Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. εὖ μὲν εἱμάρθαι παρὰ δαί[μονος ἀν-
  2. θρώποις ἄριστον·
  3. συμφορὰ δʼ ἐσθλόν τʼ ἀμαλδύ-
  4. νει βαρύτλατος μολοῦσα·
  5. κἀγατ]ὸν ἰδʼ ὑψιφανῆ τε[ύ-
  6. χει κ]ατορθωθεῖσα· τιμὰν
  7. δʼ ἄλ]λος ἀλλοίαν ἔχει·
  8. μυρί]αι δʼ ἀνδρῶν ἀρεταί, μία δʼ ἐ[κ
  9. πασᾶ]ν πρόκειται,
  10. ὃς τὸ] πὰρ χειρὸς κυβερνᾶ-
  11. ται δι]καίαισι φρένεσσιν.
  12. οὔτʼ ἐ]ν βαρυπενθέσιν ἁρμό-
  13. ζει μ]άχαις φόρμιγγος ὀμφὰ
  14. καὶ λι]γυκλαγγεῖς χοροί,
  15. οὔτʼ ἐ]ν θαλίαις καναχὰ
  16. χαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ
  17. καιρὸς] ἀνδρῶν ἔργματι κάλ-
  18. λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ.
  19. Κλεοπτολέμῳ δὲ χάριν
  20. νῦν χρὴ Ποσειδᾶνός τε Πετραί-