Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ὅσιον οὐκέτι τεᾶν
  2. ἔσω κυβερνᾷς φρενῶν
  3. θυμόν· ἴσχε μεγαλοῦχον ἥρως βίαν.
  4. ὅ τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴς
  5. ἄμμι κατένευσε καὶ Δίκας ῥέπει τά-
  6. λαντον, πεπρωμέναν
  7. αἶσαν ἐκπλήσομεν, ὅταν
  8. ἔλθῃ· σὺ δὲ βαρεῖαν κάτε-
  9. χε μῆτιν. εἰ καί σε κεδνὰ
  10. τέκεν λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας
  11. μιγεῖσα Φοίνικος ἐρα-
  12. τώνυμος κόρα βροτῶν
  13. φέρτατον, ἀλλὰ κἀμὲ
  14. Πιτθέος θυγάτηρ ἀφνεοῦ
  15. πλαθεῖσα ποντίῳ τέκεν
  16. Ποσειδᾶνι, χρύσεον
  17. τέ ϝοι δόσαν ἰόπλοκοι
  18. κάλυμμα Νηρηΐδες.
  19. τῶ σε, πολέμαρχε Κνωσίων,
  20. κέλομαι πολύστονον