Orationes 26

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ἀδωροδοκήτου, ὡς πρότερον τὰ ῥεῖθρα τῶν ποταμῶν ἄν τινα στῆσαι ἢ ʼκεῖνον πρίασθαι, οὕτω δʼ αὖ δεινοῦ περὶ πράγματα καὶ πάντων ἥκιστα ἂν ἐξαπατηθέντος; ἔοικεν ἡ ὑπόσχεσις ἄρνησις εἶναι, ἐπεῖναι γὰρ τὸ ἀδύνατον. ταῦτα ἠπόρουν· κἀν τούτῳ ἐκάλει ὁ θεὸς πάλιν εἰς Πέργαμον, καὶ ἐτύγχανε Ῥουφῖνος ἐπιδημῶν, ἔμελε δʼ αὐτῷ τοῦ τιμᾶν ἡμᾶς εἰς ὅσον οἷός τʼ ἦν. συντυχὼν δʼ αὐτῷ διηγοῦμαι τὰ πεπραγμένα καὶ βοηθεῖν ἠξίουν. πάντως δὲ καὶ αὐτὸν Σεβῆρον ὡμολογηκέναι κυρίαν εἶναί μοι τὴν ἀτέλειαν· τοῦτο δʼ οὐκ ἐξαρκεῖν γεγράφθαι· καὶ γὰρ ἄλλῳ παντὶ τῶν ἡγεμόνων ὑπάρξειν ἄλλο τι προστάττειν ἐμοὶ μετὰ τοῦ αὐτοῦ τούτου παραγράμματος, καὶ οὕτω λυθήσεσθαι τὴν ἀτέλειαν διὰ προσθήκης τοῦ μένειν. δεῖσθαι δὲ οὐ τῆς τοῦ ῥήματος εὐπρεπείας, ἀλλὰ τοῦ πράγματος, τὸ γὰρ σῶμα οὕτως ἔχειν μοι. ἔδοξα δίκαια λέγειν τῷ Ῥουφίνῳ καί μοι δίδωσι πρὸς αὐτὸν ἐπιστολὴν τῇ αὑτοῦ φωνῇ γράψας ὡς δυνατὸν προθυμότατα, ἐν ᾗ τά τε ἄλλα ἐπεξῄει, τὰ μὲν ὡς συνιστὰς, τὰ δʼ ὡς συμβουλεύων, καὶ περὶ μὲν τοῦ μέλλοντος ᾐνίττετο ὁποῖόν τι ἔσοιτο, εἰ μή με ἑκὼν ἀφίοι.

ἵνα δʼ ἐκπεράνω, γιγνόμεθα ἐν τῇ Σμύρνῃ Διονυσίοις, καὶ παρῆν ὁ Σεβῆρος κατὰ τὴν ἑορτήν· ἦν οὖν τις τῶν καλουμένων πρεσβευτῶν τά τε ἄλλα θαυμαστὸς ὡς ἐπιτηδείως ἔχων αὐτῷ, καὶ σχεδὸν ὡσπερεὶ γραμματεὺς αὐτοῦ· πάντων γὰρ ὅσα ἐν γράμμασι κύριος αὐτὸς ἦν. καὶ δὴ καὶ τότε τὴν ἐπιστολὴν τούτῳ δείκνυμεν, ἐντυχόντες πρώτῳ· καὶ γὰρ ἦν ἐπὶ τῆς διοικήσεως τῆς περὶ Σμύρναν. καὶ μὴν ὅσα γε ἀπὸ στόματος εἰπεῖν ἔδει, πάντα διῆλθον πρὸς αὐτὸν, ἵνα εἰδὼς ἀκριβῶς φράζοι πρὸς τὸν ἡγεμόνα. καὶ ὡς ἑώρων τούς τε λόγους δεχόμενον καὶ πρὸς τὰ δίκαια καμπτόμενον, ἐνθύμιον ποιοῦμαι τὴν τοῦ ἐνυπνίου φωνὴν, ὡς ὁ γραμματεὺς ὑπισχνεῖτό μοι συμπράξειν. καὶ τό τε ὄναρ αὐτὸ διηγοῦμαι πρὸς αὐτὸν καὶ ἠξίουν ὑπακοῦσαι τῷ θεῷ, φάσκων τοῦτον ἐκεῖνον εἶναι τὸν ὑπισχνούμενον, αὐτὸν δὴ λέγων. ἥσθη τοῖς λόγοις, προσῆγεν ἡμᾶς τῷ ἡγεμόνι, ἀπεδίδου τὰ γράμματα

