσθένειαν, τῶν δὲ τὴν δύναμιν φοβοῦμαι. εἰ μὲν οὖν ἄλλο μέν τι ποιοῦντας ἐκείνην ἐπανορθοῦν, ἄλλο δὲ ταύτην καταλύειν ἔδει, πρῶτον μὲν διπλᾶ πράγματα ἂν εἴχομεν, ἔπειτα δὲ ἑκάτερον κατὰ καιρὸν ἔδει τὸν αὑτοῦ ποιεῖν· συμπεπτωκότων δὲ εἰς ταυτὸν ἀμφοῖν χρήσασθαι τῇ τοῦ καιροῦ συνόδῳ δοκεῖ μοι καὶ τοσοῦτον ἐκείνοις εἰσενεγκεῖν, ὅσονπερ τούτων ἀφελεῖν

συμφέρει. ἡγοῦμαι γὰρ ἐξισωθέντας μὲν αὐτοὺς ὑφʼ ἡμῶν τοῖς πρὸς αὑτοὺς πράγμασι συνέξεσθαι, ἀναιρεθέντων δὲ τῶν ἑτέρων πρὸς ἡμᾶς ἤδη τὸν λόγον τοῖς κρατήσασιν ἔσεσθαι. ἐκ δὲ τούτων ἀποφαίνω τῶν λογισμῶν ὅ τις ἂν δόξειεν ἄτοπον, τοῦτο συμβησόμενον, ἐκποδὼν μὲν ἡμᾶς

ἀμφοτέροις γενομένους κινδυνεύσειν πρὸς τοὺς ἑτέρους, βοηθήσοντας δὲ τοῖς ἐλάττοσιν ἐκ μέσου τὸ λοιπὸν ἀμφοῖν ἑστήξειν. ἃ μὲν οὖν λογιζόμενος πέπαυμαι μέσος ὢν καὶ διʼ ἃ τοὺς Λακεδαιμονίους ᾕρημαι, ταῦτʼ ἐστί· τὸ δʼ ὑμέτερον πρόχειρον εἰς φιλανθρωπίαν καὶ τὸ φθάνειν τοὺς ἀτυχοῦντας οἰκτείροντας ἢ ʼκείνους δεομένους, τάχʼ ἂν οὐκ ἐάσειε ταῦτʼ ἀκριβῶς ἐξετασθῆναι. σύνοιδα γὰρ ὑμῖν καὶ ὅτε πρῶτον ὁ κήρυξ ἦλθε τὴν μάχην ἀγγέλλων,

ὃν ἐστεφανωμένον ὡς ὑμᾶς ἔπεμψαν οἱ Θηραῖοι, πρὸς ἀηδίαν καὶ λύπην ἀκούσασι καὶ οὕτω πόρρω τοῦ συνησθῆναι γενομένοις, ὥστε μήτε εἰς τὸ πρυτανεῖον καλέσαι μήτʼ ἄλλο μηδὲν φιλάνθρωπον ἐνδείξασθαι. οὕτως ὁ παλαιὸς λόγος ἔστʼ ἀληθὴς ὅτι τοῖς καθʼ ἑκάστους ἀτυχοῦσι κοινὴ πᾶσιν ὕπεστιν εὐτυχία τὸ τῆς πόλεως ταύτης ἦθος ὑφʼ οὗ σώζονται. ἀλλὰ μὴν τόν γʼ ἀναμνήσοντα ἂν ὑμᾶς τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις τίνες αὐτοῖς ἐκοινώνουν ἐρήσομαι· οἶμαι μὲν οὐ Σάμιοι, ἀλλʼ οἷς ὡς ἀναμαρτήτοις βοηθεῖν ἀξιώσει.

εἰ μὲν οὖν καιρῷ τινι καὶ φιλανθρωπίᾳ ταῦτα δεδόσθαι δεῖ, κοινὴν ἀμφοῖν δίκαιον ὑπάρχειν τὴν λήθην, οὐ τοῖς μὲν καὶ ἐξ ἀρχῆς ὑπʼ ἐκείνων ἀναπεισθεῖσι καὶ καταλῦσαι μεταξὺ σπουδάσασι, κᾆτα κωλυθεῖσι μνησικακεῖν, τοῖς δὲ διὰ τέλους ἀγνώμοσι παρεικέναι χρὴ τὴν μέμψιν· εἰ δʼ ἀμφοτέροις ἐγκαλεῖν χρὴ, ὡς ἔγωγε μὰ τοὺς θεοὺς οὐκέτʼ ἂν ἀξιοίην, εἰ μή τις ἔχοι με πεῖσαι, τί δεῖ ταῦτα κατηγορεῖν ὧν ἀποκρῖναι τοὺς ἑτέρους οὐκ ἔστιν; ἁπάντων γὰρ τῶν ὡς ὁ μάλιστʼ ἂν ἐξετάζων εἴποι χειρίστων οἵδε αὐτοῖς ἐκοινώνουν.

καὶ μὴν εἴ τινα καὶ ἐκλέξαντα εἰπεῖν δεῖ παρέντα τὰ τοῦ πολέμου κοινὰ, σκοπῶμεν τὰ μετὰ ταῦτα πραχθέντα καὶ βουλευθέντα ἑκατέροις. εὑρήσομεν γὰρ τὰ μὲν

Θηβαίοις δόξαντα, ἀναίρεσιν τῆς πόλεως ἡμῶν καὶ ἀνδραποδισμὸν καὶ μηδένα μηδαμοῦ λοιπὸν εἶναι· φεύγω

τοὔνομα προσθεῖναι τῇ βλασφημίᾳ—καίτοι ταῦτά γε οὐδʼ ὁ Πέρσης ἔγνω πρότερον περὶ ἡμῶν, ἀλλʼ ἀποχρῆν ᾤετο, ἐὰν τὸ κελευόμενον ποιεῖν ἐθέλοντας ἔχῃ—τὰ δʼ αὖ Λακεδαιμονίοις δόξαντα ταῦτʼ ὄντα, ἃ νῦν αὐτοῖς ἀξιοῦσιν ὑπάρξαι παρʼ ὑμῶν, τὴν αὑτῶν οἰκεῖν καὶ μηδὲν ἀνήκεστον παθεῖν. καὶ δῆτα ἔγωγε σκοπῶ πρὸς ἐμαυτὸν, εἰ τότε τοῖς Λακεδαιμονίοις συνέδοξεν ἅπερ τοῖς Θηβαίοις καὶ ὑπέστησαν τοῦτο τὸ ἔργον, καὶ μὴ θεῶν τις χεῖρα ὑπερέσχε τοῦ τοιούτου πράγματος, τί λοιπὸν ἦν ἐν μέσῳ ἢ ζητεῖν νῦν τοὺς Θηβαίους οὕστινας καλέσουσι κατὰ τούτων; καίτοι, δοθήτω γάρ μοι καὶ τοῦτʼ εἰπεῖν ἄνευ φιλονεικίας, Λακεδαιμονίοις μὲν, ἂν ἐπὶ πᾶσι δικαίοις σκοπῇ τις, συγγνώμης ἴσως μετὸν εὑρήσει καὶ τῶν ἐπὶ τοῦ πολέμου πραχθέντων καὶ εἴ τι ὕστερον ἠγνωμόνησαν. διὰ τί; ὅτι τοῖς μὲν ὑπὲρ ἀρχῆς καὶ ἡγεμονίας φιλονεικοῦσιν αὐτὸ τὸ σχῆμα τοῦ πολέμου δίδωσι παραίτησιν, ἐάν τι προαχθῶσι, τοῖς δὲ ὑπὲρ τοιαύτης μὲν οὐδεμιᾶς φιλοτιμίας, ἄλλως δὲ ἐγκειμένοις καὶ πλεονάζουσιν, ἃ οἱ Θηβαῖοι τότʼ ἐποίουν, πᾶς ὁστισοῦν ἂν νεμεσήσαι δικαίως ὅτι τὴν ἀγνωμοσύνην ἀπρόσωπον ἔχουσι καὶ φύσει πονηρῷ τρόπῳ χρῶνται. καὶ μὴν εἴ τις τούτων μὲν

παρεληλυθέναι τὴν ἐξέτασιν ἡγεῖται, τὴν δὲ τοῦ νῦν παρόντος πολέμου πρόφασιν ἀκριβῶς ζητεῖ, ἀδικεῖν τοὺς Λακεδαιμονίους οἶδʼ ὅτι κρίνει καὶ μετὰ τῶν Θηβαίων γίγνεσθαι δεῖν οἴεται.

ἐγὼ δʼ ὅτι μὲν Φοιβίδας ὁ ταῦτα πράξας ἦν καὶ οὐδὲν ἐπράχθη τούτων ἀπὸ τῆς κοινῆς γνώμης, ἀλλʼ αὐτῶν Θηβαίων οἷς οὐκ ἤρεσκε τὰ παρόντα καλούντων εἰσῆλθεν ὁ Φοιβίδας παριὼν καὶ κατέλαβε τὴν Καδμείαν οὔτε πάνυ τι πιστεύω οὔτʼ ἂν εἴποιμι· ἐξῆν γὰρ τοῖς οἴκοι δή που ταῦτα ἀκούσασι καλεῖν ὀπίσω, ζημιοῦν, ἐξάγειν, ἀγανακτοῦντας ὁρᾶσθαι, ὃ πολλοῦ δέουσι πεποιηκέναι. οὐ μὴν ἀλλʼ εἰ μὲν δίκην λαβεῖν βουλομένοις τοῖς Θηβαίοις

ἐμποδὼν ἱστάμεθα, ἠδικοῦμεν ἂν ὡς ἀληθῶς καὶ οὐχ ἡμῶν ἐποιοῦμεν· ἐπεὶ δὲ ταύτην μὲν εἰλήφασι, τοῦ πρόσω

