Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἀπὸ τοῦ Ἀδριατικοῦ μυχοῦ ἕως τοῦ Ἴστρου τῶν ὄχθων στάδιοί εἰσι α.

Ὅτι Γερμανοὶ μικρὸν ἐξαλλάττουσι τοῦ Κελτικοῦ φύλου τῷ τε πλεονασμῷ τῆς ἀγριότητος καὶ τοῦ μεγέθους καὶ τῆς ξανθότητος, τἆλλα δὲ παραπλήσιοι καὶ μορφαῖς καὶ ἤθεσι καὶ νόμοις· ὅθεν καὶ Γερμανοὶ ὑπὸ Ῥωμαίων καλοῦνται· δύναται δὲ τὸ ὄνομα Γνήσιοι.

Ὅτι, Μάρσοι καὶ Σούγαμβροι ἔδνη εἰσὶ Γερμανικὰ δυσμικά.

Ὅτι ὁ Ἑρκύνιος δρυμὸς τῆς Γερμανίας ἐστὶ περὶ Σουήβους, ἔθνος μέγα.

Ὅτι τὰ βορειότερα ἔθνη τῶν Γερμανῶν ἁμαξόβιά ἐστι καὶ νομαδικὰ καὶ ῥᾳδίως μεταναστεύειν ἕτοιμα διὰ τὸ μὴ θησαυρίζειν.

567

Ὅτι Δροῦσος ὁ Τιβερίου παῖς πολεμῶν καὶ κατορθῶν περὶ τὸν Ῥῆνον ἐτελεύτα.

Ὅτι διέχει ὁ Ῥῆνος ἀπὸ τοῦ Ἄλβιδος ποταμοῦ στάδια γ εὐθυποροῦντι.

Ὅτι ὁ Ἑρκύνιος δρυμὸς πυκνότερός τέ ἐστι καὶ μεγαλόδενδρος ἐν χωρίοις ἐρυμνοῖς κύκλον περιλαμβάνων μέγαν. Ἐν μέσῳ δέ ἵδρυται χώρα καλῶς οἰκεῖσθαι δυναμένη. Ἔστι δὲ πλησίον αὐτῆς ἢ τε τοῦ Ἴστρου πηγὴ καὶ ἡ τοῦ Ῥήνου καὶ ἡ μεταξὺ ἀμφοῖν λίμνη καὶ τὰ ἕλη τὰ ἐκ τοῦ Ῥήνου διαχεόμενα. Ἔχει δʼ ἦ λίμνη τὴν περίμετρον στάδια γ. Νοτιωτέρα δ᾿ ἐστὶ τῶν τοῦ Ἴστρου πηγῶν καὶ αὕτη καὶ ὁ Ἑρκύνιος δρυμὸς, ὥστε ἀνάγκη τὸν ἀπὸ τῆς Κελτικῆς ἐπὶ τὸν Ἑρκύνιον δρυμὸν ἰόντα πρῶτον μὲν διαπερᾶσαι τὴν λίμνην, ἔπειτα τὸν Ἴστρον, εἶτ᾿ ἤδη δι᾿ εὐπετεστέρων χωρίων ἐπὶ τὸν δρυμὸν ἐλθεῖν δι᾿ ὀροπεδίων.

Ὅτι ἐστὶ καὶ ἑτέρα ὕλη μεγάλη ἐν Γερμανία, Γαβρῆτα, ἐπίταδε τῶν Σουήβων, ἐπέκεινα δʼ ὁ Ἑρκύνιος δρυμός· ἔχεται δὲ κἀκεῖνος ὑπʼ αὐτῶν.

Ὅτι Κίμβροι καλοῦνται οἱ παρωκεανῖται Γερμανοὶ, μανοὶ, οἵτινες ἐστράτευσὰν ποτε εἰς τὴν Μαιῶτν· καὶ ἀπ᾿ αὐτῶν, ὡς ἔοικε, καὶ οἱ τὸν Βόσπορον οἰκοῦντες Κιμμέριοι ἐκλήθησαν, ὧν καὶ Ὅμηρος μέμνηται. Οἰ δὲ Ἕλληνες τὸ ὄνομα σολοικίζοντες λέγουσιν.

Ὅτι ταῖς τῶν Κίμβρων γυναιξὶ, συστρατευούσαις τοῖς ἀνδράσι, παρηκολούθουν γυναῖκες προμάντεις ἱέρειαι, πολιότριχες, λευχείμονες, καρπασίνας ἐφαπτρίδας ἐπιπεπορπημέναι, ζῶσμα χαλκοῦν ἔχουσαι, γυμνόποδες· τοῖς οὖν αἰχμαλώτοις διὰ τοῦ στρατοπέδου συνήντων ξιφήρεις· καταστέψασαι δ᾿ αὐτοὺς, ἦγον ἐπὶ κρατῆρα χαλκοῦν ὅσον ἀμφορέων εἴκοσιν· εἶχον δʼ ἀναβάθραν, ἢν ἀναβᾶσα --- ὑπερπετὴς τοῦ λέβητος ἐλαιμοτόμει ἕκαστον μετεωρισθέντα· ἐκ δὲ τοῦ προχεομένου αἵματος εἰς τὸν κρατῆρα μαντείαν τινὰ ἐποιοῦντο· ἄλλαι δὲ διασχίσασαι ἐσπλάγχωευον, ἀναφθεγγόμεναι νίκην τοῖς οἰκείοις. Ἐν δὲ τῖς ἀγῶσιν ἔτυπτον τὰς βύρσας τὰς περιτεταμένας τοῖς γέρροις τῶν ἁρμαμα ξῶν, ὥστε ἀποτελεῖσθαι ψόφον ἐξαίσιον.