κοινῇ μεθʼ ἡμῶν. καὶ ὃς ἔτι μὲν ἀναγιγνώσκων δῆλος ἦν παντοῖος γιγνόμενος, ἱστάμενός τε πολλαχοῦ τῶν γραμμάτων καὶ στρεφόμενος· πλεῖστα δὲ καὶ μέγιστα ἐπιστείλαντος αὐτῷ περὶ τῶν λόγων τῶν ἐμῶν Παρδάλου τοῦ ἡμετέρου μὲν ἑταίρου, ἐκείνῳ δʼ οἰκείου καὶ συνήθους ἐκ παίδων, ἐπειδὴ καὶ ταύτην ἔλαβε τὴν ἐπιστολὴν καὶ διῆλθεν ἀμφοτέρας, οὐδεὶς, ἔφη, ζητεῖ περὶ τῶν λόγων, ἀλλʼ ἕτερόν ἐστι πρῶτον Ἑλλήνων εἶναι καὶ ἄκρον ἐν λόγοις, οὕτω γὰρ ὠνόμασε, καὶ ἕτερον διατρίβειν ἐπὶ τούτῳ καὶ μαθητὰς ἔχειν. καὶ μικρὸν διαλιπὼν, πορεύθητι, ἔφη,

πρὸς τὴν βουλὴν, πεῖσον τοὺς πολίτας· καὶ ἅμα προὔτρεπε καὶ παρῄνει προσίεσθαι τοὺς νέους· ὅτε δὴ κἀγὼ τοσοῦτον ἀπεκρινάμην, ὅτι οὐδὲν δεοίμην παρακλήσεως, ἀλλʼ ὁ θεὸς αὐτῶν τούτων ἕνεκα ἀποστείλειεν, ὡς ἀνάγκη πείθεσθαι.

ἀρχὴ μὲν δὴ καὶ κατάστασις αὕτη τοῦ πράγματος γίγνεται καὶ πάροδος πρώτη μετὰ τὴν ἐν τῇ Ἐφέσῳ γνῶσιν γενομένην. ἔτι δʼ ὄντος μετεώρου συμβαίνει δεύτερον τοιόνδε. πρὶν εἰσελθεῖν εἰς τὴν βουλὴν ἐμὲ καὶ γενέσθαι λόγον ὁντινοῦν περὶ τούτων, ἦσαν δʼ ἀρχαιρεσίαι κατʼ ἐκεῖνον τὸν χρόνον πρυτανεῖαι, προὐβάλετό με ἡ βουλὴ δυοῖν καὶ τριῶν ὑπειπόντων. καὶ περιειστήκει τὸ πρᾶγμα εἰς ἄτοπον. ἀντὶ γὰρ τοῦ πείθειν ἐκείνους περὶ ὧν ὁ ἡγεμὼν ἀπέστειλεν, ἠναγκαζόμην αὖθις ἐφιέναι παρʼ ἐκείνων εἰς τὸ τοῦ ἡγεμόνος δικαστήριον, καὶ δύο γε ἀντὶ μιᾶς αἱ δίκαι γίγνονται, καὶ δικαστὴς πάλιν ὁ αὐτὸς ὅσπερ ἐξ ἀρχῆς. καὶ ἀπηντῶμεν εἰς Πέργαμον. μελλούσης δὲ καλεῖσθαι τῆς δίκης, ἵνα συντέμω, ᾔδει μὲν οὐδεὶς ἡμῶν· οὐ γὰρ προείρητο ἡμέρα· ὄναρ δʼ ἐπιστὰν περὶ τὴν ἕω τοσοῦτον ἔφραζε,

Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια.
εὐθὺς οὖν δῆλον ἦν ὅτι ἀγωνίζεσθαι δεήσοι, καὶ παρεσκευαζόμην οὕτω. καὶ οὐ πολὺ ὕστερον ἧκεν ἀγγέλλων τις ὅτι καὶ δὴ καλεῖταί μου τὸ ὄνομα. ἐν ὅσῳ δὲ ἐκ τοῦ ἱεροῦ κατῄειν εἰς τὴν πόλιν, διατριβῆς ἐγγιγνομένης καὶ καλουμένου πάλιν αὖ τοῦ ὀνόματος ἔφασαν τὸν Σεβῆρον μάλα δεξιῶς εἰπεῖν ὅτι ἀφιξοίμην τε καὶ οὐδὲν δέοι κατεπείγειν. καὶ μετὰ τοῦτο ὡς εἶδε προσιόντα, ῥαβδούχους