δὲ γλίχονται, οὐχ ἡγοῦμαι δεῖν ἐπὶ τῇ τοῦ δικαίου προφάσει πρᾶγμα ἀδικώτατον αὐτοῖς συγχωρῆσαι, τήν τε Πελοπόννησον καὶ τοὺς ἄλλους Ἕλληνας καταδουλώσασθαι, τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν τοῦτο δύναται. εἰ μὲν οὖν πρὸ τῆς μάχης ἐπεπόμφεσαν ἀμφότεροι, βοηθεῖν ὁμοίως ὥσπερ νυνὶ δεόμενοι, τοῖς Θηβαίοις ἔγωγε συνεῖπον ἂν, οὐ βουλευσάμενος λέγω. διὰ τί; ὅτι τὴν μὲν Λακεδαιμονίων παράκλησιν συγκαταδουλοῦσθαι Θηβαίους ἂν ᾤμην εἶναι, τὴν δὲ Θηβαίων λαβεῖν τὰ δίκαια παρὰ Λακεδαιμονίων. τοῦτο δʼ ἐκείνου πολὺ κρείττω λόγον ἔχειν ἡγούμην ἄν. τηνικαῦτα δὲ ἀφιγμένης τῆς πρεσβείας, ἡνίχʼ ὃ ζητοῦσι προέχουσιν, οὐχ ὁρῶ τὸν τρόπον τῆς βοηθείας. ἀλλʼ ἔγωγε, καὶ μηδεὶς δυσχεράνῃ τὴν ἀτοπίαν, εἰ καὶ κατʼ ἀρχὰς πεμψάντων ἀμφοτέρων τοῖς Θηβαίοις συνεῖπον, ἔπειτα πάλιν μετὰ τὴν μάχην ἔπεμψαν ὥσπερ νῦν ἀμφότεροι, θαρρῶν ἐκέλευον ἂν ἀνταλλάττεσθαι. ὅτε μὲν γὰρ καθίστατο ὁ πόλεμος, τοῖς ἀδικουμένοις συλλαμβάνειν ἐκέλευον ἂν, ὅτε δʼ οὗ χάριν ἂν συνηράμεθα αὐτοῖς ἐξεπεπλήρωτο, δυοῖν θάτερον, ἢ πεπαῦσθαι δεῖν ἂν αὐτοὺς ᾤμην, ἢ πλεονάζοντας ὑφʼ ἡμῶν πάλιν κατέχεσθαι· καὶ ὅσῳ γε προθυμότερον πρότερον βεβοηθηκότες αὐτοῖς ἦμεν ἂν, τοσούτῳ μᾶλλον νῦν ἀντιστῆναί φημι δεῖν. ἐπειδὴ γὰρ τυχόντες τῶν δικαίων ὧν προΐσταντο σπουδάζειν οὐχὶ παύονται, πάρεισιν εἰς τὸ τῶν Λακεδαιμονίων ἔγκλημα αὐτοὶ διʼ ὁδοῦ δικαίας, καὶ μετελήλυθεν ἡ τοῦ πολέμου πρόφασις, διʼ ἣν ἐπʼ ἐκείνους τότʼ ἐλθεῖν ἔδει. οὐ γὰρ
ὧν πεπόνθασιν ἀμύνονται, ἀλλʼ ἃ κατωρθώκασι μείζω ποιῆσαι ζητοῦσιν. οὐκοῦν ὃ μὲν εἶχον δίκαιον, ἐξήκει καθὸ τῆς βοηθείας ἂν ἔτυχον, τὸ παρὸν δὲ ἀδίκου τάξιν ἔχον γιγνώσκεται. διὸ κωλύοιντʼ ἂν ὑφʼ ἡμῶν δικαίως. ἔπειτα οὐδʼ εὔλογον φυγόντας ἂν τότε τοὺς Θηβαίους τοῖς

Λακεδαιμονίοις συγκαταδουλοῦν, συνανελεῖν τοὺς Λακεδαιμονίους τούτοις νῦν ὑπομεῖναι. πολὺ γὰρ δή που μᾶλλον, ὦ Ζεῦ καὶ θεοὶ, Θηβαίους ἀποστῆναι διʼ ἡμᾶς ἄξιον ἢ μετασχεῖν ἡμᾶς διʼ ἐκείνους τοιαύτης πράξεως.

ἔστι γὰρ, ἔστι καὶ ἀμυνομένοις ἀμέτρως ἀδικεῖν· κἄν τις οἷς τὰς τιμωρίας ἀναπληροῖ πρὸς τἀδικήματα τούτοις ὑπερβῇ, δεύτερος ἄρχει πάλιν. οἷόν τι λέγω, ἦλθον ἐπὶ Θηβαίους Λακεδαιμόνιοι· καλῶς. οὐκοῦν καὶ δεδώκασι δίκην Θηβαίοις Λακεδαιμόνιοι. τοῦτʼ ἔχει τέλος ἡ μέμψις. ὅ τι δʼ ἂν μετὰ τοῦθʼ ὑπὸ τῶν Θηβαίων γίγνηται, δευτέρας ἀδικίας ὡς εἰπεῖν ἐστιν ἀρχὴ καὶ περίοδος. τοῦτο δʼ οὐκ ἐπὶ τῶν πόλεων μόνον ἐστὶν, ἀλλὰ καὶ τὰ τῶν ἰδιωτῶν ἅπαντα ὑπὸ τοῦτον τὸν λόγον ἔρχεται. τό τις ἢ τὸ ποιήσας ἐκολάσθη, λύσις ὡς εἰπεῖν αὕτη γέγονε τοῦ πονηρεύματος· ἐὰν δʼ ἅπαξ τιμωρησάμενος μετὰ ταῦτα ἐλαύνῃ καὶ φέρῃ τὸν δυστυχήσαντα, αὐτὸν ἤδη κολάζειν οἱ νόμοι προστάττουσι· δικαίως. τοῦτο γάρ ἐστιν ὑπὲρ τῆς φύσεως τοῦ παντὸς γένους ἡμῶν, εἶναί τι τοῖς ἁμαρτάνουσι μεθʼ ὃ δεῖ στῆναι τὴν τοῦ πεπονθότος ὀργήν. ἐπεὶ νῦν εἰπάτω μοί τις, ἐὰν τοῖς Θηβαίοις προσθώμεθα καὶ οἱ Λακεδαιμόνιοι πάλιν κρατηθῶσι καθάπαξ, τί τὸ

κωλῦόν ἐστι πάλιν δίκην ἑτέραν ἥντινα λήψονται ζητεῖν τοὺς Θηβαίους, καὶ τοῦτʼ ἀπέραντον εἶναι μέχρι παντὸς διὰ τὸ πρῶτον ἔγκλημα; ἀλλὰ τί ταῦτα ἀκριβολογοῦμαι; εἰ γὰρ καὶ πάνδεινα πεποιήκασιν οἱ Λακεδαιμόνιοι καὶ πάσης μείζω τιμωρίας, ὁ καιρὸς αὐτοὺς, ὦ ἄνδρες Ἀθηναῖοι, παραιτεῖται καὶ τὸ μὴ καλῶς ἔχειν ὑμῖν συνεπιτίθεσθαι τοῖς αὐτῶν ἀτυχήμασιν. ὧν γὰρ πλείους μὲν ἢ χίλιοι τεθνᾶσιν, ἀφεστᾶσι δʼ οἱ σύμμαχοι, κεκόσμηται δὲ τοῖς ὅπλοις τὰ Θηβαίων ἱερὰ, αἱ δʼ ἐλπίδες εἰς ἡμᾶς μόνους ἀνήρτηνται, πῶς ἄξιον αὐτόχειρας τούτων γενέσθαι καὶ μὴ συνδιατηρῆσαι τὰς ὑπολοίπους ἀφορμάς; εἰ γὰρ καὶ αὐτοὶ πολεμοῦντες ἴδιον πόλεμον ταῦτʼ εἴργασθε αὐτοὺς, δικαίως ἄν μοι δοκοῖτε ἐνταῦθα στῆναι. τὸ δὲ Θηβαίοις συγκατεργάσασθαι τέλειον τὸν τῶν ἀντιπάλων

ὄλεθρον πῶς οὐ φευκτὸν καὶ μέχρι ῥήματος; πρὸς ταῦτα τὴν εἰρήνην τὴν ἐπʼ Ἀνταλκίδου καὶ ὅ τί τις βούλεται προφερέτω. τοῦτο μὲν δὴ τὸ τῆς εἰρήνης καὶ πάντων πλείστου πρίαιντʼ ἂν Λακεδαιμόνιοι κατʼ αὐτῶν λέγεσθαι παρὰ τὴν νῦν χρείαν. ὅσῳ γὰρ ἂν μᾶλλον ἐκείνην μέμφησθε, τοσούτῳ προθυμότερον σωστέον αὐτούς ἐστιν ὑμῖν νυνί. γέγραπται γὰρ ἐν αὐτῇ δή που τοὺς τὴν Ἀσίαν αὐτὴν οἰκοῦντας Ἕλληνας ὅ τι ἂν βούληται βασιλεὺς ἐξεῖναι δρᾶσαι, τοὺς δὲ τοῦτο δυσχεραίνοντας τῆς νῦν

πρεσβείας τῶν ἠτυχηκότων οὐκ ἔνεστιν ἀμελῆσαι. οὔτε γὰρ δήπουθεν ὅλως Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἴσην δεῖν εἶναι πρόνοιαν τῶν Ἑλλήνων οὐδʼ ἂν εἷς εἴποι, βλέπων εἰ καὶ εἰς μηδὲν ἕτερον, ἀλλʼ εἰς αὐτὰς ταύτας τὰς πρὸς τὸν βασιλέα συνθήκας, ὧν αἱ μὲν ἐκείνων ἐκδότους πεποιήκασι τοὺς Ἕλληνας τοὺς ἐπὶ θαλάττῃ, αἱ δὲ ἡμέτεραι τῆς θαλάττης ἄνω κατέχουσι βασιλέα· οὔθʼ ὅμοιον εἰς ἀνάγκην κατακλεισθέντας καὶ εἰρήνης ἐπιθυμήσαντας συγχωρῆσαι ταῦτα καὶ εἰρήνης οὔσης ἐπιθυμίᾳ πολέμου παριδεῖν ἐθελοντὰς τὰ δίκαια. ὅπου δὲ καὶ γράψαι περὶ τῶν ἐν τῇ γῇ τῇ βασιλέως ἐξεῖναι τῷ βασιλεῖ πρᾶξαι ὅ τι ἂν βούληται βαρὺ καὶ δεινὸν, πῶς οὐ πολλῷ σχετλιώτερον αὐτοὺς συνεξεργάσασθαι τοὺς Ἕλληνας τοὺς ἐν τῇ Εὐρώπῃ Θηβαίοις; εἰ γὰρ Λακεδαιμονίοις πολέμῳ κατειργομένοις γράψαι τοὺς ἐν τῇ γῇ τῇ βασιλέως ὅ τι ἂν βούληται βασιλεὺς ἐξεῖναι ποιῆσαι κατηγορία καὶ ὄνειδος κέκριται, πῶς ὑμῖν γε ἀνεκτὸν Ἀθηναίοις οὖσι καὶ βουλῆς κυρίοις αὐτοχειρίᾳ τοὺς ἐν τῇ Εὐρώπῃ Θηβαίοις παραδοῦναι, καὶ ταῦτα Λακεδαιμονίους; οὓς εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀξίωμα ὅ ποτε ἔσχον παραιρεῖται.

