Dithyrambs
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- !!!!! ἀ]γάλλεται ἢ δολιχαύχενι κύκνῳ,
- ὀπὶ ἁ]δεΐᾳ φρένα τερπόμενος,
- !!!!!!]δʼ ἵκῃ παιηόνων [*](Column 32)
- ἄνθεα πεδοιχνεῖν,
- Πύθιʼ Ἄπολλον,
- τόσα χοροὶ Δελφῶν
- σὸν κελάδησαν παρʼ ἀγακλέα ναόν.
- πρίν γε κλέομεν λιπεῖν
- Οἰχαλίαν πυρὶ δαπτομέναν
- Ἀμφιτρυωνιάδαν θρασυμηδέα φῶ-
- θʼ, ἵκετο δʼ ἀμφικύμονʼ ἀκτάν·
- ἔνθʼ ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ
- Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους
- δύο τʼ ὀρσιάλῳ δαμασίχθονι μέλ-
- λε κόρᾳ τʼ ὀβριμοδερκεῖ ἄζυγα