Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν,
  2. τῶν ἁβροβίων ἄναξ Ἰώνων,
  3. τί νέον ἔκλαγε χαλκοκώδων
  4. σάλπιγξ πολεμηΐαν ἀοιδάν;
  5. ἦ τις ἁμετέρας χθονὸς
  6. δυσμενὴς ὅριʼ ἀμφιβάλλει
  7. στρατα·γέτας ἀνήρ;
  8. ἢ λῃσταὶ κακομάχανοι
  9. ποιμένων ἀέκατι μήλων
  10. σεύοντʼ ἀγέλας βίᾳ;
  11. ἢ τί τοι κραδίαν ἀμύσσει;
  12. φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν