Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι μετὰ τὴν τῶν Σκορδίσκων χώραν ἡ τῶν Τριβαλλῶν καὶ Μυσῶν ἐστι χώρα, παρὰ τὸν Ἴστρον οὖσα, καὶ τὰ ἕλη τὰ τῆς ἐντὸς Ἴστρου μικρᾶς Σκυθίας.

Ὅτι ἀπὸ τοῦ νοτιωτάτου στόματος τοῦ Ἴστρου, ὅπερ Ἱερὸν καλεῖται, ἐπὶ νότον ἰόντι τὴν τοῦ Πόντου παραλίαν, Ἴστρος ἐστὶ πολίχνιον ἀπὸ φ΄ σταδίων, Μιλησίων κτίσμα· εἶτα ἕτερον πολίχνιον Τόμις ἀπὸ σν΄ σταδίων· εἶτα πόλις Κάλλατις ἀπὸ σπ΄ σταδίων, Ἡρακλεωτῶν κτίσμα. εἷτα πόλις Ἀπολλωνία ἀπὸ ,ατ΄ Καλλάτιδος σταδίων, κτίσμα Μιλησίων. Ἐν δὲ τῷ μεταξὺ Ἀπολλωνίας καὶ Καλλάτιδος Ὀδησσὸς ἐστιν· εἶτα τὰ τοῦ Αἵμου ὄρους ἀνατολικὰ πέρατα, ὰρξαμένου ἀπὸ τῶν Ἄλπεων· εἶτα Μεσημβρία, Μεγαρέων κτίσμα· εἶτα Ἀγχιάλη πόλις· εἶτα Ἀπολλωνία. Πάλιν δʼ ἀπὸ τῆς Ἀπολλωνίας ἐπὶ Κυανέας στάδιοί εἰσι ,αφ΄. Ἐν δὲ τῷ μεταξὺ ἥ τε Θυνιὰς καὶ Σαλμυδησσὸς, αἰγιαλὸς ἔρημος καὶ λιθώδης, ἀλίμενος, ἀναπεπταμένος πολὺς πρὸς τὸν βορρᾶν, σταδίων ὅσον ψ μέχρι Κυανέων τὸ μῆκος. Αἱ δὲ Κυάνεαι νησίδιά εἰσι δύο πρὸς τῷ στόματι τοῦ Πόντου, τὸ μὲν τῇ Εὐρώπῃ προσεχὲς, τὸ δὲ τῇ Ἀσίᾳ, διειργόμενα πορθμῷ ὅσον κ΄ σταδίων· τοσοῦτον δὲ διέχει καὶ τοῦ ἱεροῦ τοῦ Βυζαντίων καὶ τοῦ ἱεροῦ τοῦ Χαλκηδονίων, ὅπερ ἐστὶ τὸ στενότατον τοῦ Θρᾳκίου Βοσπόρου καὶ τὸ τοῦ Πόντου στόμα.

Ὅτι Θρᾳκιστὶ καλεῖται ἡ πόλις βρία· διὸ Με σημβρία μὲν ἡ τοῦ Μέσιος βρία, Σηλυμβρία δὲ ἡ τοῦ Σήλυος βρία· ἡ δὲ Αἷνός ποτε Πολτυοβρία ἐκαλεῖτο, τοῦ Πόλτυος βρία.

Ὅτι Μεγαρεῦσι, χρωμένοις ποτὲ περὶ ἀποικίας,

574
ἔχρησεν ὁ θεὸς κτίζειν πόλιν ἀπέναντι τῶν τυφλῶν, τὸ Βυζάντιον· τοὺς γὰρ Χαλκηδονίους τυφλοὺς ἐκάλει, διότι πρὸ ιζ΄ ἐτῶν ἐλθόντες οὐκ ἐνενόησαν, ὁς τυφλοὶ δῆθεν, τὴν ἀμείνω χώραν ἐκλέξασθαι, τὸ Βυζάντιον, ἀλλ᾿ ἔκτισαν τὴν χείρω, τὴν Χαλκηδόνα.