τε εὐθὺς ἐκπέμπει μοι ῥᾳστώνης ἕνεκα τῆς προσόδου· τουτὶ γὰρ πρόσθεν ᾐτηκὼς ἔτυχον αὐτόν· καὶ ἐπειδὴ

παρῆλθον, ἅπασαν αἰδῶ καὶ παρʼ αὐτοῦ καὶ παρὰ τῶν συνέδρων, ὡσαύτως δὲ ῥητόρων τῶν προσεστηκότων καὶ τῶν ἄλλων ὁπόσοι παρῆσαν, καὶ σχῆμα ἐπιδείξεως μᾶλλον ἦν ἢ δίκης· ἥ τε γὰρ εὔνοια θαυμαστὴ καὶ τὸ πρὸς τοὺς λόγους ὡρμηκὸς ἐπεσήμαινον τότε καὶ χειρὶ καὶ φωνῇ, καὶ πάντʼ ἦν ὥσπερ ἐπὶ σχολῆς ἀκροωμένων. πέντε δὲ μέτρων ἐκπερανθέντων καὶ παρρησίᾳ μου χρησαμένου πλείονι καὶ παραδηλώσαντος ὁποῖός τις ἂν εἴην παρὰ τῷ βασιλεῖ, τούτους ποιούμενος τοὺς λόγους, τελευτῶν ὁ Σεβῆρος ἑνὸς τῶν ἀπὸ τῆς πόλεως συνδίκων μικρὰ καὶ μετʼ εὐφημίας ἀπαντήσαντος ἡμῖν, ἅμα καὶ τὴν βουλὴν τιμῶν κἀμοὶ ταυτὸν ἔσεσθαι νομίζων, καὶ ταύτην ἀρίστην εἶναι γνῶσιν, πέμπει με αὖθις εἰς τὴν βουλὴν μετὰ γραμμάτων ἐντίμων. καὶ συνέβη δή μοι οὐ μόνον τὴν ἀτέλειαν βεβαιώσασθαι, ἀλλὰ καὶ μετὰ τιμῆς τοσαύτης καὶ σχήματος, ὥστε μηδενὶ τῶν ἄλλων δοκεῖν περὶ ταῦτα κοινωνεῖν. τῆς δʼ ἑτέρας ἀρχῆς, ἐφʼ ἣν αὐτὸς ἦγέ με, οὐδʼ ἐμνήσθη πρὸς ἐμὲ, οὐδʼ οὖν ἡμεῖς πρὸς ἐκεῖνον· ἀλλʼ ἐπέστειλεν ἐφʼ αὑτοῦ τοῖς ἄρχουσι, κελεύων ἕτερον ἀντʼ ἐμοῦ καταστῆσαι.

εἰς τοῦτο ἐτελεύτησεν ἡ πρόρρησις τοῦ θεοῦ. καί μοι λογιζομένῳ τὰ ἀνηλωμένα μισθόν τʼ ἀγοραίοις καὶ οἰκέταις ἐφόδια, εἴ τινάς ποι τούτων ἕνεκα ἀπέστειλα, αἱ πεντακόσιαι μάλιστά πως συνέβαινον δραχμαί. οἷον δʼ αὖ καὶ τὸ πρόσθεν τούτων ἐνιαυτῷ σχεδὸν γενόμενον ἐπὶ Πολλίωνος ἄρχοντος τῆς Ἀσίας. ἄρτι μὲν εἰς τὸ βουλευτήριον παρεληλύθειν ἐκ τῆς πολλῆς ἡσυχίας, ὥσπερ ἔφην, τοῦ θεοῦ προαγαγόντος κατὰ τοὺς λόγους· ἅπαντες δʼ ἦσαν ἐπʼ ἐλπίδων ὡς καὶ δὴ συνεσοίμην τοῖς νέοις· ἀπωλώλεσαν δὲ οἱ δείλαιοι σοφισταὶ τῷ δέει, οὐχ ἅπαντες, ἀλλʼ οἷς ἀνιᾶσθαι ἐπιμελὲς ἦν, ᾑρέθην ἐκλογεύς.

