Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

ὁ μὲν λογισμὸς οὗτος ὁ τῆς πόλεως, ἅπαντα ἔχων ὅσα ἄν τις εἴποι κάλλιστα ἐν ἀνθρώπου φύσει. διανοηθέντες δὲ οὕτω τί χρὴ πρῶτον, ἢ τί τελευταῖον εἰπεῖν, ἐνίκων

μὲν τὴν ἐν Μυκάλῃ μάχην οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ, διηρευνήσαντο δὲ τῆς Εὐρώπης τὰς ἀκτὰς, εἴ πού τις ἔτι κρύπτοιτο τῶν ἐπελθόντων, καὶ τοὺς μὲν ἀπὸ Στρυμόνος ἤλασαν, τοὺς δʼ ἀπὸ Σηστοῦ, τοὺς δʼ ἀπὸ Βυζαντίου. πάντα δὲ ὥσπερ ἄγος καθαίροντες ἐπῆλθον, οὐκ ἐλάττω δὲ τῶν κατʼ ἐμπορίαν πλεόντων ἐπʼ ἀγκυρῶν ὡρμίσαντο. τὴν δὲ Τριπτολέμου διὰ τοῦ ἀέρος λεχθεῖσαν πορείαν, ἐν ᾧ παρῆκεν ἐκεῖνος, ἐμιμήσαντο. ὁ μὲν γὰρ εὖ ποιῶν εἰς τὸ κοινὸν ἅπαντας, οἱ δὲ παρʼ ὧν ἔδει δίκην λαβεῖν κολάζοντες ἐπῄεσαν, ἡγούμενοι καὶ τοῦτο τῷ κοινῷ γένει τῶν ἀνθρώπων λυσιτελεῖν, τοὺς ὑβριστὰς καὶ μεῖζον τῆς
φύσεως φρονοῦντας ταῖς πρεπούσαις ὑπάγειν ζημίαις. γνόντες δὲ οὕτως ἅμα μὲν περιέπλεον τὴν Ἀσίαν, ἅμα δὲ ἀνέπλεον διὰ τῶν δεχομένων ποταμῶν, ἅμα δʼ ἠκούοντο, ἅμα δʼ ἑωρῶντο· θαυμαστὴν δʼ ἐπεδείξαντο καὶ ὡς ἀληθῶς ἐνόπλιόν τινα καὶ πολέμου χορείαν. οὕτω δὲ πυκνὸν καὶ σύντονον ἐξήλαντο ἐν τοῖς πράγμασιν ὥστε καὶ Λακεδαιμόνιοι τοῖς μὲν πρώτοις τῶν ἔργων παρεγένοντο, ἔπειτʼ ἀπῆραν, ὥσπερ πτηνοῖς ἀκολουθεῖν οὐ δυνάμενοι. τὸ δʼ αὐτὸ τοῦτο καὶ τῶν ἄλλων Ἑλλήνων οἱ καὶ τὰ πρῶτα συνεκπλεύσαντες ἰλιγγιάσαντες ἀπῆραν, οἱ δὲ τοὺς ἀπὸ τῆς Ἀσίας ἔχοντες, οὓς βασιλεὺς πρότερον ἐπʼ ἐκείνους καὶ τὴν Ἑλλάδα ἧκεν ἄγων, τούτοις ἐχρῶντο ἀποχρῶσι. καὶ ἦν αὐτοῖς ἀφορμὴ κατὰ τοῦ βασιλέως τὰ τοῦ βασιλέως πράγματα. καὶ γὰρ ὅρμοι καὶ τείχη καὶ χαρακώματα καὶ πάντα ἐκείνους ἐδέχετο, καὶ ὅπλα καὶ νῆες ἐκείνων ἐγίγνοντο. παρεῖσαν δʼ οὐδὲν ἀπείρατον τῆς ἑαυτῶν ἀρετῆς, ὁμοῦ μὲν Φοίνιξι καὶ Κίλιξι καὶ Κυπρίοις ναυμαχοῦντες ἐν μέσῳ τῷ Αἰγυπτίων πελάγει καὶ ναυτικὰ ἀθρόα λαμβάνοντες, ὁμοῦ δὲ πρὸς πᾶσαν τὴν Περσῶν

ἀρχὴν διακινδυνεύοντες ἐν τῇ γῇ ἀντʼ ἀριθμοῦ σωμάτων ἐθνῶν ἀριθμοὺς διαφθείροντές τε καὶ λαμβάνοντες. ἤδη δὲ καὶ δύο τρόπαια εἰς μίαν ἡμέραν ἦλθε καὶ ναυμαχία

πεζομαχίᾳ παρισώθη. τοσοῦτον δὲ τῷ βασιλεῖ περιεγένετο ὥστε ἐνδοξοτέραν αὐτοῦ τὴν ἀρχὴν καὶ τοὺς τόπους ταῖς νίκαις ἐποίησαν. ὁ δʼ οὖν Εὐρυμέδων οὐχ ἥκιστα διὰ τούτους ᾁδεται. ἔδειξαν δʼ ὅτι οὐ λινοδέσμῳ σχεδίᾳ τοὺς πορθμοὺς ζευγνύντα δεῖ διαβαίνειν οὐδὲ τοῖς ὑψηλοτάτοις τῶν ὀρῶν προσπαλαίειν, ὥσπερ τι κάλλιον, ἀλλʼ ἀνδρείᾳ καὶ γνώμῃ προέχοντας κρατεῖν πανταχοῦ καλλίστοις ἁπάντων ἐφοδίοις οἶμαι καὶ καθαρῶς οἴκοθεν· μόνα γὰρ τῶν ἐχόντων διὰ τέλους ἐστὶ, τὰ δʼ ἄλλα κοινὰ πρόκειται πᾶσιν ὡς εἰπεῖν τύχης δῶρα, εἰ δὲ βούλει, ἀρετῆς. ὑπάρχει μὲν γὰρ καὶ τοῖς χείροσιν ἐξ ἀρχῆς, σώζεται δὲ ἐπιεικῶς τοῖς κρείττοσιν. οὕτω δʼ ἅπασαν τὴν ἀρχὴν ἐξήλεγξαν, καὶ διέσεισαν καὶ πρὸς τοσοῦτον ἀφίκοντο οἱ μὲν εἰς τὸ Περσικὸν τελοῦντες τοῦ καταφρονηθῆναι, ἡ πόλις δὲ τοῦ πάντας αὐτῇ θαρρεῖν, ὥστʼ ἐκινήθησαν μὲν οἱ πρὸς Φάρῳ Λίβυες, συναπέστησαν δὲ Αἰγύπτιοι, βασιλεὺς δὲ
καίτοι τἄλλα κατὰ νοῦν περὶ αὐτοὺς πρᾶξαι δοκῶν ἀπόλλυσιν Αἰγύπτου μοῖραν οὐκ ὀλίγην τὸ ἕλος. πρότερον δʼ ᾑρήκει πᾶσαν δὶς ἤδη. ἦν δὲ τὸ τῶν Ἀθήνηθεν τριήρων οἷόν τι τῶν ἐξ οὐρανοῦ βελῶν. μόνοι γὰρ ἀνθρώπων τῶν εἰς κοινὸν πολιτευσαμένων τὴν μὲν οἰκείαν ὥσπερ ἀλλοτρίαν ἐνόμισαν, τὴν δὲ ἀλλοτρίαν οὐχ αὑτῶν ἀλλοτρίαν, ἀλλὰ τῶν σὺν κακίᾳ νεμομένων. φυλάκων δʼ ἐβίωσαν βίον, οὐδὲ τούτων ἱδρυμένων, οὐδέ γε ἑνὸς τόπου τινὸς περιπόλων, ἀλλὰ τοῦ διὰ πάσης γῆς Ἑλληνικοῦ περιπόλους ἐκείνους χρὴ καλεῖν· πολεμίους δὲ οὐ τοὺς ἀσθενεστάτους εἵλοντο, ἀλλὰ τοὺς πλεῖστα ἀνασχέσθαι δυνατωτάτους, δυοῖν ἐναγόντοιν, ἑνὸς μὲν τοῦ μηδὲν τῶν ἐσχάτων, ὅσον εἰς γνώμην καὶ παρασκευὴν ἧκε τῶν βαρβάρων,

ἐλλελεῖφθαι τοῖς Ἕλλησι τὸ μὴ οὐ πεπονθότας εἶναι, ἀνθʼ ὧν δεῖν ἀμύνεσθαι καὶ μηδαμῶς μικρῶς, ἑτέρου δὲ τοῦ πρὸς τὸν λοιπὸν χρόνον ἀσφαλοῦς τῇ Ἑλλάδι, ἕως ἔγνω βασιλεὺς παραπλήσιον ποιῶν ἀνταίρων τῇ πόλει ὥσπερ ἂν εἰ πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπηρμένος ἠγωνίζετο. οὐδὲν γὰρ ἦν ὅ τι οὐκ ἔπασχεν, ἀλλʼ ἀνηλίσκετο αὐτὸς ἐξ αὑτοῦ καὶ τὴν χώραν ἐπιτείχισμα τῆς ἑαυτοῦ σωτηρίας ἔχων ᾔσθετο, καὶ προῆλθεν ὁδῷ τὸ τρίτον κάλλιον τοῦ πρώτου νομίσας, μᾶλλον δὲ ἀναγκαιότερον. ἐπεθύμησε μὲν γὰρ τὸ ἐξ ἀρχῆς τὴν Ἑλλάδα προσλαβεῖν καὶ τῆς Εὐρώπης τὸ λοιπὸν, ᾔσθετο δὲ οὐ δυνατῶν ἐρῶν. δεύτερον ἦν αὐτῷ τὴν ὑπάρχουσαν ἀρχὴν διασώσασθαι, οὐδὲ