γένοιτο δʼ ἂν νῦν ὁ πλεῖστος ἴσως λόγος τοῖς ὑπὲρ τῶν Θηβαίων λέγουσιν ὡς ἤδη πρότερον συμμάχους αὐτοὺς ἐποιήσασθε, καὶ τῆς εἰς Ἁλίαρτον ἐξόδου καὶ τῆς ἐν Κορωνείᾳ μάχης ἀναμνήσουσιν ὑμᾶς. οὐκοῦν ἄτοπον, εἰ φίλους τοὺς τότε ἐχθροὺς καὶ πολεμίους τοὺς τότε

συμμάχους ὁμοῦ ποιήσεσθε, φαῖεν ἄν. ἐγὼ δὲ τοσούτου δέω νομίζειν ἐναντιοῦσθαι τοῖς Λακεδαιμονίοις, ὥστʼ εἰ

μηδένα ὑπὲρ τῶν Θηβαίων ᾤμην ἐρεῖν, ἐχρησάμην ἂν ὅμως παραδείγμασιν αὐτοῖς ὑπὲρ τούτων. τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ τότε τοὺς Θηβαίους φίλους καὶ συμμάχους ἐποιησάμεθα, ἐχθροὺς καὶ πολεμίους πάντα τὸν ἔμπροσθεν χρόνον ὄντας, καὶ οὐδὲν ἐκώλυσεν ἡμᾶς τὰ ὑπάρχοντα ἐναντιώματα συστῆναι καὶ συλλαβεῖν αὐτοῖς, ὅτε ταὐτὰ δίκαια λέγειν ἐδόκουν ἡμῖν; ὡς μὲν οὖν οὐδέν ἐστιν ἐμποδὼν ἡ τότε συμμαχία τῷ νῦν προσδέξασθαι Λακεδαιμονίους ἐκ τούτου δῆλον· ὅτι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατʼ αὐτὴν ἐκείνην ἀναγκαῖόν ἐστι τοῖς Λακεδαιμονίοις ἐπαμῦναι καὶ τοῖς μάλιστα μεμνημένοις τῆς τότε σπουδῆς περὶ τοὺς Θηβαίους, τούτοις μάλιστα οὐκ ἔνεστιν ἄλλως ποιεῖν ἢ μετατάξασθαι, τοῦτο ἔτι τοῦ προτέρου φανερώτερον ἐπιδείξω. εἰ γάρ τις ἔροιθʼ ὑμᾶς, ὦ Ἀθηναῖοι, πόσα χρήματα ὑμῖν καταβαλόντες Θηβαῖοι τὴν συμμαχίαν εὕροντο, εὐφήμει, φαίητε ἂν, ἡμῖν Θηβαῖοι; πόθεν; ἢ τί; τίνες δʼ ἕτεροι; πῶς οὖν αὐτοὺς προσεδέξασθε; ἦσαν μὲν γὰρ οὐ φίλοι τὸ ἀρχαῖον· οὐδεμίαν εἰπεῖν ἂν ἔχοιθʼ ἑτέραν πρόφασιν πλὴν τὸν κίνδυνον καὶ τὴν χρείαν καὶ τὸ εἰ περιώφθησαν ὑφʼ ἡμῶν, ἐπὶ Λακεδαιμονίοις ἂν εὐθὺς αὐτοὺς εἶναι. εἰ μὲν τοίνυν ἰδία τις ὑπῆρχεν ὑμῖν πρὸς αὐτοὺς οἰκειότης, οὐδʼ οὕτω μὲν δή που δικαίως ἄν

τις ἡμῖν ἐπετίμησε μὴ μέχρι παντὸς καὶ τῶν ἁμαρτημάτων κοινωνεῖν ἐθέλουσιν. ἀλλʼ ἴσως μεταβάλλεσθαι μὲν ἐδόξατʼ ἂν, εἰκότως δέ γε πλείω λόγον τῆς ἡμετέρας αὐτῶν δόξης ἢ τῆς ἐκείνων χάριτος ποιούμενοι. οὔσης δὲ ἧς εἶπον αἰτίας διʼ ἣν μετʼ αὐτῶν ἐγένεσθε τότε, ἐν μὲν τῷ καὶ νῦν συναγωνίζεσθαι τὸ δοκεῖν μεταβάλλεσθαι, ἐν δὲ τῷ τοὺς ἑτέρους ἀνθελέσθαι τὸ τοὺς αὐτοὺς ὄντας διατελεῖν φαίην ἂν ὑπάρχειν, ἐπειδήπερ μετειλήφασι τὴν ἀλλήλων τάξιν ἀμφότεροι. εἰ δέ τις φοβεῖσθαί φησι περὶ τῆς πόλεως μὴ δόξαν ἐμπληξίας ὄφλῃ, πρῶτον μὲν ὀψὲ δέδοικε· τί γὰρ οὐκ ἐλογίζετο ταῦτα ἐπὶ τῶν Θηβαίων πρότερον; ἔπειτα

ταύτης μὲν ἀθῶος ἀφείσθω τῆς αἰτίας, ἐκεῖνο δέ γε πεισθήτω, παυσάσθω τὰ ἀδεᾶ δεδιὼς καὶ πέρα τοῦ καιροῦ σεμνὸς ὢν, πλὴν εἰ καὶ τοὺς κυβερνήτας ἐναντία ποιεῖν

αὑτοῖς φήσει, καὶ μέμψεται ὅτι τὸν πλοῦν οὐχὶ τὸν ἐξ ἀρχῆς οὐδὲ τὸν εὐθὺν ἀεὶ ποιοῦνται, ἀλλʼ ἐπὶ θάτερα καὶ τὰ ἐναντία τῶν πρόσθεν διατελοῦσι κομιζόμενοι. ἄνθρωπε, ἀκολουθῶ τῇ χρείᾳ· τὸ δʼ αὐτὸ ποιῶ· μετὰ γὰρ τοῦ φέροντος ἀεὶ γίγνομαι, κατὰ καιρὸν τὴν αὐτὴν τέχνην καὶ τὸν αὐτὸν λογισμὸν ἔχων, ἄν τʼ ἐνθένδε ἐκεῖσε ἄν τʼ ἔμπαλιν κομίζωμαι. οὗτος ὁ τοῦ κυβερνήτου λόγος, οἶμαι, κἀμοὶ νῦν ἐστιν ὑπὲρ τῆς πόλεως αὐτὸς οὗτος ῥητέος.

ἵνα δὲ εἰδῆτε ὅτι ἁπλῶς περὶ πάντων σκοποῦμαι καὶ οὐδὲν μιγνύω φιλονεικίας, ἐρῶ τι καὶ μεῖζον τούτων. εἰ σφόδρα τῆς συμμαχίας τῆς ἔμπροσθεν μεμνήμεθα, ὥσπερ δεῖ, καὶ μετατάττεσθαι νῦν κατοκνοῦμεν, τοῖς μὲν Θηβαίοις μὴ πολεμῶμεν, τοὺς μέντοι Λακεδαιμονίους μὴ παρίδωμεν—λέγω δὲ οὐκ αἴνιγμα—ἀλλὰ πέμπωμεν τοὺς προεροῦντας Θηβαίοις ἀπέχεσθαι Λακεδαιμονίων. κἂν μὲν ἀκούωσι ταῦτα καὶ πείθωνται, οὔτε πρὸς τούτους ὑπεναντίον ἡμῖν οὐδʼ ὁτιοῦν ἔσται πεπραγμένον οὔθʼ οἵδε ἀναιρήσονται διὰ τοῦτο, ἀλλʼ οἱ μὲν ὁμοίως μενοῦσι φίλοι, οἱ δὲ ὑπάρξουσι πρὸς ἐκείνοις, ἀμφότεροι δὲ εἴσονται χάριν, οἱ μὲν οὐδὲν πρᾶγμα σχόντες, οἱ δὲ σωθέντες διʼ ὑμῶν. ἀκούω δὲ καὶ πάλαι ποτὲ ὑπὲρ τὰ Μηδικὰ αὐτοὺς τούτους Θηβαίους διαλύσασθαι πρὸς ἡμᾶς, μελλούσης μὲν ἤδη τῆς μάχης ἔσεσθαι, Κορινθίων δὲ παρατυχόντων καὶ διαλλαξάντων ἀμφοτέρους. νῦν δὲ δή που δικαιότερον πείθοντʼ ἂν ἡμῖν οἱ Θηβαῖοι, ὅταν πρεσβείας Λακεδαιμονίων καλούσης ἡμᾶς ἐπʼ αὐτοὺς, οὕτω προνοουμένους ὁρῶσι σφῶν ὥσθʼ ὅπως μηδὲν ἀναγκασθῶμεν κακὸν

αὐτοὺς ἐργάσασθαι παρακαλεῖν καὶ λόγῳ πείθειν, ἀλλὰ μὴ τοῖς ὅπλοις βιάζεσθαι, παρὸν ἡμῖν. ἂν μὲν οὖν ὅπερ εἶπον πείθωνται, ταῦτα κράτιστα· ἂν δὲ μὴ προσέχωσι τὸν νοῦν, αὑτοῖς, οὐκέθʼ ἡμῖν μέμψονται. ἡμεῖς μὲν γὰρ καὶ μεμνημένοι τῆς συμμαχίας καὶ μὴ βουλόμενοι διαλύειν αὐτὴν φανούμεθα, ἐκεῖνοι δὲ οἱ τούτους τοὺς λογισμοὺς παρεορακότες καὶ οἱ μηδὲν φροντίζοντες, εἰ μεθʼ ὧν ἔμπροσθεν ἐτάττοντο, τούτοις νῦν ἐναντία θήσονται τὰ

ὅπλα. μὴ τοίνυν ἃ πρὸς Θηβαίους δεῖ, λέγειν ταῦτα πρὸς ὑμᾶς ἐᾶτε τοὺς ῥήτορας, μηδʼ ἄν τις ἐγχειρῇ τὰ μὴ ὑμέτερα ὑμᾶς πείθειν, ἀνέχεσθε. πῶς γὰρ οὐκ ἄτοπον ἡμῶν καὶ τοὺς Θηβαίους ἐθελόντων, εἰ οἷόν τε, πεῖσαι, μὴ μόνον ἡμᾶς αὐτοὺς, ὡς οὐ χρὴ διαστῆναι, ἐὰν οἱ Θηβαῖοι καὶ μὴ βουλομένους ἐξάγωσιν ἡμᾶς, ἡμῖν ἡσυχάζειν παραινεῖν καὶ συμμάχους κρίνειν τοὺς ἀποφεύγοντας;