Ὅτι ἡ πηλαμὺς γεννᾶται μὲν ἐν τοῖς ἕλεσι τῆς Μαιώτιδος λίμνης, εἶτα ἐκεῖ ὀλίγον αὐξηθεῖσα κατέρχεται εἰς τὸν Πόντον· εἶτα τὰ Ἀσιανὰ μέρη ἐπιλαβοῦσα ἕως Τραπεζοῦντος, διὰ τὴν μικρότη τα οὐ θηρεύεται ἐντεῦθεν δʼ ἕως Σινώπης ἄρχεται θηρεύεσθαι, καὶ κατὰ μικρὸν αὐξηθεῖσα ἐν Βυζαντίῳ ἤδη ὡραία ἐστὶ καὶ θηρεύεται μάλιστα· καὶ εἰς τὸ κέρας τὸ κατὰ Βυζάντιον, κολπῶδες πρὸς δυσμὰς ἀνάχυμα τῆς θαλάσσης, εἰσέρχεται καὶ ἀγρεύεται μάλιστα.

Ὅτι τὸ κατὰ Βυζάντιον κέρας ὠνόμασται διὰ τὸ ἐοικέναι ἐλάφου κέρατι τὴν ταύτῃ θάλασσαν· ἔχει γὰρ κόλπους τινὰς, ὡς ἂν ἀποφύσεις.

ὅτι ἡ νῦν Ἑλλὰς χώρα βαρβάρων ἦν πρότερον κατοικία· οἷον Πέλοπος μὲν ἐκ τῆς Φρυγίας ἐπαγαγομένου λαὸν εἰς τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Πελοπόννησον, Δαναοῦ δʼ ἐξ Αἰγύπτου, Δρυόπων δὲ καὶ Καυκώνων καὶ Πελασγῶν καὶ Λελέγων καὶ ἄλλων τοιούτων κατανειμαμένων τὰ χωρία τῆς Ἑλλάδος. Τήν τε γὰρ Ἀττικὴν οἱ μετὰ Εὐμόλπου Θρᾷκες ἔσχον. τῆς δὲ Φωκίδος τὴν Δαυλίδα Τηρεὺς, τὴν δὲ Καδμείαν οἱ μετὰ Κάδμου Φοίνικες, αὐτὴν δὲ τὴν Βοιωτίαν Ἄονες καὶ Τέμμικες καὶ Ὕαντες. Καὶ ἀπὸ τῶν ὀνομάτων δʼ ἐνίων τὸ βάρβαρον ἐμφαίνεται· Κέκροψ, Κόδρος, Αἶκλος, Κόθος, Δρύμας, Κρίνακος. Καὶ νῦν δὲ πᾶσαν Ἤπειρον καὶ Ἑλλάδα σχεδὸν καὶ Πελοπόννησον καὶ Μακεδονίαν Σκύθαι Σκλάβοι νέμονται. Καὶ ἡ Ἰωνία δὲ ὑπὸ Καρῶν καὶ Λελέγων ἐκρατεῖτο.

Ὅτι ὑπὸ τὸ ἕκτον κλίμα κεῖται ἡ Ἄλπις τὸ ὄρος, καὶ πρὸς ἀνατολὰς σχεδὸν ἐπʼ εὐθείας διήκει ἡ ὁρεινὴ αὔτη ῥάχις ἕως Αἵμου ὄρους, τοῦ εἰς τὸν Εὔξεινον λήγοντος. ὠνόμασται δὲ καθʼ ἕκαστον οὕτως· Ἄλπις, Ὅκρα, Καρούαγκα, Ἄλεις, Βέβια· καὶ ταῦτα μὲν τὰ Ἰλλυρικὰ ὄρη. τὰ δὲ Μακεδονικὰ Βερτίσκος, Σκάρδον, Ὄρβηλος, Ῥδόπη, Αἶμος ταῦθτα δὲ τὰ ἔσχατα δύο Θρᾴκιά εἰσι. Μεταξὺ δὲ τῆς ῥάχεως ταύτης καὶ τοῦ Ἴστρου κάθηνται ἔθνη ταῦτα, Ῥαιτοὶ, Οὐινδελικοὶ, Νωρικοὶ, Παννόνιοι οἱ ἄνω, Παννόνιοι οἱ κάτω, Σκορδίσκοι, Δαλμάται, Μυσοὶ οἱ ἄνω, Μυσοὶ οἱ κάτω, διήκοντες ἕως τῆς Πεύκης νήσου. Οἱ δὲ Ἰλλυριοὶ καὶ οἱ Μακεδόνες καὶ οἱ Θρᾷκες πρὸς νότον εἰσὶ τῆς ῥάχεως ταύτης.