ἧκε τὸ πρᾶγμα ἐπὶ τὸν πρεσβευτὴν, κυροῖ τὴν χειροτονίαν ἐν Φιλαδελφίᾳ δικαστηρίοις ἀπόντος ἐμοῦ. μετὰ ταῦτα ἀνεγιγνώσκετο ἐν τῇ βουλῇ ἡ γνῶσις ἡ τοῦ πρεσβευτοῦ. καὶ παρʼ ἡμῶν ἔφεσις μὲν εἰς Ῥώμην ἐδίδοτο,

ἐπιστολαὶ δʼ ἐπέμποντο παρά τε αὐτὸν Πολλίωνα καὶ τὸν πρεσβευτὴν οἷα εἰκὸς λέγουσαι. ὁ δὲ θεὸς τάδʼ ἐσήμαινεν· ἐδόκουν τὸν Ἄλκιμον τὸν διοικητὴν, ὃν ἔπεμψα τούτων ἕνεκα, ἐπανήκειν, κομίζοντά μοι λόγον Δημοσθένους τὸν ὑπὲρ τοῦ στεφάνου, ἔχοντα οὐχ ὡς νῦν, ἀλλʼ ἑτέρως γε καὶ καθʼ ἑτέραν σύνθεσιν. καὶ πάλιν ἦσαν ὑποσχέσεις, ὡς Γλαβρίωνος τοῦ πάνυ συγκαταστήσαντος τὸ πᾶν. ὁ δʼ ἔτυχεν, οἶμαι, τότε ἐπιδημῶν. ἐγένοντο δέ μοι καὶ παρὰ τοῦ Σαράπιδος καὶ τῆς Ἴσιδος χρησμοὶ, ὡς πεπραξομένου τε τοῦ πράγματος καὶ ἐχθροῖς εἰς φιλίαν ἥξεις ἔφασαν. καὶ τὰ μὲν χρησθέντα καὶ φανθέντα ὡς ἐν κεφαλαίοις τοιαῦτα ἦν· εἰς δὲ τὴν Φιλαδελφίαν ἀφίκοντο οἱ πεμφθέντες, καὶ ἦν μὲν ἀφέσιμος, ὡς ἔφασαν, ἡμέρα, ᾗ τὰ γράμματα ἀπεδίδοσαν. ἀναγνοὺς δὲ ὁ Πολλίων, καί τινος καιροῦ γενομένου περὶ ἡμῶν ὑπὸ τῶν ἐν τῇ προσρήσει παρόντων, γνοὺς τοῦ πρεσβευτοῦ τὴν ἀφέλειαν κελεύει πορευθέντα εὐθὺς καθίζεσθαι καὶ ἐπανορθώσασθαι τὴν γνῶσιν. ποιεῖ ταῦτα ὁ πρεσβευτὴς καὶ καθίζει ἑνὸς ἕνεκα τούτου καὶ δίδωσι γράμματα ἕτερα πρὸς τὴν βουλήν. κομισθέντων δʼ αὐτῶν ὁ ἄρχων, ὅσπερ προθυμότατα ἀνθειστήκει μοι καὶ τἀναντία τούτων ἀνεγνώκει πρότερον, θορυβούμενος ἤδη καὶ ἐν παντὶ ὢν ἔπεμψεν ὡς τοὺς ἡγεμόνας πυνθανόμενος περὶ αὐτῶν. οἱ δʼ οὐδὲν ἀπεκρίναντο. ὁ δʼ ἐλθὼν ὡς ἐμὲ ἐδεῖτο συγγνώμην ἔχειν, καὶ παρῄειν εἰς τὴν βουλὴν, καὶ τῆς τε διακονίας ἀφείθην καὶ τῆς ἀτελείας ἔτυχον· πρῶτον τότε καὶ μετὰ

τοῦτο φίλτατος μὲν ὁ ἄρχων, φίλτατος δὲ ὁ πρεσβευτὴς αὐτός.

φέρε δὴ καθάπερ κλίμακος ἀεὶ τῷ ἀνωτέρω προϊόντες ἑτέρου τῶν ὑπὲρ ταῦτα μνημονεύσωμεν. ὁ σοφιστὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἦρχεν. ἱσταμένου δὲ τοῦ ἔτους καὶ γιγνομένης ἐκκλησίας τῆς πρώτης ἧκον ἐκ δήμου καλοῦντές με, οἷα δὴ διὰ χρόνου τε ἀφιγμένον, καὶ ἅμα ἀπαγγέλλοντες ὅτι μέλλοιεν θύσειν ὑπὲρ ἐμοῦ δημοσίᾳ, ὅπερ οὖν καὶ πρότερον πολλάκις πεποιηκότες ἦσαν. ὡς δὲ παρῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ὁ δῆμος τὰ