φέρε δὴ πρὸς Διὸς, εἰ ταῦτʼ εἶπον οἱ Θηβαῖοι πρὸς ἡμᾶς, ἡνίκʼ ἦλθον ἐξ ἀρχῆς, ὡς ἐὰν ἀπώσωνται τὸν πόλεμον καὶ τὸν περιεστηκότα κίνδυνον αὐτοὺς, ἐχθροὺς ὑμᾶς ποιήσονται καὶ μισήσουσιν, ἐὰν μὴ καθάπαξ αὐτοῖς ἐπιτρέψητε ἀνελεῖν τοὺς Λακεδαιμονίους καὶ τὴν Ἑλλάδα ὑφʼ αὑτοῖς ποιήσασθαι, ἔσθʼ ὅστις ἂν πονηροτέρους

ἀνθρώπους ἡγήσατʼ ἂν εἶναι καὶ μᾶλλον δικαίους ἀπολωλέναι; μὴ τοίνυν ἅπερ οὐκ ἂν εὕροντο ἐξ ἀρχῆς ἐπὶ τούτοις, ταῦτα ἐπʼ ἐκείνῃ τῇ προφάσει δῶμεν νῦν, ἀλλὰ πᾶν τοὐναντίον κωλύσωμεν, εἴπερ μὴ καὶ αὐτὴν ἐκείνην ἐπὶ ταῦτα δεῖ δοκεῖν πεποιῆσθαι. οἶμαι δὲ καὶ Θηβαίους μὴ μέχρι τοσούτου φαύλους μηδʼ ἀναισθήτους εἶναι, καίπερ ὄντας Θηβαίους, ὥστε πλείω μέμψιν ποιεῖσθαι νῦν ὑμῖν, ἐὰν κατακωλυθῶσι Λακεδαιμονίους ἀνελεῖν, ἢ χάριν τῆς αὑτῶν σωτηρίας ἀπομνημονεύειν, ἣ διʼ ὑμῶν ἔμπροσθεν αὐτοῖς ἐγένετο. ἡδέως δʼ ἂν ἐροίμην τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας, πότερον εἶναί φασιν αὐτοὺς συμμάχους, ἢ γεγονέναι. εἰ μὲν γὰρ εἶναι, τί πείθουσι ποιεῖσθαι; εἰ δʼ αὖ γεγονέναι, πολὺ τούτων πρότεροι Λακεδαιμόνιοι γεγόνασιν. ἔπειτʼ οὐδʼ εὔλογον γεγονέναι μὲν φάσκειν, πάλιν δʼ ὡς ὑπαρχούσης ἔτι τῆς συμμαχίας διαλέγεσθαι μὴ διαλύειν κελεύοντας. καὶ μὴν ὅτι γʼ αὐτὴν ἀπείπασθε οἶδεν ὁ τῆς νίκης ἄγγελος, ὃν μετὰ τὴν μάχην ἐλθόντα οὐδὲν ἐντιμότερον τῶν ὑπὸ τοῦ βαρβάρου πάλαι πεμπομένων ἐδέξασθε. ὅσοι μὲν γὰρ καὶ δάκρυσι τοὺς
Λακεδαιμονίους ἐθρήνησαν ἀκούσαντες μεμνημένος οὐκ ἐρῶ.

τί ποτʼ οὖν τὸ αἴτιον; ἆράγε βάσκανοι καὶ πονηροὶ τοὺς τρόπους οὕτως ὑμεῖς ἐστὲ καὶ ὑπερβεβλήκατε πάντας ἀνθρώπους πονηρίᾳ καὶ κακίᾳ ὥστε τοῖς φίλοις ἂν ἀγαθόν τι πράξωσιν ἄχθεσθαι καὶ φθονεῖν; οὐκ ἔστι ταῦτα. χάριέν γε νὴ τὸν Δία καὶ τοῦτʼ αὐτὸ φάσκειν. οὐκ ἔστιν. ἀλλὰ τί; σύμφυτόν ἐστι τῇ πόλει ταύτῃ πάλαι τὸ παρὰ πᾶσιν εὐδοκιμοῦν, ὃ οὔτε εἰς Μεγαρέας διέβη τουτουσὶ πλησιοχώρους ὄντας οὔτε εἰς τοὺς δευτέρους τοὺς μεγίστους τῶν Ἑλλήνων τουτουσὶ τοὺς νῦν ἀθλίους Λακεδαιμονίους, ἀλλʼ ἐνταῦθα καὶ ἔφυ καὶ ἤκμασεν εὐθὺς ἐξ ἀρχῆς. τί οὖν ἐστι τοῦτο; ῥοπὴ πρὸς τοὺς ἀσθενεῖς καὶ ἔλεος τῶν ἀτυχούντων οὐ κενὸς, ἀλλὰ διαρκὴς εἰς σωτηρίαν. τοῦτο οὔτε μνησικακεῖν ἐᾷ τὴν πόλιν οὔτε ἐξετάζειν τίς ἐστιν ὁ δυστυχῶν, ἀλλʼ ἐπειδάν τινα αἴσθηται κακῶς πράττοντα, εὐθέως ἐπελάθετο ὧν αὐτὴ πέπονθε. διὸ καὶ πᾶσιν ἀνθρώποις ἱκανόν ἐστι πρὸς αὐτὴν ὥσπερ ἄλλο τι σύμβολον αὐτὸ τὸ σχῆμα τῆς ἀτυχίας. διὰ τοῦτο καὶ Θηβαίους προσήκατο καὶ Λακεδαιμονίους, ὅτε πρῶτον ἐπὶ τῶν Ἡρακλειδῶν ἔγνω δυστυχοῦντας, κατῴκτειρε. περὶ τοίνυν τῶν εὐεργεσιῶν, ἃς εἴποι τις ἂν ὡς ὑπῆρξαν εἰς ἡμᾶς οἱ Θηβαῖοι, τοῦτο μὲν οὐ συνεπιστρατεύσαντες

Λακεδαιμονίοις ἐπὶ τὸν Πειραιᾶ, τοῦτο δὲ Θρασύβουλον δεξάμενοι, βλασφημήσω μὲν οὐδὲν, καὶ γὰρ ἂν μαινοίμην. καίτοι τινὸς ἤδη λέγοντος ἤκουσα ὡς ἄρα οὐχὶ τοῦ μὴ συνεπιστρατεῦσαι δεῖ χάριν αὐτοῖς ἔχειν μᾶλλον ἢ μέμφεσθαι, καὶ νὴ Δίʼ, ἐκεῖνός γʼ ἔφη, καὶ μισεῖν ἀντὶ τῆς αἰτίας, διʼ ἣν τοῦτʼ ἐποίησαν. ἔφασκε γὰρ αὐτοὺς ἀποτυχόντας τοῦ διαφθεῖραι τὴν πόλιν ἡμῶν ἀγανακτεῖν. ἐγὼ δὲ ταῦτα μὲν τοῖς ταῦτα βουλομένοις λέγειν παρίημι· αὐτὸς δὲ τί φημι; εἰ μὲν ἔν τινι κινδύνῳ καθεστηκότες ἦσαν οἱ Θηβαῖοι, δικαίως ταῦτʼ ἄν τις ἡμᾶς ἀνεμίμνησκεν, οὐκ ἀξιῶν συνεπιστρατεύειν ἐπὶ τὴν πόλιν αὐτῶν, ὥσπερ οὐδὲ ἐκεῖνοι πρότερον τοῖς αὐτοῖς τούτοις Λακεδαιμονίοις ἐπὶ τὴν ἡμετέραν, ὅτε φαύλως διέκειτο. ὑπὲρ

δὲ τῆς Λακεδαιμονίων σωτηρίας ὄντος τοῦ λόγου, τί δεῖ τοῖς ἔξωθεν τούτοις παράγειν ὑμᾶς; τοσούτῳ γὰρ μᾶλλον οὐ περιοπτέον αὐτοὺς ὅσῳπερ μείζων ἐστὶν αἰσχύνη, εἰ Θηβαῖοι μὲν οὐκ ὤκνησαν ἡμῖν φανῆναι συναλγοῦντες κακῶς πράττουσι μηδεμιᾶς παρακλήσεως αὐτοῖς παρʼ ἡμῶν ἐλθούσης, ἡμεῖς δὲ ὄντες Ἀθηναῖοι ταῖς Λακεδαιμονίων συμφοραῖς ἐπιθησόμεθα, οἳ μηδὲν εἶναι τὰ σφέτερʼ αὐτῶν χωρὶς ἡμῶν ὡμολογήκασι τῇ πρεσβείᾳ.

καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰπεῖν κατοκνήσω, ὅτι εἰ μὴ πολλῷ, μᾶλλον δὲ τῷ παντὶ μείζους τῶν εὐεργεσιῶν τούτων ἀντειλήφασι Θηβαῖοι χάριτας παρʼ ἡμῶν, πᾶν