τοῦθʼ ἡ πόλις ἠνέσχετο. τὴν σωτηρίαν καὶ δὴ πλείονος ἀξίαν ἐποιήσατο, καὶ ὑποχωρεῖ τῇ πόλει τοσοῦτον ἐκ γῆς καὶ θαλάττης, οὐχ ὅσον, φασὶ, πρύμναν κρούσασθαι οὐδʼ ὡς ἐπὶ πόδα ἀναχωρῆσαι, ἀλλʼ ἀφῆκε πάντα μὲν τὸν κάτω τόπον, μυριάδας σταδίων τῆς Ἀσίας οὐκ ἔλαττον ἢ μεγάλης ἀρχῆς εἶναι τὸ σύμπαν· ὥστε μὴ μόνον τὰς νήσους καὶ τοὺς ἐν ταύταις παντοδαποὺς Ἕλληνας ἐλευθέρους εἶναι, ἀλλὰ καὶ τοὺς τὴν ἐκείνου χώραν κατοικοῦντας πλέον τῆς ἐκείνου δυναστείας καὶ ἀρχῆς ἀπέχειν ἢ πρότερον τοὺς τὴν ἀρχαίαν Ἑλλάδα. εἶχε μέν γε πρὸ τοῦ τὸν μέχρι Πηνειοῦ τόπον· καίτοι τὸ θαυμαστὸν ἀφεῖλον, ὡς δή τι θαυμαστὸν λέγων· εἶχε δὲ πάντα τὸν μέχρι τῆς Ἀττικῆς, ἕως ἐνέτυχε τοῖς ἐκ τῆς Ἀττικῆς ἐν τῇ θαλάττῃ· τοσοῦτον παρελήλυθε τὸν ὀμφαλὸν τῆς γῆς τε καὶ τῆς Ἑλλάδος, τοὺς Δελφούς. ἐκ δὲ τῶν τῆς πόλεως ἀγώνων καὶ ἀποστόλων εἰς τοῦτο κατῆλθεν ὥσθʼ ὡμολόγησε δυοῖν μὲν ὅροιν εἴσω μηκέτι πλευσεῖσθαι, πρὸς μεσημβρίαν μὲν Χελιδονέας, πρὸς δὲ ἄρκτον Κυανέας
θέμενος, θαλάττης δʼ ἀφέξειν ἴσον πανταχῆ σταδίους πεντακοσίους· ὥστʼ εἶναι τὸν κύκλον τοῦτον ἀντʼ ἄλλου τινος στεφάνου τοῖς Ἕλλησιν ὑπὲρ κεφαλῆς καὶ τὴν φρουρὰν ἐξ αὐτῆς τῆς χώρας τοῦ βασιλέως.

τοιοῦτον μὲν τὸν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους ἡ πόλις, τόν τʼ ἐπὶ τῆς οἰκείας καὶ τὸν ἐν τῇ ἐκείνων, τοιαύτην δʼ αὖ καὶ τὴν εἰρήνην ἐποιήσατο, ἐξ ἀμφοτέρων δείξασα ὅτι οὐ πλοῦτον διώκουσα οὐδʼ ἡδονῇ κέρδους ἐπεξῆλθεν, ἀλλʼ ἓν τοῦτο θηρωμένη, βεβαίαν τοῖς Ἕλλησιν ἐλευθερίαν ἀπὸ τῶν βαρβάρων. καίτοι τί κάλλιον ἂν εἴποι τις εἰρήνης ἢ πολέμου κεφάλαιον ἢ πρὸς Ἕλληνας ἢ πρὸς βαρβάρους, ᾧ κατέκλεισε τότε τὰς πράξεις ἡ πόλις; καὶ ταῦτα μέντοι τὰ τοσαῦτα καὶ τοιαῦτα διῆλθε σὺν πολλοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων καὶ πάντων ὥσπερ ἀνθελκόντων, ἀφεστηκότων μὲν τῇ

γνώμῃ Λακεδαιμονίων, Βοιωτῶν δʼ ἐναντία πολεμούντων, Αἰγινητῶν δʼ ἐναντία ναυμαχούντων, οὓς εἶναι τὰ ναυτικὰ πρώτους ἓν ἐκώλυσεν, ἡ πόλις πολὺ νικῶσα· πρὸς δὲ τούτοις Κορινθίων διὰ Μεγαρέας παρωξυμμένων καὶ πολεμούντων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, Ἐπιδαυρίων δὲ καὶ Σικυωνίων σὺν Κορινθίοις ἐξεταζομένων, Ναξίων δὲ καὶ Θασίων καὶ Καρυστίων κακῶς περὶ τῆς συμμαχίας βουλευομένων, καλούντων δὲ Φωκέων, καλούντων δʼ αὖ Λακεδαιμονίων, θαυμαστοῦ δὲ κύκλου πραγμάτων ὄντος κατὰ τὴν Ἑλλάδα· ὥστʼ, εἰ καὶ μόνοις τούτοις ἐξήρκεσε καὶ μόνας τὰς Ἑλληνικὰς πράξεις εἴχομεν αὐτῆς εἰπεῖν ἐν τῷ τότε συμβάσας, Μηδικαὶ δὲ μηδαμοῦ προσῆσαν λαμπρότητες, ἐξαρκεῖν ἂν τοῖς χρόνοις εἰς ἀφήγησιν. ᾗ καὶ διαφερόντως ἄξιον συνησθῆναι τῇ πόλει οὐ μόνον τῆς ῥώμης χάριν, ἀλλὰ καὶ τῆς μεγαλοψυχίας· τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλλήνων προνοίας μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλʼ ὑπὲρ τῶν κοινῇ συμφερόντων βασιλεῖ πολεμεῖν διὰ γῆς ἁπάσης καὶ θαλάττης πόσῃ τινὶ χρὴ τῇ μεγαλοψυχίᾳ προσθεῖναι, χωρὶς
τοῦ τοσαῦτα μερισθῆναι καὶ πάντων ὡς μόνων ἑκάστων ἐφικέσθαι, τῆς μὲν γνώμης τὴν ἀνδρείαν, τῆς δὲ

παρασκευῆς τὴν ὑπερβολὴν παρέχειν θαυμάσαι; τά τε γὰρ πρὸς τοὺς βαρβάρους ὡς πᾶσαν ἄγουσα ἀπὸ πάντων σχολὴν οὕτω διῳκήσατο, καὶ τοῖς ἐνοχλοῦσι τῶν Ἑλλήνων οὐδὲν μᾶλλον ὑπῆρχε χρήσασθαι τῷ καιρῷ, ἀλλὰ καὶ τούτοις οὕτως ἀπήντησεν ὥστε σύμπεντε καὶ συμπλείω ταῦτʼ ἔχειν ἀπαριθμεῖν ὥσπερ ἄλλʼ ἄττα συλλήβδην ἀριθμούμενα. ἐνίκων μέν γε ναυμαχίᾳ Πελοποννησίους

ἐπὶ Κεκρυφαλίᾳ, ἐνίκων δʼ Αἰγινήτας πρὸς Αἰγίνῃ, καὶ Πελοποννησίους αὖθις. Μεγαρεῦσι δʼ ἔστησαν τείχη μέχρι θαλάττης, καὶ τὴν ἐλευθερίαν ἅμα καὶ χώραν διεφύλαξαν· ἐνίκων δὲ Κορινθίους πρὸ Μεγαρέων, καὶ πρὶν δώδεκα ἐξήκειν ἡμέρας ἐνίκων αὖθις ἑτέραν, οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζοντας. καὶ οὔπω ταῦτα μεγάλα· ἀλλʼ εἰρήσεται γὰρ, κἂν ἐπείγωμαι· ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν. ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει, ἡ μὲν κατὰ τὴν τῶν Αἰγυπτίων χρείαν, νῆες πλείους ἢ τότʼ ἦσαν ἐν τοῖς Ἕλλησιν αἱ σύμπασαι σχεδόν· ἡ δʼ Αἰγίνῃ προσεκάθητο, ὅπερ καὶ τοὺς ἐναντίους μᾶλλον ἐπῆρεν ὁρμῆσαι πρὸς τὰ Μέγαρα. ᾤοντο γὰρ εἶναι σχολὴν Ἀθηναίων εἰς τὸ ἔργον αὑτοῖς. εἰ δʼ ἄρα καὶ τὰ δεύτερα νικῴη, ἀλλʼ ἑτέραν λύσειν πολιορκίαν, τὴν Αἰγίνης· οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτούς. οἱ δὲ τοσοῦτον κατεγέλασαν τοῦ σοφίσματος ὥστʼ οὐδὲν μᾶλλον οἱ πρὸς Αἰγίνῃ τότʼ
ἐκινήθησαν τῶν ἐν Αἰγύπτῳ καὶ μηδὲν πεπυσμένων, ἀλλὰ τὸ λοιπὸν τῆς ἡλικίας οἱ πρεσβύτατοι καὶ νεώτατοι βοηθοῦσιν εἰς τὰ Μέγαρα, καὶ δυοῖν μάχαιν ἑξῆς κρείττους τῆς τῶν Κορινθίων καὶ Πελοποννησίων ἀκμῆς ἐφάνησαν· ὥστʼ ἐκείνους ἀκριβῶς ἤδη συγχωρῆσαι καὶ μηδὲν ἔχειν εἰπεῖν ἔτι, μηδʼ ὡς οὐ δικαίως τά γε νῦν ταῦτα προσανιμήκεσαν. καί μοι δοκεῖ θεῶν τινος εὐνοίᾳ καὶ σπουδῇ πρὸς τὴν πόλιν συσκευασθῆναι τοῦτο τὸ δεύτερον, ὥσπερ

ἐν δράματι. εἰ μὲν γὰρ ὡς ἅπαξ ἐπλήγησαν, ἀπῆλθον, τάχʼ ἄν τις ἦν αὐτοῖς ὕστερον ἀντιλαβὴ, τὸ δʼ ὀνειδίζεσθαι μὲν ὑπὸ τῶν οἰκείων, ὀνειδιζομένους δὲ αὖθις ἐξελθεῖν, ἀνθιστάντας δὲ τρόπαιον μείζω τῶν πρότερον προσπαθεῖν, αὐτοὺς ἐποίησεν ἐπισφραγίζεσθαι τὴν νίκην,

ὡς μὴ δοκεῖν τύχῃ μᾶλλον ἢ τῷ τοῦ κρείττονος λόγῳ τὸ ἔργον κριθῆναι καὶ νῦν καὶ πρότερον. οὔκουν τοῦ τρίτου γε ἐπειράθησαν, καίτοι τοὺς ἀγωνιστὰς αὐτοὶ προσαναγκάζοντες ἐν Ἰσθμῷ.

