Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- δόξαν, ὦ χρυσαλάκατοι Χάριτες,
- πεισίμβροτον δοίητʼ, ἐπεὶ
- Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας
- εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου
- Ζηνὸς εὐθαλὲς πέδον
- ὑμνεῖν, ὅθι μηλοδαΐκταν
- θρέψεν ἁ λευκώλενος
- Ἥρα περικλειτῶν ἀέθλων
- πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα.
- κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοι
- πρώτιστον Ἀργείων κριτοὶ
- ἄθλησαν ἐπʼ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς
- πέφνʼ ἀωτεύοντα δράκων ὑπέροπλος,
- σᾶμα μέλλοντος φόνου.
- ὦ μοῖρα πολυκρατές· οὔ νιν
- πεῖθʼ Ὀϊκλείδας πάλιν