ὀφείλομεν αὐτοῖς. ἀλλʼ ἔστιν ὅπως, ὦ πρὸς Διὸς, ἴσον ἢ παραπλήσιον εἶναί τῳ φαίνεται μὴ ἀκολουθῆσαι Λακεδαιμονίοις ἐμβάλλουσι καὶ Λακεδαιμονίοις ὑπὲρ τούτων ἀντιτάξασθαι ἂν, ἢ καὶ δέξασθαι τοὺς ἐκπεσόντας, ὃ κοινὸν ἅπασίν ἐστιν ἀνθρώποις, καὶ τοὺς ἐκείνων ὅπως μὴ ἐκπεσοῦνται μηδὲ ἀνάστατοι γενήσονται παρασκευάσαι; ταῦτα τοίνυν ἀντʼ ἐκείνων γέγονε παρʼ ἡμῶν Θηβαίοις, καὶ Λύσανδρον ἀπεκτείναμεν καὶ τρόπαιον ἀνεστήσαμεν καὶ καθαρὰν πολεμίων τὴν Βοιωτίαν ἀπεφήναμεν. ἆρʼ αὐτῷ τῷ μέτρῳ τὴν εὐεργεσίαν ἀπέχουσιν; ἢ κἂν εἰ ἐπʼ αὐτοῖς ἐποιησάμεθα, οὐκ ἂν εἶχον μείζω προσαιτῆσαι; θαυμάζω τοίνυν, εἰ τὰ μὲν Θηβαίων φιλάνθρωπα μνημονεύσομεν, τὴν Λακεδαιμονίων δὲ γνώμην οὐδαμοῦ θήσομεν· ἣν εἰ μὴ τότʼ, ἐκεῖνοι μετρίαν εἶχον περὶ ἡμῶν, ταυτὶ
τὰ ὕστερον εὐεργετήματα Θηβαίων χώραν οὐκ εἶχε. τοσοῦτον γὰρ ἑνὸς τούτου πάντα τὰ Θηβαίων ἥττηται, ὅσῳπερ καὶ αὐτοῖς Θηβαίοις καὶ πᾶσι τοῖς βουλομένοις τὸ ἔχειν εὖ ποιεῖν ἡμᾶς οὐχ ὑπῆρχεν ἅπαξ ἀπολωλόσι, καὶ ὅσῳ δυστυχῆσαι μὲν μᾶλλον οὐκ εἴχομεν τἀναντία οἷς Λακεδαιμονίοις ἔδοξε παθόντες, εὖ δὲ παθεῖν μειζόνως ἢ ὑπὸ Θηβαίων ὕστερον, πολλοὶ δεικνύουσιν ἐνόντες τρόποι. εἰς μὲν γὰρ ταῦτα κἂν ἄλλος τις ἴσως πόρος εὑρεθείη καὶ χωρὶς τούτων, εἰς δὲ τὸ μὴ ʼκεῖνα παθεῖν Λακεδαιμονίων ἔδει πάντως διὰ τὴν ὑπάρχουσαν τότʼ αὐτοῖς τύχην· ἣν μήποτʼ ἔχειν ὤφελον. ἐκείνη γὰρ καὶ τὴν ἡμετέραν πόλιν

εὐθενοῦσαν κατέλυσε καὶ αὐτοὺς ἐκείνους εἰς τὰς νῦν ἤγαγε συμφοράς.

καὶ μηδεὶς οἰέσθω με τοῦτο λέγειν, ὅτι διὰ Λακεδαιμονίους ἐστὲ σῶοι· μήποτε οὕτω καλῶς πράξαιεν. ἀλλὰ σώζει μὲν, ὦ Ἀθηναῖοι, καὶ φυλάττει τὴν ἡμετέραν πόλιν ἡ τῶν θεῶν δικαία πρόνοια καὶ ἡ λαχοῦσα αὐτὴν ἐξ ἀρχῆς ἀγαθὴ τύχη· ὅσα δʼ ἧκεν ἐπʼ ἀνθρώπους, συνεπελάβοντό ποτε Λακεδαιμόνιοι καὶ Φωκεῖς καὶ ἄλλος τις οἶμαι, οὐ μὴν ἀλλʼ οὐκ ἐλάχιστον Λακεδαιμόνιοι, τό γε κῦρος ἔχοντες αὐτοὶ τῆς ψήφου. νῦν τοίνυν χρὴ τοῦτον ἐκεῖνον νομίσαι τὸν καιρὸν ἥκειν, ἐν ᾧ καθειστήκειμεν αὐτοὶ τότε, καὶ ἣν ἂν τότε γνώμην ἠξιώσαμεν τοὺς Λακεδαιμονίους ἔχειν ὑπὲρ ἡμῶν ἐπὶ τοῦ τοιούτου κινδύνου καὶ πράγματος αἰωρούμενοι, ταύτην ἐπειδὴ προειλήφαμεν, ἀνταποδῶμεν ὁμοίαν. ἱκέται δὲ ἡμῖν Λακεδαιμόνιοι

γεγόνασιν οἱ περὶ ὑμῶν πρότερον βουλευόμενοι καὶ τοὺς Ἕλληνας συνάγοντες καὶ γῆν καὶ θάλατταν ἔχοντες, καὶ λέγουσιν ἱκετεύοντες μέτρια ὡς χρή τι καὶ αὐτοὺς ἀπολαῦσαι τῆς ὑμετέρας καλοκἀγαθίας, καὶ μὴ μόνον Θηβαίους, μηδὲ τοὺς ἄλλους Ἕλληνας ὑμᾶς, ἀλλὰ καὶ αὐτοὺς σεσωκότας ἔσεσθαι. εἰ δʼ οἱ ψήφοις βοηθήσαντες τότε νῦν ὅπλοις ἀνταξιοῦσιν ὑφʼ ὑμῶν σωθῆναι, τοῦτο καὶ μάλιστα δέξασθε. ἡ μὲν γὰρ τοῦ δικαίου τάξις τὸν αὐτὸν ἔχει λόγον, ὁ δὲ τῆς εὐεργεσίας τρόπος ἀξιώματι νικῶν τὴν ὑπερβολὴν τῆς ὑμετέρας μεγαλοψυχίας ἐνδείξεται. ὡς αἱ μὲν ἄλλαι χάριτες κατὰ τοὺς ὑπάρχοντας ἰσχύουσιν, ἣν δʼ ὑμεῖς Λακεδαιμονίοις ἀποδώσετε νῦν, ἐφʼ ὑμᾶς αὐτοὺς ἅπασα μεταστήσεται. τὸ γὰρ ψήφῳ σωθέντας πολέμῳ καὶ ὅπλοις ἀντισῶσαι, τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν φιλοτιμίαν καὶ διʼ οὗ τὸ Ἀθηναίους, μὴ τῶν ἄλλων τινὰς ἀνθρώπων εἶναι διαφαίνεται. εἰ δὲ καὶ ὑμᾶς νῦν ψηφίζεσθαι περὶ αὐτῶν ἔδει κατὰ ταὐτὰ, οὐκ ἂν σώζουσιν ὑμῖν αὐτοὺς ἔγωγε συνήσθην, ἀλλʼ ἐκείνων τοὔργον ἔκρινον ἄν. καὶ μὴν καὶ Θηβαίους ὅτε ἐσώζετε, οὐχ ὅμοια ἀνθʼ ὁμοίων ἀπεδίδοτε αὐτοῖς δή που, καίτοι τηνικαῦτα μὲν οὔτε τριήρων εὐπορεῖτε οὔτε τὰ τείχη τὸν

ἀναστήσοντα εἴχετέ πω, ἀλλʼ ἀφύλακτος καὶ γυμνὴ σχεδὸν ἡ πόλις ἦν· νῦν δὲ ὁρᾶτε μὲν δή που ναῦς ἐν τῷ Πειραιεῖ τοσαύτας ἀθρόας, ὁρᾶτε δὲ τὰ τείχη ταυτὶ καὶ τὴν ἄλλην ἅπασαν παρασκευὴν ᾗ πόλεμος ἐξηρτύσθαι βούλεται. τοσοῦτον δὲ ὑμῖν τὸ περιὸν ὥστε ἀμφοτέρους

ὁμολογεῖν ὁποτέροις ἂν προσθῆσθε, ἐπὶ τούτους τὴν ῥοπὴν ἥξειν.

οἶμαι τοίνυν μηδὲ ἐκεῖνο ἀργῶς μηδὲ ἀλόγως σκοπεῖν, ὅτι ἂν μὲν μὴ ἀνέλωσιν οἱ Θηβαῖοι παραπεσόντος καιροῦ τοὺς Λακεδαιμονίους, ἀλλʼ ἐπιεικεῖ τινι καὶ μετρίᾳ γνώμῃ μεταχειρίσωνται, Θηβαίους εὐδοκιμεῖν ἐστιν ἀνθʼ ἡμῶν. οὗ τί γένοιτʼ ἂν αἴσχιον; ἐὰν δʼ ἐξέλωσι καθάπαξ, οὐ φαῦλόν τι καὶ τὸ τυχὸν πάθος ἔσται τῇ Ἑλλάδι μὴ εἶναι Λακεδαιμονίους· ὄντος δὲ τούτου τοιούτου, τὸ δοκεῖν ἡμᾶς αἰτίους εἶναι προσέσται· ὃ πολὺ τοῦ προτέρου μεῖζον, εἰ οἷόν τε εἰπεῖν. οὐ τοίνυν οὐδʼ ὅπως φείσαιντʼ ἂν αὐτῶν ὄντες Θηβαῖοι καὶ ὁτιοῦν, ἐὰν καιροῦ λάβωνται, ἔχω προσδοκῆσαι. τὰ γὰρ περὶ ἡμῶν δόξαντα αὐτοῖς ὅταν ἐνθυμηθῶ καὶ τὴν ψῆφον ἐκείνην τὴν καλὴν καὶ πόθεν τὸ πρῶτον διέστησαν ἀπʼ αὐτῶν, πάλαι προτεθρηνῆσθαι δεῖν νομίζω Λακεδαιμονίους, εἰ παρὰ τοιοῦτον κίνδυνον ἔλθοιεν. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἰκὸς περὶ οὗ μὲν ἕτεροι προειστήκεισαν πολέμου ταύτην ἐνεγκεῖν τὴν ψῆφον, οὗ δέ γε αὐτοὶ κύριοι καὶ προστάται γεγόνασι, τοῦτον, ἐὰν ἐπʼ αὐτοῖς γένηται, μετρίως καταθήσεσθαι, ἢ μικρόν τι διαθήσειν τοὺς ὁμοῦ τι καὶ διʼ αὐτοὺς μισοῦντας Λακεδαιμονίους καὶ διʼ ἡμᾶς, ὅτι ἡμῶν τότε ἐφείσαντο. οὐ γὰρ ἡμᾶς μᾶλλον ἐμίσουν διʼ ἐκείνους ἢ ʼκείνους νῦν καὶ ὑπὲρ αὐτῶν καὶ διʼ ἡμᾶς. οὐ τοίνυν

οὐδὲ φοβηθῆναί μοι δοκεῖτε ἂν εἰκότως τοὺς Λακεδαιμονίους μὴ πράγματα ἡμῖν πάλιν παράσχωσιν, ἐὰν σωθῶσιν. εἰ γὰρ τὰ μέγιστα δοίημεν αὐτοὺς ἐλπίζειν, οὐ δή που τοῦ· κρατῆσαί γʼ ἂν ἡμῶν μεῖζόν τι προσδοκήσειαν οὐδʼ εὔξαιντο. τοῦτο τοίνυν ἴσασιν ἀκριβῶς οὐδαμῶς αὐτοῖς πρότερον συνενεγκὸν, ἀλλʼ ὅτε καὶ τὴν κατὰ γῆν καὶ κατὰ θάλατταν ἡγεμονίαν παρέλαβον, τότε δὴ τὰ ἐξ ἀνθρώπων περιστάντα αὐτοὺς κακὰ, εἰς Κόρινθον, εἰς