ἆρʼ οὖν ταῦτα καὶ μόνα τῶν ἀνδρῶν ἐκείνων ἔχομεν λέγειν; πολλῶν μέντἂν καὶ μεγάλων ἀποστεροίημεν αὐτούς· οἳ περιέπλευσαν μὲν τὴν Πελοπόννησον, οὐχ ὡς ἁπλῶς εἰπεῖν περίπλοις ναυτικοῖς, ἀλλʼ ὥστε κρατεῖν μὲν τῶν ἐπικαίρων τῆς χώρας, νικᾶν δὲ τοὺς ἀντιστάντας ἐν φαύλῳ, στρατηγὸς ἐπὶ στρατηγῷ. διέβησαν δὲ εἰς τὴν ἀντιπέρας ἤπειρον, παντὸς τοῦ προστυχόντος εἴκοντος. αὖθις δʼ ἐπὶ Φωκέας Λακεδαιμονίων παρελθόντων

ἐκέκλειστο μὲν ὁ Κρισαῖος κόλπος, ἀπήντων δʼ ἐπὶ τοὺς ὅρους. χωρὶς δʼ ὑπὲρ Μεγάρων ἦσαν ἐν Γερανείᾳ· ὥστε μὴ ἔχειν Λακεδαιμονίους ὅ τι χρήσονται, ἀλλʼ ἀπορεῖν ἑστῶτας ἐν Βοιωτοῖς ὅποι σωθήσονται· οὕτω περιέπτυξεν αὐτοὺς ἡ πόλις. τέλος δὲ συμβάλλουσιν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, καὶ γενομένων ἀμφοτέρων ἀνδρῶν τοῦ τολμήματος ἀξίων ἔδοξαν καθʼ ἓν τοῦτο Λακεδαιμόνιοι πλέον ἐσχηκέναι, πῶς ἂν εἴποιμι εὐπρεπῶς; ὀκνῶ γὰρ εἰπεῖν ὅτι οὐκ ἀπώλοντο. καὶ γὰρ ἦν ὅρος οὗτος Ἀθηναίοις μὲν κλεῖσαι τὴν πάροδον, Λακεδαιμονίοις δὲ σωθῆναι οἴκαδε. καὶ κινδυνεύει μόνον τοῦτο τὸ ἔργον τὴν φυγὴν σύμβολον τῆς νίκης ἐσχηκέναι, ἐπεὶ τούς γε καὶ παρὰ τὴν μάχην κρείττους καὶ τοῖς ὅλοις ἄνευ πολλῶν τῶν καὶ πρότερον κρινάντων τὰ ἐφεξῆς εὐθὺς ἔδειξε. τρεῖς γάρ εἰσιν οἱ μαρτυρήσαντες παραχρῆμα Ἀθηναίων εἶναι τὴν νίκην,

Ἀθηναῖοι, Λακεδαιμόνιοι, Βοιωτοί. Λακεδαιμόνιοι μὲν γὰρ ἠγάπησαν ἀναχωρήσαντες, Ἀθηναῖοι δὲ προῆλθον κατὰ πόδας τῆς μάχης, Βοιωτοὶ δὲ οὐκ ἀντέσχον, ἀλλʼ ἡττηθέντες ἐν Οἰνοφύτοις ὑπέκυψαν, καὶ μετʼ αὐτῶν Φωκεῖς καὶ Λοκροὶ νίκῃ μιᾷ. καὶ παρὰ μὲν τούτων ταύτην ἔλαβε δίκην ἡ πόλις ἀνθʼ ὧν τῷ βαρβάρῳ συνέστησαν ἐν τοῖς κοινοῖς τῆς Ἑλλάδος κινδύνοις. ἕτερον δʼ ἔργον αὐτῆς ἄξιον εἰπεῖν καὶ σφόδρα μέντοι καὶ τοῦτο βοῶν καὶ δηλοῦν ἔτι πόρρωθεν ὅτων εἴη· γενομένου γὰρ τοῦ

περὶ τὴν Λακωνικὴν σεισμοῦ καὶ Λακεδαιμονίους τῶν περιοίκων περιστάντων καὶ πάντων ὡς ἀληθῶς ὥσπερ ἐν σεισμῷ ταραχθέντων τῶν ἐν Πελοποννήσῳ πραγμάτων, οὐκ ἔφθησαν Λακεδαιμόνιοι καλέσαντες, καὶ παρῆν ὁ δῆμος ἐν τοῖς ὅπλοις, τῇ μὲν ἀνδρείᾳ θαρρῶν, ὑπὲρ δὲ ἐκείνων ὡς ὑπὲρ τῆς αὑτοῦ σωτηρίας περιδεής· ὃ καὶ τοὺς παρόντας ἔλυσε φόβους τῇ Λακεδαιμονίᾳ καὶ δίκην λαβεῖν εἰσαῦθις παρεσκεύασεν αὐτῶν. οὕτως ἄρα οὐδαμοῦ τὰς πράξεις οὐδὲ τὰ τολμήματα τῆς πόλεως ἀσπάσασθαι μᾶλλον ἔστιν ἢ τὸ τῶν ἔργων ἦθος, ἀκριβέστερον τροπαίου σημαῖνον τοὺς εἰργασμένους. τὸν δʼ ὑπὲρ Μιλησίων ἔκπλουν καὶ τὰς ἐν Σάμῳ ναυμαχίας καὶ τὴν Εὐβοέων σωφρονισθεῖσαν ἀπόστασιν καὶ πολλὰ ἕτερα ἔξεστι δὴ καὶ παραλιπεῖν. τέλος δὲ κρατήσασα πάντας εἰρήνην ποιεῖται, ἧς ἄξιον μνησθῆναι. οὐ γὰρ τὸν αὐτὸν τρόπον ὅνπερ πρὸς τοὺς βαρβάρους καὶ πρὸς τοὺς Ἕλληνας ἐσπείσατο, ἀλλʼ ἐνήλλαξεν. ἐκείνων μὲν γὰρ ἀφεῖλε πᾶσαν τὴν κάτω χώραν καὶ τὴν ἐντὸς ὧν εἶπον θάλατταν, τοῖς δὲ Ἕλλησιν ὧν ἐπὶ τοῦ πολέμου κατέστη κυρία, ταῦτʼ ἀπέδωκε, Μέγαρα, Τροιζῆνα, Πηγὰς, πᾶν τὸ Ἀχαϊκόν. ᾧ καὶ δῆλον ὡς κρατοῦσα τὴν εἰρήνην συνέθετο· οὐ γὰρ ἦν ὅ τι ἀνταπέλαβεν, ἀλλὰ δυοῖν ἓν τὸ αὐτὸ σύμβολον ἐξήνεγκε, καὶ τοῦ περιεῖναι τῷ πολέμῳ καὶ τῆς ἐμφύτου χρηστότητος,
ἡγουμένη πρὸς μὲν τοὺς βαρβάρους δεῖν πολεμεῖν ἄχρι

παντὸς τοῦ δυνατοῦ, πρὸς δὲ τοὺς Ἕλληνας ἁπλῶς μέχρι τοῦ κρείττονος. οὕτω μὲν τὸν πρὸς τοὺς βαρβάρους ἀγῶνα, οὕτω δʼ αὖ τὸν πρὸς τοὺς Ἕλληνας διενεγκοῦσα, τοιαύτην μὲν τὴν πρὸς ἐκείνους, τοιαύτην δὲ καὶ τὴν πρὸς τούτους εἰρήνην ἐποιήσατο, ἀμφοτέρων ὁμοῦ καὶ χωρὶς κρείττων γενομένη. ἀλλὰ μὴν μόνη μὲν ἁπασῶν πόλεων ἰδίοις κινδύνοις κοινὴν ἅπαντι τῷ γένει τὴν ὠφέλειαν ἐπορίσατο, μόνη δʼ ἐκ τῶν κοινῶν εὐεργεσιῶν τὴν ἡγεμονίαν ἐκτήσατο καὶ μετέθηκε τὸν θεσμόν· οὐ γὰρ ἐξ ὧν κατεδουλώσατο τὰς πόλεις ἔσχε τὴν ἀρχὴν, ἀλλʼ ἐξ ὧν ἐποίησεν ἐλευθέρας· ὥστε συμβῆναι τοὺς αὐτοὺς χρόνους τοῖς μὲν Ἕλλησι τὸ τῆς ἐλευθερίας, τῇ δὲ πόλει τὸ τῆς ἀρχῆς κέρδος ἐνεγκεῖν· μόνοι γὰρ ἑκόντων ἦρξαν, καὶ μόνος οὗτος δήμων ὥσπερ εἷς ἄρχων αἱρετὸς ἐξ ἁπάντων ἐνίκησε, τοὺς μὲν βαρβάρους τοῖς ὅπλοις βιασάμενος, τοὺς δʼ ὁμοφύλους οὐ πείσας, ἀλλʼ ὑπʼ αὐτῶν ἄρχειν πεισθεὶς, σύμβολον δικαιοσύνης ἔχων τὴν ἀρχὴν, οὐκ ἀδικίας. εἰ δὲ δεῖ διελόντα εἰπεῖν, μόνη πόλεων τῶν μὲν βαρβάρων ἀκόντων, τῶν δʼ Ἑλλήνων δεηθέντων ἔσχε τὴν ἀρχήν.

