Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. Ἀλφ εό ν, Πέλοπός τε βίαν,
  2. καὶ Πίσαν, ἔνθʼ ὁ κλεεννὸς
  3. ποσσὶ νικάσας δρόμῳ
  4. ἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ-
  5. σας Ἱέρωνι φέρων
  6. εὐδ]αιμονίας πέταλον.
  7. χρὴ δʼ ἀλαθείας χάριν
  8. [*](Column 12)
  9. αἰνεῖν, φθόνον ἀμφοτέραισιν
  10. χερσὶν ἀπωσάμενον,
  11. εἴ τις εὖ πράσσοι βροτῶν.
  12. Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶν
  13. Ἡσίοδος πρόπολος
  14. Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳ
  15. καὶ βροτῶν φήμαν ἕπ[εσθαι.
  16. πείθομαι εὐμαρέως
  17. εὐκλ έα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκας
  18. πέμπειν Ἱέρωνι· τόθεν γὰρ
  19. πυθμένες θάλλουσιν ἐσθλ[ῶν,
  20. τοὺς ὁ μεγιστοπάτωρ
  21. Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.