Βοιωτίαν, πάλιν εἰς Ἄργος, ἄνω κάτω διαθέοντας τὴν Ἑλλάδα καὶ φθειρομένους, μέχρι καὶ τοῦ Περσῶν βασιλέως αἰσχρῶς ἐδεήθησαν καὶ τὰ τελευταῖα μιᾷ μάχῃ πληγέντες κατηνέχθησαν. οἷς τοίνυν ὡς ἂν εὔξαιντο πρᾶξαι δῆλόν ἐστιν οὐ λυσιτελοῦν καὶ οἷς ἂν διὸ δεῖ πολεμεῖν ὑπάρξῃ βλάβος ἐστὶ καὶ κίνδυνος, τῷ ποτε ἐπαρθέντες οὗτοι τοιαύτῃ πραγμάτων ἀλογίᾳ δώσουσιν αὑτοὺς, ἢ περὶ τοῦ πολεμεῖν ἐθελήσουσιν, ὅταν περὶ νίκης μὴ συμφέρῃ; τί δʼ ἂν ἐλπίσαντες ζητοῖεν πάλιν παραλαμβάνειν τὰς πόλεις, ἃς δεδωκυίας ἑαυτὰς οὐκ ἠδυνήθησαν κατασχεῖν; οὔθʼ ἅρμα ἀναβαίνειν οἶμαι θαρρήσειεν ἄν τις τὸν κρημνὸν ὁρῶν, εἰδὼς ὡς οὐχ οἷός τέ ἐστι μένειν ἔποχος, οὔτε πραγμάτων τοσούτων ἐπιβαίνειν, ὧν ἐκπεσὼν εὐθὺς κείσεται. ὁ γὰρ μείζονα ἢ καθʼ αὑτὸν ὄγκον ἀναιρούμενος, κἂν παραχρῆμα ἐνέγκῃ ῥᾳδίως, μετὰ μικρὸν ἀπώλετο συσχεθείς. Λακεδαιμόνιοι δὲ κἀκεῖνο μέμνηνται, μεθʼ ὅσης παρασκευῆς καὶ μεθʼ ὅσης συντάξεως εἰς τὸν πρότερον πόλεμον κατέστησαν καὶ συμμάχους οὕστινας καὶ τὸ ἀξίωμα ὁποῖον ἔχοντες κατʼ ἐκείνους τοὺς χρόνους.

καὶ οὐδὲ τοῦτο λέληθεν αὐτοὺς, ὅτι εἰ μὴ αὐτὴ περὶ αὑτὴν ἡ πόλις ἔπταισε, τοῦτο μὲν τὸν πρὸς Σικελιώτας ἐπεμβαλομένη πόλεμον, τοῦτο δὲ καὶ ἐν Αἰγὸς ποταμοῖς ἀμελείᾳ τῶν στρατηγῶν τὰς ναῦς ἀπολέσασα, οὐδʼ εἰ πάντας ἀνθρώπους παρέλαβον, πλέον οὐδʼ ὁτιοῦν ἂν αὐτοῖς ἐγένετο ἀλλʼ ἢ ἀπειπόντες ἐδέοντʼ ἂν ἡμῶν καταλῦσαι τὸν πόλεμον, ἢ τελευτῶντες κρατηθέντες ὑπήκουον ἄν. νυνὶ δὲ εἰς τί καὶ βλέψαντες τῶν πάντων τηλικοῦτον πρᾶγμα ἀνακινήσουσι; ποίαν ἀρχήν; τίνα ῥώμην; ποίας προσόδους; τίνα γενναῖον πολέμου πόρον; οὐκ ἔστιν οὐδέν. μὴ δὴ φαινώμεθα, ὦ Ἀθηναῖοι, δεδοικότες ἀνθρώπους ἱκέτας. αἰσχρὸν γὰρ ἐάν τις ἀκούσῃ τοῦτο πρῶτον, ὅτι Ἀθηναῖοι φοβοῦνται τοὺς σωθῆναι ζητοῦντας. ἀλλὰ μηδὲ ἐπὶ νοῦν ἄγωμεν μήτʼ αὐτοῖς τούτοις μήτʼ ἄλλῳ μηδενὶ τῶν Ἑλλήνων ὅτι ἀρχὴν ὑπόνοιάν τινα τοιαύτην περὶ αὐτῶν ἀξιοῦμεν ἔχειν. μηδαμῶς. ἀλλὰ τί καὶ οἴεσθε; οἱ Θηβαίοις οὐκ ἀνταρκέσαντες χωρὶς ἡμῶν τῷ

ποτε πιστεύσαντες ἐφʼ ἡμᾶς ἥξουσι; τί δὲ καὶ ζητοῦντες; ἵνʼ ἡμᾶς ἀνέλωσιν; ἀλλʼ ὅτʼ ἔσχον καιρὸν, οὐκ ἐποίησαν τοῦτο. ἀλλʼ ὅτι οὐ συνήνεγκεν αὐτοῖς φεισαμένοις; καὶ μὴν διὰ τοῦτό γε εἴσονται σεσωσμένοι. οὐκοῦν ἵνʼ ἄλλως

πράγματα ἔχωσιν; ἀλλʼ οὐχ οὕτω μαίνονται. ὑπὲρ τοῦ ποτʼ οὖν ἐνοχλήσουσιν; οὐ γὰρ ὑπέρ γε τοῦ μισεῖσθαι· ἐγὼ μὲν οὐκ ἐπινοῶ πᾶς γιγνόμενος. ἐπεὶ καὶ τοῦτο πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς, ἀνθρώπους σωθέντας ὑφʼ ὑμῶν καὶ τυχόντας ὧν οὐκ ἂν ἤλπισαν μείζω, τούτους ἡγεῖσθαί τι φρονήσειν ἄγνωμον περὶ ἡμῶν, κἂν τὴν βασιλέως ἀρχὴν καὶ δύναμιν λάβωσιν; ἔπειτα εἰ φοβησόμεθα οὓς ἂν εὖ ποιῶμεν, τίσι θαρρήσομεν; οὐχ ὁρῶ. τὸ μὲν τοίνυν Λακεδαιμονίων, διττῆς οὔσης ἁπάσης ἀσφαλείας, ἀμφοτέρας ἔχει τὰς μερίδας. οὔτε γὰρ δύνανται δή που ποιεῖν ἡμᾶς κακὸν οὐδὲν οὔτʼ εἰκός ἐστι βουλήσεσθαι τούτοις γε τοῖς λογισμοῖς αὐτούς.

σκεψώμεθα δὴ καὶ τὰ Θηβαίων, ἆρα ὁμοίως ἀδεᾶ, τοὺς Λακεδαιμονίους ἐὰν ἀνέλωσιν, ὥσπερ τὰ ἐκείνων, ἂν μὴ τοῦτο πάθωσιν. ἀλλὰ τίς οὐκ οἶδεν ὅτι, ἂν ἐκποδὼν γένωνται Λακεδαιμόνιοι, μετενήνεκται λοιπὸν ἐνταῦθα ὁ πόλεμος καὶ πρὸς ἡμᾶς ἤδη τοῖς Θηβαίοις ὁ λόγος γίγνεται; οὐ γὰρ ἐκεῖνό γε οὐδεὶς ἡμῶν πέπεισται ὅτι νῦν ἄλλο τι ζητοῦσιν ἐκεῖνοι ἢ παρελθεῖν ἐπὶ τὴν τάξιν ἐφʼ ἧς γε ἡμεῖς καὶ Λακεδαιμόνιοι μεθʼ ἡμᾶς ἐγένοντο, οὐδʼ οὕτως ἐσμὲν εὐήθεις ὥστε ἡγεῖσθαι Θηβαίους εὐνοϊκώτερον ἡμῖν ἢ σφίσιν αὐτοῖς ἔχειν, οὐδέ γε οὕτως ἀργοὺς οὐδὲ ὑπτίους εἶναι, ὥστε ἀνῃρημένων Λακεδαιμονίων καὶ τοῦ ἡμίσεος αὐτοῖς ὑπάρχοντος εἰς τὰ πράγματα, εἶτʼ ἐγκαταλείψειν τὸ λοιπὸν ἑκόντας. οὐκ ἔστι ταῦτα. ἀλλʼ ἐμοὶ

μὲν καὶ πρώην οὐκ οἶδʼ ὅστις ἀπήγγειλε διομνύμενος ὡς ἤδη καὶ τριήρεις ἐγνωκότες εἰσὶ ποιεῖσθαι καὶ εἰς τὴν θάλατταν ἐμβαίνειν. λέγειν γὰρ ἔφη πρὸς αὐτοὺς Ἐπαμεινώνδαν ὡς οὐδὲν ὄφελος τῶν ἐν τῇ γῇ πλεονεκτημάτων, εἰ μὴ καὶ τὴν θάλατταν διʼ αὑτῶν ἕξουσι. τούτοις μὲν οὖν ἔξεστι μὲν πιστεύειν, ἔξεστι δὲ μή· ἐκεῖνο μέντοι κἀγὼ σαφῶς οἶδα καὶ οὐδὲν χεῖρον ὑμεῖς ἐμοῦ, ὅτι

Θηβαῖοι Λακεδαιμονίων κρατήσαντες ἐφʼ ἡμᾶς τρέψονται εἰ δὲ τοῦτʼ ἔσται, κινδυνεύσομεν ἢ μετὰ συμμάχων ἢ μόνοι. τὸ μὲν δὴ μόνους ἀπολειφθῆναι τί ἂν ὑμᾶς ἔγωγε διδάσκοιμι ποῖόν τι νομιστέον; εἰ δὲ ἕξομεν συμμάχους, βελτίους οἱ νῦν παρόντες ὧν ἄν τις φῇ τότε εὑρήσειν. καὶ μὴν οὐδὲ τὸ σχῆμα ὅμοιον. τότε μὲν γὰρ ἐκεῖνοι βοηθεῖν ἡμῖν δόξουσιν, οἵτινες ποτὲ οὗτοι γενήσονται, νῦν δὲ ἡμεῖς τούτους σώζειν. ἐπὶ δὲ ἀμφοτέροις ἐκεῖνο λέγω· τούτους μὲν παραλαβόντες οὐκ ἀπόλλυτε ἐκείνους τοὺς τότʼ ἂν ἐλθόντας, ἔξεστι γὰρ ἀμφοτέρους ἔχειν δή που· οἷς δʼ ἂν τότε χρήσαισθε οὐκ ἔνεστιν εἰπεῖν τούτους προσέσεσθαι νῦν παροφθέντας. οὐ τοίνυν οὐδὲ τοὺς ἐθελήσοντας ἂν ἡμῖν ὑπηρετῆσαι τηνικαῦτα προθύμως ὁρῶ. ὅταν γὰρ αὐτοὶ προιέμενοι Λακεδαιμονίους φαίνησθε, ταὐτὰ χρὴ καὶ παρὰ τῶν ἄλλων ὑμῖν ἀπαντήσειν προσδοκᾶν. καὶ μὴν οὐδʼ ἐγκαλεῖν οὐδέσιν αὐτῶν ἕξετε. ὅταν γὰρ ἃ τῶνδε παρίδητε αὐτοὶ τούτοις χρῆσθε πρὸς τοὺς ἄλλους, ἐρυθριᾶν ἀποτυγχάνοντας περιγίγνεται. πόσῳ τοίνυν βέλτιον τὸν μὲν πόλεμον δέξασθαι, βεβαίους καὶ φανεροὺς