οὕτω δὲ τούτων προκεχωρηκότων μέχρι μέν τινος ἦν ἡσυχία καὶ τῆς ὑπαρχούσης εὐδαιμονίας αἱ πόλεις ἀπέλαυον, τῆς δὲ κοινῆς τύχης ἀνθρώπων, ἣ πάντα κινεῖ, μετέσχον ἄρα καὶ οἱ Ἕλληνες καὶ ἡ πόλις· οἱ μὲν γὰρ οὐχ ὧν εὖ ἔπαθον χάριν ἔσχον διὰ τέλους, ἀλλʼ ἐφθόνησαν τῶν ἔργων ταῖς ὑπερβολαῖς, ἡ δʼ ὑπὲρ ὧν ἅπαντα ὑπέστη, τούτοις συνέρραξε, δυοῖν δείξασα ὡς ἄκουσα, τῷ τε κατʼ ἀρχὰς ἔτι κινουμένους κατασχεῖν καὶ δεῖσθαι

λόγῳ κρίνεσθαι περὶ τῶν διαφόρων καὶ τῷ πολεμεῖν ἀναγκασθεῖσα, ὅτε ἐνίκησε, μηδὲν πλέον ζητῆσαι, ἀλλʼ ἀφεῖναι τοὺς ἐρίσαντας αὐτῇ περὶ τῆς ἡγεμονίας καὶ μηδὲν ἀηδέστερον ἐξαγαγεῖν ἐκ τοῦ δεσμωτηρίου ἢ

κρατήσασαν τὸ ἐξ ἀρχῆς ἐμβαλεῖν. τουτοισὶ δὲ ἤδη τί τις ἂν χρήσαιτο; αἰσχύνομαι μὲν γὰρ καὶ τὰς ἐν Ναυπάκτῳ ναυμαχίας παραλείπων, ἃς οὔτε παρὰ μικρὸν ἐνίκων οὔτε ὀλίγῳ πλείονας, ἀλλʼ ὡς ἐφʼ ἕρμαιον πλεύσαντες, καὶ νίκας ἑτέρας ἐπὶ Θρᾴκης καὶ ὡς Κέρκυραν ἐξείλοντο καὶ τὰ κατʼ Ἀμπρακίαν ἔργα μέγιστα τῶν κατʼ ἐκεῖνον τὸν χρόνον Ἑλληνικῶν, καὶ ταῦτʼ ἀρετῇ πραχθέντα, οὐ χρείᾳ, καὶ τὰ κατʼ αὐτὴν δὴ τὴν Πύλον, ναυμαχίας τε ἀπὸ

γῆς καὶ μάχας πεζὰς ὕστερον ἐν τῇ νήσῳ γενομένας, καὶ πρὶν ταῦτʼ ἐξήκειν, ἑτέρους Λακεδαιμονίους ἐκ Κυθήρων ἀγομένους καὶ τρόπαια Κορινθίων καὶ πολλὰ ἕτερα ἐφάμιλλα καὶ εἰπεῖν καὶ θαυμάσαι. ὁ δὲ καιρὸς οὐ φέρει, ἀλλὰ μείζονος εὐτυχίας εἶναί μοι δοκεῖ κατασχεῖν αὐτόν. ἔτι δʼ, ὥσπερ εἴπομεν, οὐ συγγραφῆς ἔργον ψιλῆς προειλόμεθα ἀφηγεῖσθαι τὰ πεπραγμένα τῇ πόλει, καὶ γὰρ ἂν εἰς τὴν ἐπιοῦσαν πεντετηρίδα ἐκτείνοιτο ὁ λόγος, ἀλλὰ τῶν μὲν κατὰ τοὺς πολέμους πράξεων τὰς γνωριμωτάτας εἰπεῖν, τῶν δʼ ὑπαρχόντων ἀγαθῶν τῇ πόλει καθʼ ὅσον δυνατὸν μηδὲν παραλιπεῖν. ταῦτα δʼ ἐστὶν οὐκ ἂν διὰ πάντων ἕκαστα λέγωμεν, ἀλλʼ ἂν μηδὲν εἶδος εὐφημίας παραλείπωμεν. ὡς δὲ ἐδόκει τῷ δαίμονι μήπω ταῦτα ἀποχρῆν τῇ Ἑλλάδι, ἀλλʼ ἔτι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κλυσθῆναι τὰς πόλεις, καὶ τοὺς μὲν ἐκ τῆς ὑπερορίας ἐπελθεῖν πολεμίους, τοὺς δʼ εἰς τὴν ὑπερορίαν
ἐκπλεῦσαι κατὰ συμφορὰς, τίς Ἑλλήνων ἢ τίς βαρβάρων ἐστὶν ὅστις τὸ ἐξ ἴσου τοῖς ἀπὸ τῆσδε τῆς πόλεως ἑτέρους ἂν ἔχοι λέγειν; οἷς ἐπῄει μὲν πλεῖν ὑπὲρ τῆς Λεοντίνων ἐλευθερίας, ἐδόκει δὲ κινδυνεύειν ὑπὲρ τῆς Ἐγεσταίων, διενοοῦντο δὲ διαβαίνειν ἐπὶ Καρχηδονίους ἀνθʼ ὧν ἐκεῖνοι πρότερον ἐπὶ τοὺς Ἕλληνας τοὺς ἐν Σικελίᾳ, τριήρεις δὲ ἐπλήρουν καὶ ὁλκάδας, ὥσπερ ἀπὸ πάσης τῆς Ἑλλάδος ἐκπέμποντες. καὶ τὰς μὲν πεζομαχίας καὶ ἱππομαχίας ἧττον ἴσως ἄξιον ἐκπλαγῆναι διὰ τὴν ἀεὶ τοῦ

νικᾶν συνήθειαν καὶ τὸ δεδόσθαι τῇ πόλει καθάπερ γέρας τὴν τῶν κρειττόνων μοῖραν ἐν τοῖς πλείστοις· τὸ δὲ μηδʼ ὡς ἀντέπεσε τὰ πράγματα μηδὲν μᾶλλον ἀποστῆναι,

ἀλλʼ ἀπόντων μὲν ὁπλιτῶν, ἀπόντων δʼ ἱππέων, οἷς οὔτε πλῆθος οὔτʼ ἀρετὴν ἴσους εὑρεῖν ἦν· ἔτι δὲ νεῶν τοσούτων καὶ βελῶν καὶ σκευῶν καὶ τεχνῶν καὶ συμμάχων καὶ πάσης ὡς ἔπος εἰπεῖν τῆς κατασκευῆς μεθεστηκυίας, ὥσπερ ἄρτι τῆς πάσης Σικελίας οἰκιζομένης, κεκενωμένης μὲν τῆς ἀκροπόλεως ταλάντων ὀλίγου δεῖν μυρίων, Λακεδαιμονίων δὲ καὶ Βοιωτῶν καὶ τῶν ἄλλων οὐκέτʼ ἐκ Πελοποννήσου τὰς εἰσβολὰς ποιουμένων, ἀλλʼ ἐκ μέσης τῆς Ἀττικῆς, ἐκ Δεκελείας, μεθεστηκότων δὲ καὶ τῶν οἰκετῶν οὐκ ἔλαττον ἢ πλήρωμα ἔθνους εἶναι δοκεῖν, ἀδείας δʼ ὑπαρχούσης αὐτομολεῖν τοῖς βουλομένοις, τοσούτου δὲ ὄντος πολέμου περὶ τὴν πόλιν, τοσαύτην περιουσίαν καρτερίας ἅμα καὶ ῥώμης καὶ φιλοτιμίας ἐπιδείξασθαι ὥσθʼ ἕτερον στόλον πέμπειν ἀντίρροπον τῷ προτέρῳ καὶ στρατηγοὺς ἐφαμίλλους, καὶ Λακεδαιμονίους ἀξιοῦν ἐκεῖ πολιορκεῖν μετὰ τῆς συμμαχίας, ποίᾳ ταῦτʼ ἔνεστι ψυχῇ παραβαλεῖν ἀνθρωπίνῃ, καὶ τίνος οὐκ εὐτυχίας μᾶλλον θαυμάσαι; γενομένου δὲ τοῦ μεγάλου πάθους—οὐ γὰρ οὖν σιωπήσομαι, ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δεικνύναι τὴν πόλιν—οὕτω τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν ὥσπερ ἂν εἰ πᾶσαν εἰλήφει τὴν Σικελίαν. οὐ γὰρ ἐστερημένῃ δυνάμεως ἐῴκει, ἀλλʼ ἄρτι προσκεκτημένῃ. καὶ τὴν μὲν τῶν τρόπων εὐκολίαν καὶ σωφροσύνην καὶ
τάξιν διαίτης, ἣν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν συγχωρῆσαι προείλοντο, οὐδʼ ἂν εἷς ἀξίως εἴποι. περιστάντων δὲ αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων, καὶ τῶν μὲν ὑπαρχόντων πολεμίων τότε πρῶτον λαβόντων ἐλπίδας καὶ παροξυνθέντων ὑπὸ τῆς τύχης, ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας, μεταστάσης δὲ τῆς συμμαχίας ὀλίγου δεῖν ἁπάσης, καὶ νήσων καὶ ἠπείρου καὶ πάντων ὡς εἰπεῖν πολεμίων καταστάντων καὶ πανταχόθεν κεκυκλωμένων, ἔτι δʼ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ὥστε καὶ βασιλέα