Ὅτι ἀπὸ Ἀπολλωνίας, τῆς ἐν τῷ Ἀδρίᾳ Ταυλαντίων τῶν Μακεδονικῶν πόλεως, ἥ ἐστι πλησίον Δυρραχίου, ἄρχεται ἡ Ἐγνατία ὁδὸς, πρὸς ἕω βεβηματισμένη

575
κατὰ μίλιον καὶ κατεστηλοθετημένη μέχρι Κυψέλων καὶ Ἕβρου ποταμοῦ· μιλίων δέ ἐστι φλέ· καὶ ἐὰν ᾖ τὸ μίλιον στάδια η΄, γίνεται αὕτη ἡ ὁδὸς σταδίων ,δσνπ΄. Ἐὰν δὲ, ὡς Πολύβιος βούλεται, ὑπερβάλλῃ τὸ μίλιον τοῦ ὀκτασταδίου δίπλεθρον, ὅ ἐστι τριτημόριον τοῦ σταδίου (τὸ γὰρ πλέθρον ἐκτημόριόν ἐστι τοῦ σταδίου), προσθετέον τοῖς ,δσπ΄ σταδίοις τὸ τρίτον τῶν φλε΄, τοῦτʼ ἔστιν ροη΄· καὶ γίνονται ,δυνη΄.

Ὅτι, Πτολεμαῖος μὲν τὸ τῆς Μακεδονίας βόειον πέρας εἶναι λέγει τὴν γραμμὴν τὴν διὰ Βερτίσκου ὄρους καὶ Σκάρδου καὶ Ὀρβήλου ἐκβαλλομένην, πρὸς ἀνατολὰς μὲν ἕως μέσης τῆς Προποντίδος, πρὸς δυσμὰς δέ ἕως τῶν ἐκβολῶν Δρίλωνος ποταμοῦ τοῦ ἐκ τοῦ Βερτίσκου ὄρους ἀνίσχοντος, ἵνα τὰ βορειότερα τῶν ὀρέων τούτων καὶ τῆς γραμμῆς ταύτης ᾖ τὰ μὲν Ἰλλυρικὰ, τὰ δὲ Θρᾴκεια· ὁ δὲ Στράβων οὐχ οὕτως ἀλλὰ τὴν Ἐγνατίαν ὁδὸν μεθόριον τίθησιν Ἰλλυρίας καὶ τῆς Ἠπείρου, ἀπὸ Ἀπολλωνίας ἕως πόλεως Λυχνιδοῦ καὶ τόπου καλουμένου οὕτω Πυλῶνος· τὰ δὲ λοιπὰ τῆς ὁδοῦ ταύτης διά τε Ἡρακλείας καὶ Λυγκηστῶν καὶ Ἐόρδων εἰς Ἔδεσσαν καὶ Πέλλαν, ἕως Θεσσαλονικείας. Μίλια δέ εἰσι ταῦτα διακόσια ἑξήκοντα ἑπτά· τὰ δὲ λοιπὰ ἕως ποταμοῦ Ἕβρου τοσαῦτα.

Ὅτι ἀπὸ Ἀπολλωνίας πόλεως ἡ Ἐγνατία ὁδὸς διορίζει πρὸς νότον τὴν Ἤπειρον, περιεχομένην ὑπὸ τοῦ Ἀδριατικοῦ πελάγους ἕως τοῦ κόλπου τοῦ Ἀμπρακικοῦ. Ἀπὸ δὲ τοῦ Ἀμπρακικοῦ κόλπου πρὸς ἕω ἕως Αἰγαίου Ἑλλάς ἐστι, πρὸς νότον ἔχουσα τὴν Πελοπόννησον.