ἔχοντας τοὺς συμμάχους, τὰ δʼ ὑμέτερʼ αὐτῶν εὖ τιθεμένους δοκεῖν τῆς ἑτέρων σωτηρίας φροντίζειν, ἢ τούτους μὲν ἡλίκους εἶπον ἐᾶσαι γενέσθαι, τὸ δὲ τούτοις χαρίσασθαι φυγεῖν, εἶθʼ ἑτέρους οἵτινες ὑμῖν τοῦτο ποιήσουσιν ὕστερον ζητεῖν, ἐὰν ἄρα τις φανῇ;

τοῦ μὲν τοίνυν ἐὰν Λακεδαιμονίοις προσθώμεθα μὴ διαμαρτεῖν ἡμᾶς ἐλπίδος Λακεδαιμονίοις ἡγοῦμαι δεῖν μέλειν. τὸ γὰρ πονηροτάτους ἀνθρώπων ἀποφανθῆναι καὶ πάντας ἐπʼ αὐτοὺς συστῆναι—ὃ γένοιτʼ ἂν, ἐάν τι νεωτερίζειν περὶ τοὺς εὐεργέτας ἐπιχειρῶσιν—ἐκείνοις, οὐχ ἡμῖν δή που διαφέρει. ὥστʼ εἰ ἄρα καὶ ἀρτίως ἐσφαλλόμην, κἂν παρακινήσωσί τί ποτε ὕστερον, περὶ αὐτῶν, οὐ περὶ ἡμῶν κακῶς ἔσονται βεβουλευμένοι. τὴν δὲ ὑπὲρ τοῦ μὴ γενέσθαι Θηβαίους ἰσχυροὺς πρόνοιαν ὑμᾶς αὐτοὺς δή που ποιεῖσθαι δεῖ· τοῦτο γὰρ ὑμῖν, οὐκέτʼ ἐκείνοις κινδυνεύεται. οὐ μὴν οὐδʼ ἂν συμμαχήσωμεν τοῖς Θηβαίοις, πίστιν ἐνοῦσαν καθορῶ. ὅταν γὰρ

ἐνθυμηθῶ τίνων αὐτῶν πρότερον πρὸς Λακεδαιμονίους ὄντων τί νῦν ἐπιχειροῦσιν, τῆς γε παρʼ ὑμῶν βοηθείας εἰ καὶ μνησθήσονται τὸ παράπαν θαυμάζω. ποίου γὰρ τροπαίου, τίνος ἐξόδου, τίνος συλλόγου, ποίας πράξεως ἀπελείποντο Θηβαῖοι Λακεδαιμονίων τὸν πρότερον χρόνον; τί μεῖζον ἐκείνων ἦγον; οὐδὲν, πλὴν εἰ τὰ ἱερά τις εἴποι. εἶτα ζημίαν τὸ μὴ τέλεον τούτους ἀνελεῖν κρίναντες καὶ διὰ

τοῦθʼ ἡμᾶς τοὺς πρὶν ἐχθροὺς παρακαλοῦντες, ἡμῶν τῶν ἐπὶ καιροῦ φίλων καὶ τῶν ἐκ κατασκευῆς ἀφέξονται; καὶ μὴν οὐδὲ ὅμοιον Λακεδαιμονίοις τε πιστεύσαντας καὶ Θηβαίοις ἐξαπατηθῆναι· οὐδὲ γὰρ οὐδὲ τὸ τῆς συμμαχίας ἔχει σχῆμα ὅμοιον. Λακεδαιμονίους μὲν γὰρ σώζοντες γενναῖοί τε καὶ φιλάνθρωποι δόξετε εἶναι, Θηβαίους δʼ ἑλόμενοι πλεονεξίας ἐθέλειν εἶναι μερῖται καὶ τὴν τῆς Ἑλλάδος ἀρχὴν συγκατακτᾶσθαι. ἔστι δʼ ἐν μὲν χρηστῶν κοινωνίᾳ τοῖς ψευσαμένοις αἰσχύνη, ἐν δὲ πονηρῶν καὶ τοσοῦτον τοῖς ψευσθεῖσι. τὸ γὰρ ἐλπίδι κέρδους ἀδικεῖν διπλοῦν ἐστιν ὄνειδος, ὅταν παρὰ δόξαν ἐκβῇ τῳ. ταῦτα μέντοι χρὴ πόρρωθεν λογιζομένους φυλάττεσθαι τὸν τῆς ἀπάτης καὶ τὸν τῶν φόβων καιρὸν, καὶ μὴ τηνικαῦτα βουλεύεσθαι περὶ αὐτῶν ἡνίκα οὐδʼ αὐτὸ τοῦτο ἕξετε, μηδὲ ἀκριβῶς αὐτὰ βουληθῆναι μαθεῖν, ἀλλʼ ἕως ἔξεστι προϊδέσθαι καὶ τοὺς Λακεδαιμονίους ὥσπερ προβόλους διατηρῆσαι, τὸ τοῦ βασιλέως σοφὸν κρίναντας, ὃς ἐν τοῖς τελευταίοις τοῦ πολέμου διῆγεν ὑμᾶς ἐπʼ ἀνίσων, τὴν αὑτῷ συμφέρουσαν εὔνοιαν νέμων ἀεὶ τοῖς ἥττοσιν. ᾔδει γὰρ, οἶμαι, πολὺ βέλτιον ὂν μετὰ τῶν ἑτέρων ἀεὶ τοὺς ἰσχυροτέρους κακοῦν ἀπὸ τοῦ παρείκοντος ἢ καθάπαξ εἰς ἀγῶνα καταστῆναι πρὸς τοὺς τὸ ὅλον κατορθώσαντας.

ἃ μὲν τοίνυν οἱ μηδετέροις οἰόμενοι δεῖν βοηθεῖν εἴποιεν ἂν, ταῦτα πρὸς τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας ὑπαρχέτω μοι· ἃ δʼ οἱ τοὺς Θηβαίους ἑλέσθαι κελεύοντες ἁμαρτάνουσι, ταῦτα πάλιν πρὸς ἐκείνους οἳ μηδετέροις βοηθεῖν ἀξιοῦσι. δεῖ μὲν γὰρ ἔξω δή που πραγμάτων τὴν πόλιν εἶναι καὶ ταραχῆς, οὐδʼ ἐγὼ φήσαιμʼ ἂν ἄλλως

ἔσται δὲ οὐδαμῶς, ἐὰν ἐπασκήσητε τοὺς Θηβαίους. εἰ δὲ τοῦτο φυλαττόμεθα, ἀνισωτέον τούσδε πρὸς οὓς

ἀσχολήσονται. εἰ γὰρ αὐτοὶ μὲν Θηβαίοις μὴ βοηθήσομεν, τούτους δὲ προησόμεθα, οὐχ ὁρῶ τὸ τούτων κέρδος, ἀλλὰ καὶ τοῖς Θηβαίοις ἄμεινον ἴσως ἢ μηδετέροις ἐπαμῦναι. εἰ μὲν γὰρ συμμάχους δεῖ καὶ φίλους ἀμέμπτους ἔχειν αὐτοὺς, μηδὲν ἐλλίπωμεν· εἰ δὲ τοῦτο φεύγομεν, μὴ ποιήσωμεν ἀμφότερα, καὶ τὰ τούτων ἄπορα καὶ τἀκείνων ἐχθρὰ, ἀλλʼ ὑπάρχοντος τοῦ μὴ κοινωνεῖν Θηβαίοις τῆς πλεονεξίας καὶ τὸ παῦσαι τοὺς αὐτοὺς τούτους προσαναλάβωμεν· εἰ δὲ μὴ, οὔτε τούτοις πλέον οὐδὲν τῆς ἡμετέρας καλοκἀγαθίας οὔτε ἡμῖν τῆς ἐκείνων πλεονεξίας. ἔσται δὲ ἡμῖν καὶ περὶ τούτων ἀμελῶς καὶ πρὸς τοὺς ἑτέρους οὐκ οἰκείως βεβουλευμένον· κληρονομήσουσι δὲ Θηβαῖοι μὲν τῶν ἄθλων, ἡμεῖς δὲ τῆς αἰσχύνης· ἣν εἰ δεῖ πάντως ὑπομεῖναι, βέλτιον μὴ κενὴν, ἀλλʼ ἐπὶ τῷ λαβεῖν, τὴν αὐτήν γε οὖσαν. ἔπειτα καὶ ὑπνηλὸν ἴσως δόξει τοιούτων πραγμάτων ἀπολειφθῆναι τὴν πόλιν, καὶ ὥσπερ σέριφον ἤ τινʼ ἄλλην οὖσαν τῶν ἀγαπητῶς αὐτῶν σωζομένων ἐκ μέσου στῆναι. τὸ μὲν γὰρ τὴν γενναιοτέραν καὶ βελτίω

τάξιν ἑλέσθαι καὶ νοῦν ἔχον ἐστὶν, ὦ Ἀθηναῖοι; καὶ ἔντιμον, τὸ δʼ ἐξαναχωρῆσαι καὶ φυγεῖν καθάπαξ τὰ πράγματα, τοῦτʼ ἀργίας ἤδη καὶ νωθρότητος, οὐ σοφίας οὐδὲ σεμνότητος ἔχει τάξιν οὐδεμιᾶς. ἀλλʼ οὐκ οἴεσθε, ὦ Ἀθηναῖοι, τοῦτό γε κἂν Αἰγινήτας τουτουσὶ γνῶναι καὶ Μεγαρέας, μηδʼ ἑτέροις ἐνοχλεῖν μηδʼ ἐμπίπτειν εἰς πράγματα; ἀλλʼ ὑμῖν τοῦτο οὐκ ἔνεστι λογίζεσθαι. οὐ γὰρ ἐᾷ τὰ τρόπαια οὐδʼ αἱ τῶν πατέρων πράξεις, οὐδʼ ἃς Ἴωσι δεηθεῖσιν ἔπεμψαν ἐκεῖνοι τριήρεις, αἳ τοὺς πολλοὺς καὶ λαμπροὺς κατὰ γῆν καὶ κατὰ θάλατταν ἀγῶνας ἐνίκησαν, διʼ οὓς ἡ πόλις ἡμῶν τοσοῦτον ἑαυτὴν ὑπερῆρεν ὅσονπερ πρὸ τοῦ τὰς ἄλλας.

