Dithyrambs
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- θʼ, ἵκετο δʼ ἀμφικύμονʼ ἀκτάν·
- ἔνθʼ ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ
- Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους
- δύο τʼ ὀρσιάλῳ δαμασίχθονι μέλ-
- λε κόρᾳ τʼ ὀβριμοδερκεῖ ἄζυγα
- παρθένῳ Ἀθάνᾳ
- ὑψικέραν βοῦν.
- τότʼ ἄμαχος δαίμων
- Δαϊανείρᾳ πολύδακρυν ὕφανε
- μῆτιν ἐπίφρονʼ, ἐπεὶ
- πύθετʼ ἀγγελίαν ταλαπενθέα,
- Ἰόλαν ὅτι λευκώλενον
- Διὸς υἱὸς ἀταρβομάχας
- ἄλοχον λιπαρὸ[ν π]οτὶ δόμον πέμποι.
- ἆ δύσμορος, ἆ τάλαινʼ, οἷον ἐμήσατο·
- φθόνος εὐρυβίας νιν ἀπώλεσεν,
- δνόφεόν τε κάλυμμα τῶν
- ὕστερον ἐρχομένων,
- ὅτʼ ἐπὶ ῥοδόεντι Λυκόρμᾳ
- δέξατο Νέσσου πάρα δαιμόνιον τέρ[ας.