εἰωθότα ἐπεθορύβησεν, ἔργου εἴχοντο οἱ παρεσκευασμένοι κροτοῦντές τε καὶ τὴν ἱερωσύνην τὴν κοινὴν τῆς Ἀσίας ἀνατιθέντες μοι καὶ τὸν δῆμον ἐσπάσαντο οὐ χαλεπῶς. καὶ ἅμα αἱ ἀρχαὶ περιίσταντό με ἄλλος ἄλλοθεν ἐπαινῶν καὶ βοῶν καὶ πρὸς τὸν δῆμον τῇ παρακλήσει φιλοτιμούμενοι. ἐγεγόνει δέ μοι σημεῖα ἐξ ὀνειράτων λαμπρὰ καὶ ἐπιφανῆ, οἷς ἐθάρρουν καὶ πάνυ. λόγον δʼ αἰτήσας οὕτως ἔπεισα ὥστε ὁ δῆμος ταύτης μὲν ἀπέστη τῆς ἀξιώσεως, ἐψηφίζετο δέ μοι τὴν ἱερωσύνην τοῦ Ἀσκληπιοῦ μάλα φαιδρῶς ἅπας, ἔτι δʼ ἦν ἐν κατασκευῇ τότε ὁ νεὼς ὁ πρὸς τῷ ἔξω λιμένι. καὶ οἶδα εὐδοκιμήσας οἷς ἀπεκρινάμην· ἔφην γὰρ ὡς οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον οἷόν τʼ εἴη πράττειν μοι ἄνευ τοῦ θεοῦ, οὔτʼ οὖν αὐτὸ τὸ ἱερᾶσθαι νομίζειν ἐξεῖναι πρότερον, πρὶν ἂν αὐτοῦ πύθωμαι τοῦ θεοῦ. οἱ δʼ ἐθαύμασάν τε καὶ συνεχώρουν. γενομένων δὲ τούτων εὐδοξία καὶ ζῆλος ἦν ἐπὶ ταῖς δημηγορίαις, καὶ οὐδὲν δεῖν ᾤμην ἔτι πραγμάτων. ὁ δὲ θεὸς οὔ τί που εἴα πέρας τοῦτο ἔχειν, ὁ δʼ ἐγχειρίδιον ἔχει ὑπὸ μάλης. καὶ συμβαίνει μετὰ τοῦτο συνέδρους μὲν ἐξιέναι Σμυρναίων εἰς Φρυγίαν ἄνω καὶ μέλλειν φέρειν τοὐμὸν ὄνομα ἐν τῷ συνεδρίῳ τῷ κοινῷ, προαισθέσθαι δέ με καὶ πέμψαι τὸν τροφέα τὸν Ζώσιμον· καὶ γίγνομαι τρίτος ἢ τέταρτος τῇ χειροτονίᾳ. μετὰ ταῦτα ἔφεσις, κλῆσις

ἡγεμόνος, κλῆσις τοῦ σωτῆρος εἰς Πέργαμον· διέτριβον δʼ ἐν τῷ χωρίῳ τῷ εἰωθότι τοῦτον ἤδη τὸν χρόνον αὐτοῦ γε πέμψαντος. δευτέρᾳ δʼ ἡμέρᾳ ᾗ ὡρμήθην ἀπαντᾷ μοι ὁ κομίζων τὴν ἐπιστολὴν τοῦ ἡγεμόνος. καὶ ἐπειδὴ ἀνέγνων τὰ γράμματα, ἀλλὰ προκέκλημαί τε, ἔφην, ὑπὸ τοῦ θεοῦ καὶ θέοντα ἐπεγείρεις. τί δεῖ διατρίβειν; ἀφείθην γὰρ πάντων πραγμάτων ἐν περιόδῳ τῶν ναῶν τῶν ἐν Ἀσκληπιοῦ. οὕτω πρὸς ἡμᾶς ἔσχεν ὁ ἡγεμών· οἶμαι δʼ οὐκ ἐκεῖνος μᾶλλόν τι ἢ ὁ τῷ ὄντι καὶ καθάπαξ ἡγεμών. ὅμοιον δὲ τούτῳ καὶ τὸ πρῶτον ἁπάντων τούτων γενόμενον. χωρίον ἐστὶ Λανεῖον οὐ πόρρω τοῦ ἱεροῦ τοῦ Διὸς, οὗ κἀν τοῖς ἄνω λόγοις ἐμεμνήμην τοῦ ἱεροῦ. τοῦτο τὸ χωρίον