ἄξιον τοίνυν κἀκεῖνο ἐπὶ πᾶσιν ἐξετάσαι, ποτέροις συνηθέστερον ὑμῖν καὶ μᾶλλον πάτριον συντάττεσθαι, πότερόν ποτε Θηβαίοις, ἢ Λακεδαιμονίοις. ἀποβλέψατε δὴ εἰς τὰ τρόπαια τὰ τῶν πατέρων αὐτὰ ταῦτα καὶ τὰς ναυμαχίας, τὴν ἐπʼ Ἀρτεμισίῳ, τὴν ἐν Σαλαμῖνι, τὴν μάχην τὴν Πλαταιᾶσι, τοὐπίγραμμα τοῦ Μαραθῶνι

τροπαίου. ὅταν δὲ εἰς ταῦτα ἀποβλέψαι κελεύσω, εἰς ταυτηνὶ τὴν ἀκρόπολιν ἀποβλέψαι κελεύω καὶ τὸν Παρθενῶνα καὶ τὰ λάφυρα, ἃ μεθʼ ὧν ἐκτησάμεθα οὐχ ὅσιον προέσθαι νῦν οὐδὲ συνεξελεῖν τούτοις ἐφʼ οὓς τότε κοινωνοὺς εἴχομεν. φέρε δὴ, κεκάκωται μὲν ἡ Ἑλλὰς, βασιλεὺς δʼ ὅπως ἔχει γνώμης ἐπὶ τοῦ πολέμου καθαρῶς ἔδειξε, Θηβαῖοι δʼ ὑπὲρ ἀρχῆς βουλεύονται, ταύτῃ δʼ,

ἡμᾶς ἐναντιωσομένους πάντες ἴσασιν, ὑπάρχει δʼ αὐτοῖς πρὸς τὸν βάρβαρον εὐεργεσία καὶ πίστις παλαιά· ἂν οὖν ἢ τῶν Θηβαίων διὰ ταῦτα καλούντων θαρρούντως, ἢ καὶ αὐτὸς αὑτῷ σύμβουλος γενόμενος στρατιὰν ἔχων ἀφίκηται πάλιν δεῦρο ὁ βάρβαρος, οὐκ ἄμεινον σώους εἶναι Λακεδαιμονίους καὶ ἀποκεῖσθαι πρὸς τοιοῦτον καιρὸν καὶ τοιαύτην ἀνάγκην, ἀλλὰ μὴ τὸ τοῦ Λακεδαιμονίου συμβεβηκὸς ὑπάρχειν, ἑτερόφθαλμον τὴν Ἑλλάδα; τοῦτο γάρ τις αὐτῶν εἰπεῖν λέγεται πρὸς Θηβαίους ὑπὲρ ἡμῶν, ὅτε ἀναιρεῖν ἡμᾶς ἐκέλευον. πολλὰ τοίνυν με ὕπεισι καὶ παλαιὰ καὶ μεγάλα, ἃ κοινὰ ταῖς πόλεσι πρὸς ἀλλήλας ὑπάρχει χωρὶς τῆς ἐπὶ τὸν βάρβαρον συστάσεως· οἷον Ἡρακλεῖ μυστηρίων μετάδοσις πρώτῳ ξένων, καὶ ὡς ἀπῆλθεν ἐξ ἀνθρώπων, τιμαὶ παρὰ πρώτοις ἡμῖν αἱ αὐταὶ τοῖς θεοῖς, καὶ τῶν ἐκείνου παίδων καταφυγὴ δεῦρο, καὶ ὑμῶν προστασία καὶ μάχη πρὸς Εὐρυσθέα, τὸν ἐλαύνοντʼ αὐτοὺς, καὶ τὰ τελευταῖα, Κίμωνος εἰς Ἰθώμην ἄφιξις καὶ Τυρταίου πρὸ Κίμωνος εἰς Σπάρτην. πάλιν αὖ τυράννων καταλύσεις παρὰ τούτων καὶ τὰ πρὸς Ἀλκμαιωνίδας οἰκεῖα καὶ μυρία τοιαῦτα ὕπεισί με. ἀλλὰ ταῦτα μὲν ἐξαριθμεῖσθαι καὶ καταλέγειν οὔτʼ εὔπορον οὔτʼ ἴσως ἐν δυνατῷ· εἰ δέ τις, ὦ ἄνδρες Ἀθηναῖοι, μεταξὺ νυνί πως εἰσδραμὼν ἀγγείλειεν ὑμῖν ὅτι τοῦ Μαραθῶνι τροπαίου τοὐπίγραμμα ἐκκεκόλαπται, θορυβησάντων δὲ τὸν αὐτόχειρα δείξειε, κᾆτα ἐκεῖνος φαίη τὸ Λακεδαιμονίων μόνον ἐξαληλιφέναι μέρος, τὸ δὲ λοιπὸν εἶναι σῶον καὶ φανερὸν, χαλεπῶς οἶδʼ ὅτι καὶ δυσχερῶς οὐδὲν ἧττον ἔχοιτʼ
ἄν. μὴ τοίνυν ἂν μέν τις τοὔνομα τὸ Λακεδαιμονίων ἐξαλείψῃ τοῦ τροπαίου, πικρῶς καὶ χαλεπῶς ἔχειν οἴεσθε

δεῖν, αὐτοὺς δὲ συνεξέλητε Θηβαίοις, ἐκ τῆς Ἑλλάδος οὔσης τῆς ἐπιγραφῆς, ἀλλὰ λογίζεσθε εἰ παρῆν τὰ πράγματα εἰς τοιοῦτον καιρὸν, ὥστε Θηβαίους κεκρατηκότας αὐτῶν μεθʼ ὑμῶν παντελῶς γνώμην προτεθεικέναι περὶ αὐτῶν, τίνʼ ἂν ψῆφον ἔθεσθε. ἆρά γε ἀπολλύναι; καὶ τίς τῶν σφόδρα ἑτοίμως ψηφισαμένων αὐτό γε τοῦτο ὁμολογήσειεν ἄν; ἀλλὰ σώζειν ὥσπερ ὑμᾶς ἐκεῖνοι πρότερον; πῶς οὖν συναναιρήσετε νῦν τοὺς αὐτοὺς τούτους; φέρε, ἐὰν δὲ συμβῇ τοῦτʼ αὐτὸ ὃ λέγω, καὶ προσθῆσθε μὲν τοῖς Θηβαίοις, συλλόγου δὲ γενομένου κελεύωσιν ὑμᾶς ἀποφήνασθαι τί χρὴ τοὺς Λακεδαιμονίους ποιεῖν ἢ νῦν ἢ ὕστερον, ἡνίκʼ ἂν μηδὲν ὅλως ἐκείνοις ἐνῇ, τί ἐρεῖτε, ὦ ἄνδρες Ἀθηνᾶιοι; καὶ τίνα γνώμην οἴσετε; ἀναιρεῖν οἷς ὑμᾶς οὐκ ἔδοξεν; ἀλλʼ ἐᾶν σώους; εἶθʼ ὑπὲρ ὧν ἂν ψήφου δεηθῶσι, τὴν σώζουσαν θήσεσθε δικαίως, τούτους ὅτʼ ἐν τοῖς ὅπλοις ἐστὶ τὸ διατηρῆσαι, συνεξελεῖν μᾶλλον αἱρήσεσθε; οὐκ ἂν παρέλθοιμι τὸ τῶν Ἀργείων ἐκείνων, ὑπὲρ ὧν τὸ παλαιὸν ἐξήλθετε εἰς Βοιωτίαν ταυτηνὶ καὶ

οὐκ ἐπετρέψατε Θηβαίοις τούτοις οὐδὲν ἀγνωμονῆσαι περαιτέρω τοῦ καιροῦ, καίπερ ἠδικημένους τὴν ἀρχὴν εἰδότες. ἃ καὶ Λακεδαιμόνιοι σαφῶς ἐπιστάμενοι παρακαλοῦντες ἥκουσι νῦν ὑμᾶς ἐπὶ τοὺς αὐτοὺς τούτους, οὐχ ὑπὲρ ἑπτὰ νεκρῶν αὑτῶν, ἀλλὰ πάντων τῶν λοιπῶν τῆς σωτηρίας, ὥσπερ ἐξ ἐκείνου λοιπὸν ὀφειλομένων ἀμφοῖν τούτοιν, Θηβαίους μὲν ὑβρίζειν, ὑμᾶς δὲ κωλύειν. κεφάλαιον δʼ εἰπὼν καὶ δὴ πέπαυμαι. ἔχετε, ὦ Ἀθηναῖοι, Λακεδαιμονίους, ὃ πάλαι προὐθυμεῖσθε, ὑπὸ χεῖρα παρόντας καὶ περίεστι τῇ πόλει δίκην εἰληφυίᾳ δόξαν φιλανθρωπίας προσλαβεῖν, ἐὰν ἐθέλητε· οὗ τί γένοιτʼ ἂν ἥδιον; ἢ καὶ τοῦ τιμωρήσασθαι καὶ τοῦ σῶσαι τοὺς προσκρούσαντας κυρίους ὑπὸ τῆς τύχης γεγονέναι; πρὸς ταῦτα βουλεύσασθε ἃ χρή. ὡς εἰ μὲν ἐγκαταλειφθέντες ὑφʼ ὑμῶν οὐκ ἀνθέξουσι, πράγματος οὐ μετρίου δόξετε αἴτιοι γεγενῆσθαι· εἰ δὲ καὶ καθʼ αὑτοὺς ἀνοίσουσιν, ἄμεινον ἐφʼ ὑμᾶς ἐλθεῖν τοὔνομα, ὁμοῦ καὶ χάριν ἐκ Λακεδαιμονίων καὶ μνήμην πρὸς ἁπάντων ἔχον διηνεκῆ.