κληθῆναι κατὰ τῆς πόλεως ὑπὸ τῶν ἀπʼ ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως πράξεσι, προσγενομένου δὲ κἀκείνου μάλα ἀσμένως, καὶ συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ καὶ χρυσῷ καὶ τίνα γῆς ἢ θαλάττης οὐ παρέχοντος ἀφορμὴν τῷ πολέμῳ; ἦν μὲν οὐδεὶς ὅστις οὐκ ἂν ἤλπισεν, ἔξωθεν οὑτωσὶ σκοπῶν, ἀναρπασθήσεσθαι νῦν ἤδη τὴν πόλιν, οὕτω κοινῷ πολέμῳ βαρβάρων τε καὶ Ἑλλήνων συνεχομένην· οἱ δʼ οὕτω μετέστησαν τὰ πράγματα ὥσπερ ἁπάντων τούτων ὑπὲρ αὐτῶν, ἀλλʼ οὐ κατʼ αὐτῶν γιγνομένων, ἢ στρατηγούντων σφίσι τῶν πολεμίων. τὸ δὲ

πάντων μέγιστον ὅτι καὶ τῆς πολιτείας κινηθείσης καί τινων ἀλλοτριωθέντων σφίσι τῶν οἴκοι, τόπον οὐδένα ἔχοντες οὗ χρὴ στῆναι πλὴν Σάμου, καθάπερ ἐν τῷ Μηδικῷ κινδύνῳ τῆς Σαλαμῖνος, ἀλλʼ ἕτερον δή τινα καὶ οὗτοι τρόπον εἰς ταυτὸν ἐλθόντες τοῖς τότε, καὶ τὴν πόλιν ἐκλιπόντες μέρει τῷ πλείστῳ, κατεστήσαντο μὲν τὰ οἴκοι, ἐκράτησαν δὲ τοὺς ἔξω, διέλαβον δὲ τροπαίοις τὸν Ἑλλήσποντον, ἄλλους ἄλλοσε καταδιώκοντες, ὥσπερ μελέτας μᾶλλον ἐν σφίσιν αὐτοῖς ἢ ναυμαχίας πρὸς τοὺς ἐντυγχάνοντας ἀεὶ ποιούμενοι· εἴρηταί τε καὶ ἐνεθυμήθην ὡς ἑτέρῳ προείρηται. τέλος δʼ ἐπὶ Κυζίκῳ συμπεσόντες
ὁμοῦ Λακεδαιμονίοις καὶ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τοῖς ἀπὸ τῆς Ἀσίας βαρβάροις καὶ Φαρναβάζῳ λαμβάνουσι τὰς ναῦς παρὰ τοσοῦτον οὐ πάσας παρʼ ὅσας διέφθειραν· καὶ Φαρναβάζου κακῶς τὸ συμβὰν ἰωμένου καὶ τὴν ἵππον ἐπεισάγοντος οἱ μὲν ἐκ ποδὸς ἱππομαχήσαντες, οἱ δʼ ἀπὸ τῶν νεῶν πάντα ὁμοῦ χειροῦνται, ναυτικὸν, ἱππικὸν, τοξότας τοὺς ἀπὸ Σικελίας, τοὺς ἐκ Πελοποννήσου, τὴν βασιλέως χορηγίαν, τὰς Λακεδαιμονίων ἐλπίδας, καὶ κενὸς ἤδη τοῖς ἐναντίοις ὁ πόλεμος ἦν καὶ πάντα φροῦδα ὥσπερ ἐκ ναυαγίας τινὸς ὡς ἀληθῶς. ὥσθʼ ἡ μὲν τοσοῦτον ὑπερβληθεῖσα ὑπὸ τῆς στάσεως πόλις οὐδʼ ὄνομα

εἰρήνης ἐπʼ ἐκείνων τῶν χρόνων ἐνενόησεν, οἱ δʼ ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημάτων ὁρμώμενοι πληγέντες κατέφυγον εὐθὺς ἐπὶ τὴν εἰρήνην. ἀεὶ μὲν οὖν ἔγωγʼ ἐμεμψάμην τοῖς ἐπιτιμῶσι τῇ τῶν Λακεδαιμονίων πόλει καὶ τοῦθʼ ὑπὲρ τῆς ὑμετέρας ἀξιοῦσι ποιεῖν· ἐκείνοις μὲν γὰρ ἀπεχθάνονται, ὑμᾶς δʼ οὐ κοσμοῦσιν, ὡς οἴονται. ἀλλʼ,

εἴ γέ τι δεῖ καὶ παράδοξον εἰπεῖν, τοὐναντίον μοι δοκοῦσι δρᾶν ἢ βούλονται· μᾶλλον γὰρ ἐκείνους αἴρουσιν ἢ τὴν πόλιν ἐγκωμιάζουσι καὶ πλείω χάριν ἂν παρʼ ἐκείνων αὐτοῖς οἶμαι τῆς βλασφημίας ἢ τῶν εὐφημιῶν εἶναι παρʼ ὑμῶν. οἱ μὲν γὰρ οὐχ ὅτι δεύτεροι τῆς πόλεως ἀκούουσι, τοῦτο ζημιοῦνται, ἀλλʼ ὅτι πρὸς τὴν πόλιν κρίνονται, τοῦτο κερδαίνουσιν· ὑμᾶς δʼ οὐχ ὅτι κρείττους ἀποφαίνουσι σεμνύνουσιν, ἀλλʼ αὐτῷ τῷ παρεξετάζειν ἐοίκασιν οὐ γιγνώσκειν· ὥστʼ οὐδὲν ἀπεικὸς ὑμᾶς ἀηδέστερον ἢ Λακεδαιμονίους ἔχειν, ὁπόταν ταῦτα ἀγωνίζωνται.

οὐ μὴν ἀλλʼ ἐπειδήπερ ἐν τούτῳ τῷ μέρει τοῦ λόγου γεγένημαι, ἐν ᾧ τὰ πρὸς ἄλληλά ἐστι ταῖς πόλεσιν, ἀνάγκη καὶ τοῦτʼ ἴσως ὑπομεῖναι, ἵνα μὴ μόνον ἐν τοῖς ἀγῶσιν ὅσῳ κρείττων ἡ πόλις ἀποφαίνωμεν, ἀλλὰ καὶ τοῖς ὅλοις. φανήσονται γὰρ Λακεδαιμόνιοι μὲν τριακοσίων ἀνδρῶν στερηθέντες οὐκ ἐνεγκόντες, ἀλλʼ εὐθὺς ἐγκλίναντες· ὃ μείζω φιλοτιμίαν ἔχει τῇ πόλει τοῦ νικῆσαι τῇ μάχῃ· ἐν ἐκείνῃ μὲν γὰρ τῶν ἀντιστάντων κρείττων ἐγένετο, ἐν οἷς δʼ ἀπηγόρευσαν οἱ λοιποὶ σχεδὸν πάντων,

ὥσπερ ἐν ἄθλοις, ὅταν πᾶς τις εἴκῃ· αὕτη δὲ τοσαύτῃ χρησαμένη συμφορᾷ μετὰ ταῦτʼ ἐν Σικελίᾳ οὐ μόνον οὐ καταπτήξασα οὐδʼ ἐπὶ τὴν εἰρήνην ἀσμένως καταφυγοῦσα, ἀλλʼ οὕτω διαθεῖσα τοὺς πολεμίους ὥστʼ ἀσμένους ἂν ἐκείνους ἰδεῖν, εἴ τις εἰρήνην ἄγειν δυνηθείη πεῖσαι τὴν πόλιν. καὶ μὴν οἱ μὲν ὡς ἤκουσαν τὴν Κόνωνος ἐν Μυτιλήνῃ πολιορκίαν, οὐκ ἐξεπλάγησαν, ἀλλὰ πλεύσαντες ἐπʼ Ἀργινούσαις ὅσαις οὐδʼ ἂν εἷς εἰκάσειε ναυσὶν, ἐλάττοσι

δʼ ὅμως τῶν ἀντιπάλων, ἀντετάξαντο παντὶ τῷ ναυτικῷ τῶν πολεμίων, ὥσπερ ἄλλου μέν τινος ἀεὶ παρέχοντος σφίσι τὰς τριήρεις, ἐν δὲ τῷ Καρὶ καὶ οὐκ ἐν τοῖς αὑτῶν σώμασι τὰς πείρας ποιούμενοι· καὶ οὔτε πλήθους τῶν ἀντιτεταγμένων ἐφρόντισαν οὔτε τῆς Καλλικρατίδου δόξης, οὔτε νήσων ἐχομένων οὔτε ἠλλοτριωμένης ὡς εἰπεῖν ἤδη τῆς τύχης· οὐ χειμῶνος ἡττήθησαν, οὐχ ὅσον τοῦ πολέμου τὸ λοιπὸν ἐνεθυμήθησαν, ἀλλʼ ὥσπερ ἐξαρκοῦν εἰς τὴν θάλατταν ἰδεῖν, τρέπονται μὲν Λακεδαιμονίους, κρατοῦσι δὲ σύμπαντας Πελοποννησίους, τριήρεις δὲ τὰς μὲν αἱροῦσι, τὰς δὲ καταδύουσιν ὁμοῦ τῷ σκηπτῷ καὶ τοῖς πολεμίοις μαχόμενοι τοσοῦτον ἐποίησαν τῆς πολιορκίας τὸ διάφορον· τὸ δὲ πάντων μέγιστον, ὅτι ἄνδρα