πριαμένων ἐμοὶ τῶν ἐμῶν ἐπὶ τῆς διατριβῆς τῆς ἐν Αἰγύπτῳ ἐσφετερίζοντο Μυσῶν τινες, πολλὰ καὶ παντοῖα τὸ μὲν πρῶτον λέγοντες, ἔπειτα καὶ πράττοντες ἤδη. ὡς γὰρ ἀπέγνωσαν αὑτοὺς, ἵνα μὴ κατʼ ἐμαυτοῦ λέγω τὸ βλάσφημον, ἀθροίσαντες ὡς ἠδύναντο πλείστους οἰκέτας ἅμα καὶ μισθωτοὺς, ἐπῆλθον μεθʼ ὅπλων ἁπάντων· ἔπειθʼ οἱ μὲν αὐτῶν ἄπωθεν ἠκόντιζον καὶ ἐσφενδόνων λίθοις καὶ βώλοις, οἱ δʼ εἰς χεῖρας ᾔεσαν, οἱ δʼ ἐνεβάτευον εἰς τὴν οἰκίαν καὶ τοῖς ἔνδον ἐχρῶντο ὡς οὖσιν ἑαυτῶν· πάντα δʼ ἦν ταραχῆς μεστὰ καὶ τραυμάτων. ἀγγελθέντων δὲ τούτων εἰς Πέργαμον εἶχον μὲν οὕτως τὸ σῶμα ὥστε ἀναπνεῖν μόλις· ἀγορὰ δʼ ἦν δικῶν· ὅ τι δὲ χρήσομαι ἠπόρουν. ὁ δὲ θεὸς τήν τε πρόσοδον ἐξεῦρε τὴν πρὸς τὸν ἡγεμόνα καὶ τὸν καιρὸν παρεσκεύασε. καὶ τὸ μὲν ἀκροτελεύτιον τῶν ὀνειράτων Ἀδριανὸς ἦν ὁ αὐτοκράτωρ ἐν τῇ αὐλῇ τοῦ ἱεροῦ, περιέπων τέ με ἄρτι γνώριμον αὐτῷ γεγονότα καὶ ὑποτιθεὶς ἐλπίδας μεγάλας. τὸ δὲ συμβὰν εὐθὺς ἐπὶ τῇ ὄψει ταύτῃ τόδε. ἧκον εἰς τὸ ἱερὸν οὕτως ὅπως οἷός τʼ ἦν· καί μου διατρίβοντος ἔτι αὐτόθι ὁ ἡγεμὼν Ἰουλιανὸς ἐπέρχεται καὶ σὺν αὐτῷ Ῥουφῖνος. γνοὺς δὲ

ἐγὼ τὸν καιρὸν τῷ τε Ῥουφίνῳ φράζω τὸ πρᾶγμα καὶ τῷ Ἰουλιανῷ ἀναστρέφοντι προσέρχομαι, κατʼ αὐτόν πως ὃν εἶδον ὄναρ τὸν τόπον καὶ ὅσα τε αὐτῷ μοι καιρὸς ἦν εἶπον, καὶ ὁ Ῥουφῖνος προθυμίας οὐδὲν ἀπέλειπεν. ὁ δʼ οὕτως ἔνθεος γίγνεται ὥστʼ εὐθὺς μὲν περιέβαλλεν, ὡς ἄν τις πάλαι φίλτατος, λαβόμενος δέ μου τῆς χειρὸς θαρρεῖν τε ἐκέλευε καὶ περὶ τὸν θεὸν ἔχειν, ταῦτα δὲ αὑτῷ μελήσειν· καὶ τέλος εἶπεν, οὐ μὴ ἡμῶν καταφρονήσωσι. γίγνεται δὲ ἐπὶ τοῦ δικαστηρίου καὶ καλέσας τὴν δίκην καὶ λόγων οὐ πολλῶν ῥηθέντων ἠγανάκτησέ τε τοῖς γενομένοις καί τινα καὶ τῶν μετασχόντων τῆς ἐπιδρομῆς εἰς τὴν εἱρκτὴν ἐνέβαλε, καὶ τὸ χωρίον ἡμῖν ψηφίζεται, καὶ εἰσῄειμεν εἰς αὐτὸ ὑπὸ γραμμάτων· ὁπλῖται δὲ καὶ σφενδονῆται καὶ πάντα ἐκεῖνα ὑπεχώρει τῷ θεῷ.