Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- [ׯ˘¯¯]
- !!!!]ς ἱππευταὶ κυανώπιδας ἐκ-
- ¯¯˘¯¯¯] νέας
- ¯¯˘˘ εἰλα]πίνας τʼ ἐν
- ἁμέ]ρ[α]ις ἕξειν θεόδματον πόλιν.
- μέλλον ἄρα πρότερον δι-
- νᾶντα φοινίξειν Σκάμανδρον,
- θνᾴσκοντες ὑπʼ Αἰακίδαις
- ἐρειψ[ιτ]ο̣ί ̣[χοις·
- τῶν εἰ καὶ τ[˘˘¯¯
- ἢ βαθυξύλω[ι˘¯¯ [*](5 lines lost.)
- οὐ γὰρ ἀλα[μπέσ]ι νυ[κτὸς
- πασιφανὴς Ἀρετὰ
- κρυφθεῖσʼ ἀμαυρο[ῦται δνόφοισιν,
- ἀλλʼ ἔμπεδον ἀκ[αμάτᾳ
- βρύουσα δόξᾳ
- στρωφᾶται κατὰ γᾶν [τε
- καὶ πολυπλάγκταν θ[άλασσαν.
- καὶ μὰν φερεκυδέα ν[ᾶσον
- Αἰακοῦ τιμᾷ, σὺν Εὐ-