ῥύονται ὃς μόνος ἤρκεσε τὴν Λακεδαιμονίων ὕστερον δυναστείαν καταλῦσαι. οἱ δʼ ὥσπερ ἅπαντες καταναυμαχηθέντες εἰρήνης αὖθις ἐδέοντο, οὕτως οὐ μόνον τοὺς ἐν τοῖς ἀγῶσι παρόντας εἴθιστο τότε νικᾶν ἡ πόλις, ἀλλὰ καὶ τοὺς ἄλλους ἐξέπληττε καὶ διὰ πάντων ἐνίκα. ἀλλὰ μὴν φανήσεται νίκας τε μεγίστας τῶν πώποτε ἀνῃρημένη καὶ συμφορὰς οὕτως ἐνεγκοῦσα ὡς μᾶλλον ἄν τινα τῆς πόλεως ἄγασθαι τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν ἢ τὰ ἔργα τῶν κεκρατηκότων, ὥστʼ ἔμοιγʼ ἐπέρχεται καὶ τοῦτʼ εἰπεῖν, ὅτι νικῶσα ταῖς εὐπραξίαις οὐχ ἧττον ἐν οἷς ἠτύχησε διενήνοχεν, εἴπερ μηδεὶς ὁμοίως ἐνήνοχε τὰς συμφοράς. τοῦ μὲν οὖν οἷς κατώρθωσε νικᾶν ἄνευ τῶν πρὸς αὐτοὺς πεπραγμένων τοὺς ἀντιπολιτευσαμένους ἄλυτα ὑπάρχει διττὰ σημεῖα· ἅ τε γὰρ καθʼ αὑτὴν ἔπραξε τῶν ἰδίᾳ τισὶ πραχθέντων ὑπεραίρει οὐχ ὅσον ἀγνοῆσαι, ἅ τʼ ἐν ταὐτῷ γενομένων ὁμοῦ πάντες ἐλάττους ἀντιθεῖναι. καὶ μὴν ἔν γε τοῖς δυσκόλοις κρείττων γέγονε τῶν νενικηκότων· οἱ μὲν γὰρ εἴκοντες, ἡ δʼ ἀντέχουσα δέδεικται τῇ τύχῃ. οὐκοῦν ἀμφοτέρας τὰς νίκας οὐ παρὰ μικρὸν φέρεται καὶ νικᾷ

τὰς πόλεις ὁμοίως οἷς τε κατώρθωσε καὶ ἐν οἷς ἀπέτυχε.

καὶ μὴν αὐτὴ μὲν ἐθνῶν ἅμα καὶ πόλεων κεκράτηκεν, αὐτῆς δʼ οὐδεὶς ὅστις οὐ μετὰ πολλῶν συμμάχων.

ἔτι δʼ αὐτὴ μὲν πρὸς ἅπαντας ὁμοῦ πολεμεῖν ἠνάγκαστο τοὺς ἐπιόντας, ἢ κινοῦντας, τῶν δʼ ἐναντίων οἱ πλεῖστοι πρὸς μέρος αὐτῆς ἀντήρκασιν, ἀθρόας δὲ τῆς δυνάμεως ἢ τίς ἢ οὐδεὶς ἐπειράθη. ὥσθʼ ἡ τῶν Ἀθηναίων πόλις νενίκηκε μὲν πολλὰ δὴ πολλάκις, αὐτὴ δʼ ἴσα καὶ ἀήττητος ἐστί. τὸ δὲ πάντων μέγιστον ὅτι αὐτῆς μὲν οὐδεὶς ἐκράτησεν—οὐδεὶς γὰρ αὐτῆς τὴν γνώμην παρεστήσατο, ἀλλὰ στρατιᾶς γέγονε πάντα τὰ τοιαῦτα ἀτυχήματα— αὐτὴ δὲ τὰς γνώμας τῶν ἐναντίων ἅμα τοῖς ἔργοις δεδούλωται, Ξέρξῃ μὲν φεύγειν ἀπὸ τῶν πραγμάτων ποιήσασα ἐν εὐχῆς μέρει, Λακεδαιμονίους δὲ ἀνακλίνασα οὐχ ἧττον τοὺς ἀκούοντας ἢ τοὺς ἐν ταῖς μάχαις παρόντας καὶ πταίσαντας αὐτῶν. γνοίη δʼ ἄν τις ὡς οὐκ ἴσον οὐδʼ ὅμοιον τὸ τῶν πόλεων τούτων οὔτε τῷ μεγέθει τῶν ἔργων οὔτε τοῖς τολμήμασιν οὔθʼ ὅλως οὐδενὶ τῶν ὑπαρχόντων. Λακεδαιμόνιοι μὲν γὰρ ἐν Λεύκτροις ἀτυχήσαντες οὐκ
ἀνήνεγκαν, ἀλλʼ ὥσπερ ἀνδρὸς τελευτὴ κἀκείνοις συνέβη. εἰρήνην μὲν γὰρ ἀπηξίωσαν ποιήσασθαι πρὸς Θηβαίους, μόνῃ τῇ τῶν Ἀθηναίων πόλει νομίζοντες εἴκειν εὐπρεπῆ συμφορὰν εἶναι, ἀναμιχθέντες δὲ τοῖς ἄλλοις Πελοποννησίοις οὐ μᾶλλον σώζειν ἑτέρους εἶχον ἢ τῶν ἄλλων ἐδέοντο σώζειν σφᾶς· καίτοι τὸ μέγιστόν γε αὐτοῖς ἡ πόλις ἤρκεσε, τὸ μὴ ὥσπερ καταιγίδος ἢ στροβίλου τινὸς ἐμβολῇ καθάπαξ ἀναρπασθῆναι. ἡ δὲ πόλις κλαπεῖσα τῇ ναυμαχίᾳ τῇ καθʼ Ἑλλήσποντον, καὶ στερηθεῖσα τῶν νεῶν καὶ τῶν τειχῶν, καὶ μετὰ τοῦτο ἐν αὑτῇ στάσει χρησαμένη, καὶ Λακεδαιμονίων οὐδὲν μέτριον ποιούντων, ἐκείνους μὲν διʼ ἑνὸς ἀνδρὸς ἀφείλετο τῆς θαλάττης τὴν ἀρχὴν, αὐτὴ
δʼ ἐπέστη τοῖς Ἑλληνικοῖς ὥσπερ ἄρτι παριοῦσα ἀπὸ τῶν Μηδικῶν. οὐ τοίνυν μόνον τὰ τῶν πολέμων ἐλαττώματα κάλλιον ἤνεγκεν ἢ τὰς εὐπραξίας ἕτεροι, ἀλλὰ καὶ τὰς

οἴκοι δυσκολίας οὕτω διέθετο ὥσθʼ ὅρον εἶναι σωφροσύνης πᾶσιν ἀνθρώποις καὶ μηδένα μηδʼ ὕστερον ἐξευρεῖν ἔχειν βέλτιον τῶν ὑπʼ ἐκείνων γενομένων μηδέν. ἔδειξε δὲ τῇ τʼ ἐπὶ τῶν τετρακοσίων μεταστάσει τῆς πολιτείας, ἣν ἀψοφητὶ κατέλυσε, καὶ τῷ πρὸς τοὺς τριάκοντα πολέμῳ, μηδέν τι πρὸς πλείους μετʼ ἐκείνους γενομένῳ. ἀλλὰ μὴν ἅμα σωφροσύνης τε καὶ τόλμης οὐδένες ἀνθρώπων σαφέστερα δείγματʼ ἐξήνεγκαν, οἵ γε ὀλίγῳ μὲν πλείους ὄντες ἢ πεντήκοντα οἱ πρῶτοι ταῦτα βουλεύσαντες ὁμοῦ πρός τε τὴν Λακεδαιμονίων ἀρχὴν γῆς καὶ θαλάττης οὖσαν καὶ πρὸς τοὺς ἐν αὐτῇ τῇ πόλει κινδυνεύειν ὑπέστησαν, οἰόμενοι δεῖν ἢ ζῆν ἐν ἐλευθερίᾳ, ἢ μὴ προσορᾶν τὸν ἥλιον, κακίας μάρτυρα ἑαυτοῖς γενόμενον. ἐπεὶ δʼ ἠγωνίσαντο μὲν πρὸς τοὺς ἀπὸ τοῦ ἄστεος, ἀντετάξαντο δὲ Λακεδαιμονίοις, ἔσχον δὲ τὸν Πειραιᾶ, παράδειγμα δʼ ἀνθρώποις τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων ἐγένοντο, ὁ δῆμος ἤδη

συνειλεγμένοι ἅμα τʼ εἰς χεῖρας παρῆσαν καὶ σχεδὸν εἰς λόγους, ὥσπερ ὑπὲρ ἀλλήλων, οὐχ ὑπὲρ αὑτῶν πολεμήσοντες ἑκάτεροι· ὥστε μὴ εἶναι διελέσθαι πότερον τῶν ἐναντίων ἦν καταρᾶσθαι τὴν στάσιν, ἢ τῶν εὔνων συνεύξασθαι τῇ πόλει, τοῦτόν γε λυθεῖσαν τὸν τρόπον. ἐνόσησε μὲν γὰρ τῇ τῶν πάντων ἀνθρώπων φύσει, ἰάθη δὲ τῇ ἑαυτῆς· ὥστε καὶ τοῦτο ζῆλον αὐτῇ μᾶλλον ἐνήνοχεν ἢ συμφοράν. βούλομαι δὲ τοσοῦτον ἔτι ὑπὲρ τῶν ἀνδρῶν ἐκείνων εἰπεῖν, ὅτι τῇ μὲν τόλμῃ παρῆλθον οὐ μόνον Λακεδαιμονίους, ἀλλὰ καὶ τοὺς Μαραθῶνι σχεδὸν τῶν προγόνων. οἱ μὲν γὰρ, εἰ καὶ πολὺ τῶν ἐναντίων ἥττους, ἀλλʼ οὖν ἐν πλήθει συντάγματος ὄντες ἐθάρρησαν, οἱ δʼ ὀλίγῳ πλείους ὄντες οἱ σύμπαντες ἢ πρὸς ὅσους τοὺς τυράννους ἠγωνίζοντο Φυλὴν κατέλαβον. καὶ οἱ μὲν εὐθενούσης τῆς πόλεως ξένους καὶ βαρβάρους, οἱ δʼ ἑτέρως πεπραγυίας Λακεδαιμονίους τῶν Ἑλλήνων ἄρχοντας καὶ τοὺς ἐκ τοῦ ἄστεος αὑτῶν ἐκράτησαν. κρατήσαντες δὲ