Ὅτι ὁ Στρυμὼν ποταμὸς διορίζει Μακεδονίαν καὶ Θρᾴκην· ἡ δὲ Θρᾴκη, κλυζομένη Αἰγαίῳ τε πελάγει καὶ τῷ, Μέλανι κόλπῳ καὶ Ἑλλησπόντῳ καὶ Προποντίδι καὶ Βοσπόρῳ καὶ Εὐξείνῳ πόντῳ, εἰς τὸν Αἶμον τὸ ὄρος περατοῦται· ἡ δὲ βόρειος τῆς Θρᾴκης πλευρὰ ὁ Αἶμός ἐστι καὶ ἡ Ῥοδόπη καὶ ὁ Ὄρβηλος τὰ ὄρη· ἡ δὲ δυσμικὴ πλευρὰ ὁ Στρυμὼν ποταμός ἐστιν.

Ὅτι τὸ Μυρτίῷον πέλαγος περιέχεται τοῖς ἀπὸ Σουνίου ἕως Κορίνθου καὶ τοῦ Σαρωνικοῦ κόλπου, εἶτα τῇ ἀνατολικῇ τῆς Πελοποννήσου πλευρᾷ ἕως Μαλείας καὶ Κυθήρων καὶ Κρήτης τῶν βορείων μερῶν. ἐν ᾧ πελάγει καὶ αἱ Κυκλάδες εἰσίν.

Ὅτι ἡ Δωδώτη ἐν τῇ τῶν Μολοττῶν χώρᾳ ἐστὶ τῶν ἐν Ἠπείρῳ.

Ὅτι ἀπὸ τῶν Κεραυνίων ὀρέων καὶ Χαόνων ὁ ἐπὶ τήν ἕω παράπλους σταδίων ἐστὶ ατ΄,ἕως τοῦ στόματος τοῦ Ἀμπρακικοῦ κόλπου, ἔνθα καὶ ἡ Ἤπειρος περατοῦται.

Ὅτι ἀπὸ Κασσιόπης λιμένος, τῆς ἐν Κερκύρᾳ, ἕως Βρεντεσίου στάδικ ,αψ΄.

Ὅτι τοῦ Ἀμπρακικοῦ κόλπου τὸ μὲν στόμα

576
σταδίων ἐστὶ δ΄, ὁ δὲ περίπλους τ΄ σταδίων ἐστίν. Περιοικοῦσι δʼ αὐτὸν Ἀμφίλοχοι μὲν πρὸς βορρᾶν, Ἀκαρνᾶνες δὲ πρὸς ἀνατολὰς, Κασσωπαῖοι δὲ καὶ Νικόπολις, Αὐγούστου κτίσμα, πρὸς δυσμάς. Ἐν δὲ τῷ μυχῷ τοῦ κόλπου Ἀμπρακία ἐστὶ πόλις, ἐξ ἧς ὁ κόλπος ὠνόμασται, ὀλίγον ἀπὸ θαλάσσης· ἣν Πύρρος ὁ Ἠπειρώτης ἐπίσημον ἐποίησε, βασιλείῳ ταύτῃ χρησάμενος· κτίσμα δʼ ἰστὶ Γόργου τοῦ Κυψέλου παιδὸς ἡ Ἀμπρακία πόλις.

Ὅτι τὰ Ἄκτια πενταετηρικὸς ἀγών ἐστιν ἐν Νικοπόλει· ἔνθα ὁ Αὔγουστος Ἀντώνιον καταναυμαχήσας περὶ τὸ Ἄκτιον τήν τε πόλιν ἐκάλεσε Νικόπολιν καὶ περὶ τὸ Ἄκτιον τὰ Ἄκτια ἀγῶνα ἔθηκεν.