εὐψυχίᾳ τοὺς ἐχθροὺς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. χρησάμενοι δʼ ἀμφοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτήσαντο τὴν πόλιν ὥστʼ εἴ τις βούλοιτο μὴ πάντα διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν συμβᾶσαν ἐπὶ τοῦ

πολέμου συμφοράν· οὕτως ἀκολούθους ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. καίτοι ἧς, ὅτε πάντων ἀπεστέρητο, τοσοῦτον ἡττῶντο Λακεδαιμόνιοι, πόσῃ τινὶ τῇ περιουσίᾳ χρὴ νομίζειν ταύτην ὑπεραίρειν;

ὃ δʼ οὐδενὸς ἧττον τῶν ὑπʼ ἐκείνων πραχθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι, Λακεδαιμονίων γὰρ ἃ τοῖς τριάκοντα ἐδάνεισαν ἐπὶ τὸν δῆμον ἀπαιτούντων, ἐπειδὴ συνέβησαν, συνεξέτισεν ὁ δῆμος, ἵνʼ ἔργῳ τὰς συνθήκας βεβαιώσηται. καὶ μὴν Λακεδαιμόνιοι μὲν ὅπως ὡμίλουν ἀλλήλοις οὐκ ἂν ἔχοιμεν εἰπεῖν· ἔκρυπτον γάρ· ἡ δὲ πόλις πρὸς τῷ τὰ σφέτερα αὐτῆς οὕτω θέσθαι μετὰ πολλῶν μαρτύρων καὶ τοῖς ἄλλοις παράδειγμα κατέστη. τὸ γοῦν Ἀργείων πλῆθος νοσοῦν ὕστερον ἰάσατο καὶ ἔργῳ καὶ λόγῳ· πέμψασα γὰρ ὡς αὐτοὺς καὶ ὑπομνήσασα τῶν ἑαυτῆς διήλλαξε. φαίνονται τοίνυν ὁμοίως τά τε οἰκεῖα καὶ τὰ κοινὰ τῶν Ἑλλήνων πολιτευσάμενοι μόνοι τῶν ἄλλων· τούς τε γὰρ Ἕλληνας οὐ μόνον ἐκ τῶν πολεμίων ᾤοντο δεῖν ῥύεσθαι, ἀλλὰ καὶ νοσοῦντας ἐν αὑτοῖς ἀπαλλάττειν, αὐτοί τε καὶ πρὸς τοὺς ἔξω πολέμους καὶ πρὸς τὰς οἴκοι δυσκολίας παρεσκευασμένοι κρεῖττον ἐλπίδος ἑωρῶντο. οὐ δὴ τὸ τοὺς ἄλλοθεν ἥκοντας καὶ πολλῷ νεωτέρους πρὸς αὐτόχθονας καὶ πρεσβυτέρους, οὐδὲ τὸ τῆς πόλεως ἑτέροις καταδειξάσης, οὐδὲ τὸ μηδενὸς ἄλλου πλὴν

τῶν εἰς τὸν πόλεμον προνοουμένους, τῆς πόλεως πλέον τοῖς ἄλλοις ἢ ταύτῃ νικώσης, οὐ ταῦτα μόνον δείκνυσι τὸ οὐκ ἴσον, ἀλλὰ καὶ τὸ ἐν αὐτοῖς τοῖς τοῦ πολέμου πράγμασι καὶ καιροῖς τοσοῦτον φαίνεσθαι κρατοῦσαν τὴν

πόλιν, εὖ τε καὶ ὡς ἑτέρως χωροῦσιν, ὡς τά τʼ εἰρημένα δηλοῖ καὶ διʼ ὧν προσθήσομεν ἔξεστι θεωρεῖν. πάσχω δʼ ἔγωγε πρὸς τὰς τῆς πόλεως πράξεις ὅπερ οἱ πρὸς τοὺς ἐν ὥρᾳ· ἀεὶ γάρ μοι τὸ προφαινόμενον τῶν ἔργων κάλλιστον φαίνεται καὶ τίθεμαι τούτῳ κατὰ τὸν λόγον. ταῦτα μὲν οὖν θεῶν τις ἂν κρίνειε καλῶς, ἐγὼ δʼ, ὥσπερ ὑπεσχόμην, δίειμι τῶν λοιπῶν τὰ γνωριμώτατα, ἐξ ὧν ἅμα τήν τε γνώμην καὶ τὴν δύναμιν τῆς πόλεως ἔξεστι λογίζεσθαι. ἕνα μὲν τοίνυν καὶ πρῶτον ἄτοπον πόλεμον καὶ θαυμαστὸν ἤρατο ὑπὲρ Θηβαίων. ἐπειδὴ γὰρ ὡς ἀπειρηκότων ὑμῶν Λακεδαιμόνιοι παιδιὰν τὰ λοιπὰ κρίναντες ἤρχοντο τῆς δυναστείας ἀπὸ τῶν ἑαυτῶν συμμάχων καὶ φρουρὰν ἐπὶ Θηβαίους ἔφαινον, ἀμφότερα ἐξέπληξε τοὺς Ἕλληνας· οὔτε γὰρ ἡ πόλις ἐχθροῖς πικροτέροις οὔτʼ αὖ Λακεδαιμόνιοι συμμάχοις προθυμοτέροις ἅμα καὶ δυνατωτέροις ἐπʼ αὐτὴν ἐκείνην ἐκέχρηντο, οὐ μόνον ἀρχομένου τοῦ πολέμου καὶ μεσοῦντος, ἀλλὰ καὶ τὰ τελευταῖα πεπαυμένου. ἀλλʼ ὅμως ὁ δῆμος οὐκ ἐφήσθη

τοῖς γιγνομένοις, οὐδʼ αὖ τὴν ἀκαιρίαν κατεμέμψατο τῷ μήτε ναῦς μήτε τεῖχος ἔχειν πω τότε, ἄλλʼ ὥσπερ οὗ Λακεδαιμόνιοι κινοῦνται, ἐνταῦθα σφᾶς δέον εἶναι τοὺς ἀπαντῶντας, παραβάλλοντες μέσην τοῖς τοῦ πολέμου κινδύνοις τὴν πόλιν, παρʼ αὐτὰ τὰ τῶν συμφορῶν ὑπομνήματα, ἐξελθόντες εἰς Ἁλίαρτον ἐναντία Λυσάνδρῳ καὶ Παυσανίᾳ τὴν Βοιωτίαν ἐξείλοντο. καὶ τότε δὴ Λύσανδρος ἀκριβῶς ᾔσθετο ὅτι οὐχ, ὡς ᾤετο, ἐνενικήκει τὴν τῶν Ἀθηναίων πόλιν, ἀλλʼ ὥσπερ ὠνειροπόλησε τοῖς παισὶ παραπλησίως· ἡ μὲν γὰρ εὐθὺς ἀνειλήφει τὰς συμφορὰς, ὁ δʼ οὐ τὰ τῶν Ἑλλήνων διῴκει, ἀλλʼ ὁμοῦ τοῖς ἄλλοις ἔκειτο. οὐ πολλῷ δʼ ὕστερον καὶ Κορινθίους Ἑλληνικὴ καὶ τῇ πόλει πρέπουσα μετῆλθε δίκη, καὶ καταφεύγουσι καὶ οὗτοι πρὸς τὴν πόλιν· ἣν ὁτιοῦν δρῶσαν κακὸν αὐτοὺς οὐκ ἄν ποτε τὴν ἱκανὴν δίκην ἔχειν νομίσαι πᾶς τις ἂν εἴκασεν ἐκ τῶν ὑπαρχόντων, οἱ δʼ ἅπερ περὶ Θηβαίων, ταῦτα καὶ περὶ τούτων γνόντες βοηθοῦσιν εἰς Κόρινθον, ὡς ἄν τις ὑπὲρ τῆς οἰκείας· καὶ γενομένου τοῦ πολέμου

πολλοῦ καὶ συνεχοῦς ἐν Κορίνθῳ, μάχας τε πολλὰς προκινδυνεύσαντες, καὶ τειχίσαντες αὐτοὺς καὶ τὴν πόλιν διὰ πάντων φυλάξαντες, κάλλιστον ἐκεῖνο ἐπέθηκαν· ἔχοντες γὰρ τὸν Ἀκροκόρινθον καὶ παρὸν αὐτοῖς κατασχεῖν τὴν πόλιν, ἡνίκʼ ἐβούλοντο, οὐκ ἐδέξαντο οὐδʼ ἐβουλεύσαντο, ἔργῳ δείξαντες ὅτι τὸ τῶν προστατῶν πολεμοῦσιν, οὐχ αὑτοῖς ἰδίᾳ τι πράττοντες. καὶ τέλος εἰς τοῦτʼ ἀπορίας

κατέστησαν Λακεδαιμονίους ὥστʼ ἐπὶ τὸν Περσῶν βασιλέα πάλιν καταφεύγουσι καὶ διʼ ἐκείνου ποιοῦνται τὴν θρυλουμένην εἰρήνην, τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας προέμενοι, περὶ ὧν οὐδὲν ἔγωγε κατηγορῶ· ἀλλʼ εἴ τις ἔροιτο αὐτοὺς πότερον ἑκόντες ταῦτα συνεχώρησαν, ἢ βιασθέντες, εἰ μὲν ἑκόντες φήσουσιν, ἀνάγκη προδεδωκέναι φάσκειν, ὃ τίς ἂν πιστεύσειεν; εἰ δʼ ἄκοντες καὶ διʼ ἀνάγκην, ὁμολογοῦσιν ἡττῆσθαι δή που πρὸς τὴν πόλιν τοῖς ὅλοις· οὐ γὰρ ἂν, εἴ γʼ εἶχον ὅ τι χρήσονται τοῖς πράγμασιν, εἶτʼ ἐξεπίτηδες τοιαύτην αἰσχύνην ὑπέστησαν. ὥστε τῷ μόνῳ λειπομένῳ τῶν λόγων αὐτοὶ μαρτυροῦσι προέχειν τῷ πολέμῳ τότε τὴν πόλιν, καὶ ταῦτʼ οὐχὶ μικρόν. ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν ἐνταῦθα ἐπανελθεῖν βούλομαι βραχύ τι. δυοῖν γὰρ ὄντοιν ἐξ ὧν κρίνονται πόλεις, πολέμου καὶ εἰρήνης, καὶ τούτων ἀμφοτέρων τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους γενομένων, ἐπὶ μὲν τοῦ πολέμου τοσοῦτον διήνεγκεν ἡ πόλις ὥσθʼ ἃ μόνη κατειργάσατο, μέγιστα τῶν ἔργων ἐστίν· ἢ τοῖς ὕστερον εἴ τις τιθοῖτο, τοσοῦτον τῶν μετασχόντων ὑπερῆρεν, ὅσονπερ ἂν εἰ καθʼ αὑτὴν ἠγωνίζετο. χωρὶς δὲ τούτων τοῖς τρισὶ καιροῖς μαρτυρεῖται· τὰ μὲν γὰρ πρῶτα τοῦ πολέμου μόνη κατέπραξεν, ἐν δὲ τοῖς δευτέροις καὶ πρὸς τὸν βασιλέα προκινδυνεύσασα τὰ ἀριστεῖα ἠνέγκατο· τὰ δʼ αὖ τελευταῖα αὐτῆς ἐστιν ἴδια, αἱ περὶ Κύπρον καὶ Παμφυλίαν ναυμαχίαι καὶ πεζομαχίαι καὶ ὁ πολὺς δρόμος·
ὥστε καὶ μόνη τοὺς βαρβάρους καὶ πρώτη νενίκηκε, καὶ

σὺν ἄλλοις γενομένη οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα· καὶ παρέμεινε μόνη. ἀλλὰ μὴν τῆς γε εἰρήνης ὅσον τὸ διάφορον· ἡ μέν γε τῆς πόλεως ἐπιτάττει τῷ βασιλεῖ κἀκεῖνόν φησι δεῖν τὸ κελευόμενον ποιεῖν· οὐ γὰρ ἐᾷ πλεῖν εἴσω Χελιδονέων καὶ Κυανέων, εἰ δʼ ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς, οὐδὲν μᾶλλον ἐλᾷς ἄχρι θαλάττης, ἀλλʼ αὐτῆς, φησὶ, τῆς ἵππου δρόμον ἡμέρας τῆς θαλάττης ἀποσχήσεις, καὶ ἀκούσει περὶ τῶν Ἑλλήνων ὁμοίως τῶν τε ἐν τῇ Ἑλλάδι καὶ τῶν ἐν τῇ σεαυτοῦ. ταῦτα μὲν ἡ τῆς πόλεως εἰρήνη λέγει, ἡ δʼ ἑτέρα τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἀκούειν τοῦ βασιλέως κἀκεῖνον ποιεῖν ὅ τι ἂν βούληται περὶ αὐτῶν καὶ τοῖς

ἄλλοις τὰ δίκαια ὁρίζειν προστέθεικεν. ἆρʼ ἴσον τὸ κεφάλαιον, ἢ μικρὸν τὸ διάφορον, ἀλλʼ οὐ πᾶν τοὐναντίον;

πάλιν δὴ τὰ πρὸς τοὺς Ἕλληνας καὶ τὰς τῶν ἐν αὐτοῖς πολέμων καταλύσεις. ἡ μὲν τοίνυν πόλις οὓς εἷλε Λακεδαιμονίων οὐδὲν κακὸν ποιήσασα ἀπέπεμψε μετʼ εἰρήνης, ὥσπερ ἀρκοῦν ἀρετῇ νενικηκέναι· οἱ δʼ ἐν Ἑλλησπόντῳ Λακεδαιμονίων, οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν, οὓς ἔλαβον τῇ ναυμαχίᾳ κλαπέντας Ἀθηναίων ἀπέσφαξαν παραχρῆμα, καὶ πλέον οὐδὲν προστίθημι, καὶ ταῦτα ὑπάρχοντος αὐτοῖς τοῦ παραδείγματος οἴκοθεν, οἵα περὶ τοὺς δυστυχήσαντας ἡ πόλις ἐστίν· ἀλλʼ ὅμως οὐδʼ οὕτως ἐμιμήσαντο, τοσοῦτον ἀπέσχον τοῦ πρῶτοί γʼ ἂν αὐτοὶ δυνηθῆναι καταδεῖξαι. ἔτι δʼ οἱ μὲν οὐδὲν ἀποχρῶν ἡγήσαντο, ἀλλʼ ἄχρι τῆς τῶν τειχῶν ἦλθον καθαιρέσεως, ἡ πόλις δʼ ἅπαντας Πελοποννησίους κατὰ τοὺς ἄνω χρόνους νενικηκυῖα, ὡς ἐκομίσατο τὴν Εὔβοιαν, οὐ προῆλθε περαιτέρω, ἀλλὰ καὶ ἃ τῷ πολέμῳ προειλήφει, καὶ ταῦτʼ ἀπέδωκεν ἑκοῦσα, Μέγαρα, Νίσαιαν, Τροιζῆνα, Ἀχαΐαν, Πηγάς. δοκεῖ δʼ ἔμοιγε καὶ τὸ τῶν αἰχμαλώτων καὶ πᾶν ὅλως τὸ τοιοῦτον διπλῆς ἀρετῆς εἶναι τῇ πόλει σημεῖον, οὐχ, ὡς ἄν τις φήσαι, μόνον οὑτωσὶ φιλανθρωπίας. ὅσοις

μὲν γὰρ οἶμαι παρʼ ἐλπίδας ἢ δύναμιν τὰ τοιαῦτα

κατορθοῦται, τῆς παρούσης ἔχονται τύχης, ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσδοκήτως οὐ μεθιᾶσιν, οὐδʼ ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντʼ ἂν, ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν. ἡ δʼ οἶμαι συνειδυῖα ἑαυτῇ κρείττων οὖσα τοῖς ὅλοις οὐδεπώποτʼ ἐμικρολογήσατο, ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα· διὸ πάντα ῥᾷον τοῖς πολεμίοις ἀπέδωκεν ἢ ʼκεῖνοι τὰ σφέτερʼ αὐτῶν ἀπῄτησαν. καὶ μὴν ὅστις μὲν εἷς Λακεδαιμονίων τῆς πόλεως ἐκράτησεν οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι, ὅπου γε μηδʼ ἀπὸ κοινοῦ μόνοι· Ἀθηναίων δʼ ἀνὴρ εἷς τῆς θαλάττης Λακεδαιμονίους ἀφείλετο τὴν ἀρχὴν, μόνος ἀνθρώπων ἅμα τῷ βασιλεῖ στρατηγήσας καὶ τῇ πόλει, μᾶλλον δὲ τοῖς Ἕλλησιν. οὐδʼ ὁτιοῦν γὰρ τὸν πιστεύσαντα ἀδικήσας ἐτείχισε τὴν πόλιν καὶ τοὺς Ἕλληνας ἠλευθέρωσε, Λακεδαιμονίους κατὰ νῆσον καὶ πόλιν νικῶν. αὐτὴν τοίνυν τὴν τῆς θαλάττης ἀρχὴν ἡ μὲν πόλις ἐξ ὧν τοὺς βαρβάρους τοὺς φύσει πολεμίους ἐνίκησεν ἐκτήσατο, οἱ δʼ ἐξ ὧν ἡ πόλις ἠτύχησε. κτησάμενοι τοίνυν τὴν ἀρχὴν οἱ μὲν οὕτως ἕκαστα διεῖλον ὥστε τὸν διοικήσαντα παρʼ

αὐτοῖς τοῖς Ἕλλησι δίκαιον κληθῆναι μόνον Ἑλλήνων ἀπὸ τούτου καὶ μηδὲν δεῖν περιττότερον σύμβολον εἰπεῖν τῆς ἐπωνυμίας, ἣν διʼ ἐκείνου τότε ἡ πόλις ἐκτήσατο, οἱ δʼ οὕτω τοὺς παραδόντας αὑτοὺς διέθηκαν ὥστε κάλλιστʼ ἀνθρώπων ἀπελογήσαντο ὑπὲρ τῶν κατὰ καιρούς τινας αἰτιῶν γενομένων παρʼ ἐνίων τῇ πόλει· αἴτιον δʼ οὐκ ὠμότης οὐδʼ ἅ τις ἂν φαίη τῶν ῥᾳδίως εἰωθότων ἐπιτιμᾶν, ἀλλὰ τὸ μὴ ἐξικνεῖσθαι τὰς φύσεις ἄχρι τοῦ ἴσου. καὶ μὴν οἱ μὲν πλέον ἢ ἑβδομήκοντα ἔτη κατέσχον, οἱ δʼ οὐδʼ εἰς τρεῖς Ὀλυμπιάδας διεφύλαξαν τὴν ἀρχήν· οὔκουν ὡς ἀληθῶς ἄλλως γʼ ἂν εἴη, εἰ μὴ τὸ πρῶτον Ὀλυμπίων προσαγόντων παρέλαβον.