Ὅτι μετὰ τὴν τῶν Ἐπιγόνων εἰς Θήβας στρατείαν Ἀλκμαίων, παρακληθεὶς ὑπὸ Διομήδους, συνῆλθεν εἰς Αἰτωλίαν αὐτῷ· καὶ συγκατεκτήσαντο ταύτην τε τὴν Ἀμφιλοχίαν καὶ τὴν Αἰτωλίαν καὶ τὴν Ἀκαρνανίαν. Καλοῦντος δʼ αὐτοὺς ἐπὶ τὸν Τρωικὸν πόλεμον Ἀγαμέμνονος, ὁ μὲν Διομήδης ἐπορεύθη, ὁ δὲ Ἀλκμαίων, μείνας ἐν τῇ Ἀκαρνανίᾳ, τὸ Ἄργος ἔκτισε, καλέσας Ἀμφιλοχικὸν, ἐπώνυμον τοῦ ἀδελφοῦ· Ἴναχον δὲ, τὸν διὰ τῆς χώρας ῤέοντα ποταμὸν εἰς τὸν κόλπον, ἀπὸ τοῦ κατὰ τὴν Ἀργείαν προσηγόρευσεν.

Ὅτι πλησίον τῆς τε Μακεδονίας καὶ τῆς Θετταλίας περὶ τὸ Ποῖον ὄρος καὶ τὴν Πίνδον Αἴθικές τε καὶ αἱ τοῦ Πηνειοῦ πηγαί. Τὸ δὲ ἐν Δωδώνη μαντεῖον ἐν τῇ Θεσπρωτίᾳ ἐστί· καὶ οἱ ποιηταὶ Θεσπρωτίδα τὴν Δωδώνην ἔφασαν. Κεῖται δὲ ὑπὸ τῷ Τόμάρῳ ὄρει· καὶ ἀπὸ τοῦ Τομάρου ὄρους καὶ οἱ τοῦ Διὸς ὑποφῆται ἀνιπτόποδες Τόμουροι ἐκαλοῦντο, ἐν συγκοπῇ ἀπὸ τοῦ Τομάρουροι, ὡς ἂν τοῦ Τομάρου φύλακες. Καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ ὑπὸ Ἀμφινόμου λεγόμενον, « εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, »ἔνιοι γράφουσιν· « εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο Τόμμουροι. » Οὐδαμοῦ γὰρ τὰ μαντεῖα θέμιστας καλεῖ Ὅμηρος, ἀλλʼ ἐπὶ τῶν πολιτικῶν καὶ νομίμων ἐθῶν εἴωθε καλεῖν τὸ θέμιστας. Πρότερον δὴ ὑπὸ ἀνδρῶν προφητῶν ἐκρατεῖτο, ὕστερον δὲ ὁπὸ τριῶν γυναικῶν γραιῶν. Ἦν δέ πρότερον περὶ Σκότουσσαν, πόλιν τῆς Πελασγιώτιδος, τὸ χρηστήριον· ἐμπρησθέντος δʼ Ἀπόλλωνος ὑπό τινων τοῦ δένδρου, μετηνέχθη κατὰ χρησμὸν Ἀπόλλωνος τοῦ ἐν Δωδώνῃ. Ἐχρησμῴδει δʼ οὐ διὰ λόγων, ἀλλὰ διά τινων συμβόλων, ὡσπερ τὸ ἐν Λιβύῃ Ἀμμωνιακόν· ἴσως δέ τινα πτῆσιν αἱ τρεῖς περιστεραὶ ἐπέτοντο ἐξαίρετον, ἐξ ὧν αἱ ἱέρειαι παρατηρούμεναι προεθέσπιζον. Φασὶ δὲ καὶ κατὰ τὴν τῶν Μολοττῖῶν καὶ Θεσπρωτῶν γλῶτταν τὰς γραίας πελίας καλεῖσθαι καὶ τοὺς γέροντας πελίους· καὶ ἴσως οὐκ ὄρνεα ἦσαν αἱ θρυλούμεναι πελειάδες, ἀλλὰ γυναῖκες γραῖαι τρεῖς περὶ τὸ ἱερὸν σχολάζουσαι.