Ὅτι οἱ παλαιοὶ Ἕλληνες τοὺς Γέτας καὶ τοὺς Μυσοὺς, οἰκοῦντας περὶ τὸν Ἴστρον, Θρᾶκας ὑπελάμβανον, καὶ ἀποίκους τῶν ἐκ Θράκης Μυσῶν τοὺς ἐν τῆ Ἀσία οἰκοῦντας μεταξὺ Φρυγῶν καὶ Λυδῶν καὶ Τρώων· καὶ αὐτοὶ δὲ οἱ Φρύγες Βρίγες εἰσὶ, Θράκιόν τι ἔθνος· καθάπερ καὶ Μυγδόνες καὶ Βέβρυκες καὶ Μαιδοβιθυνοὶ καὶ Βιθυνοὶ καὶ Θῦναι καὶ Μαριανδυνοί· ἀλλ᾿ οὗτοι μὲν τελέως τὴν Εὐρώπην ἐξέλιπον πλὴν Μυσῶν, ἄν καὶ Ὅμηρος ἐμνήσθη. Καὶ γάρ εἰσί τινες τῶν ταύτῃ Θρᾳκῶν καὶ Μυσῶν ἀπεχόμενοι κρεοφαγίας καὶ γάμου διὰ ὁσιότητα· οὓς λέγει ἀγαυοὺς Ἱππημολγοὺς, Γαλακτοφάγους Ἀβίους τε, τοῦτ᾿ ἔστιν άγάμους, ἄνευ συμβιώσεως γυναικῶν· καὶ συμβαίνει αὐτοῖς δικαιοπραγεῖν διὰ τὸ πένητας εἶναι. Εἰκὸς δὲ

568
καὶ τὸν Ζάμολξιν ὕστερον τοὺς Γέτας ἀναπεῖσαι πυθαγορίζειν, εὑρόντα ἑτοίμους πρὸς φιλοσοφίαν.

Ὅτι ὁ Εὔξεινος νῦν πόντος Ἄξεινος τὸ πρὶν ἐκαλεῖτο διὰ τὸ τὰ ἐνοικοῦντα ἔθνη ἄγρια εἶναι καὶ ξενοκτονεῖν τοὺς περὶ τὴν Ταυρικήν.

Ὅτι οἱ Σκύθαι πάντα κοινὰ εἶχον, καὶ αὐτὰς τὰς γυναῖκας, πλὴν ξίφους καὶ ποτηρίου. Διὰ δὲ τὸ εἶναι ἄβιοι δικαιότατοί εἰσιν· ἡ γὰρ ἀδικία διὰ τὴν τῶν χρημάτων κτῆσιν καὶ διὰ τὰ συμβόλαια. Οἱ γὰρ παλαιοὶ Σκύθαι πένητες ἦσαν· ὃ καὶ Ὅμηρος μαρτυρεῖ καὶ Ἡρόδοτος, περὶ τῶν ἐπιστρατευσάντων τῷ Δαρείῳ βασιλεῖ τῶν Περσῶν Σκυθῶν γράφων, τῆς τε αὐταρκείας καὶ λιτότητος αὐτῶν. Καὶ Δρομιχαίτης ὁ Γετῶν βασιλεὺς, ζωγρήσας Λυσίμαχον, τὸν στρατηγὸν τῶν Μακεδόνων, συστρατεύσαντά ποτε Ἀλεξάνδρῳ, ἀπέλυσε, δείξας αὐτῷ πρότερον τὴν τῶν Γετῶν πενίαν καὶ εἰπὼν, ὅτι οὐ δεῖ τοῖς τὴν τοιαύτην πενίαν ἀσκοῦσι Γέταις πολεμεῖν, ἀλλὰ φίλοις κεχρῆσθαι.

Ὅτι τῆς μεταξὺ Εὐξείνου πόντου καὶ Γερμανῶν γῆς, διχῆ διαιρουμένης, τὸ μὲν πρὸς ἀνατολάς τε καὶ τὸν Εὔξεινον Γέται νέμονται, τὸ δὲ πρὸς δυσμικὴν Δακοὶ οἱ καὶ Δᾶοι ἀφʼ οὗ καὶ ἐπιπολάζει ἐν Ἀθηναίοις τὸ τῶν δούλων ὄνομα.

Ὅτι τοῦ Ἴστρου ποταμοῦ τὰ μὲν ἄνω καὶ πρὸς ταῖς πηγαῖς μέρη μέχρι τῶν καταρακτῶν Λανούιον προσηγόρευον οἱ παλαιοὶ, ἃ μάλιστα διὰ τῶν Λακῶν φέρεται. Τὰ δὲ κάτω μέχρι τοῦ Πόντου, τὰ παρὰ τοὺς Γέτας, ἐκάλουν Ἴστρον. Ὁμόγλωττοι δʼ εἰδὶν οἱ Δακοὶ τοῖς Γέταις.

Ὅτι μεταξὺ τῆς Ποντικῆς θαλάττῆς τῆς ἀπὸ Ἴστρου ἐπὶ Τύραν καὶ ἡ τῶν Γετῶν ἐρημία πρόκειται, πεδιὰς πᾶσα καὶ ἄνυδρος· ἐν ἧ Δαρεῖος ἀποληφθεὶς ὁ Ὑστέσπεω, καθʼ ὃν καιρὸν διέβη τὸν Ἴστρον ἐπὶ τοὺς Σκύθας, ἐκινδύνευσε πανστρατιᾷ δίψη φθαρῆναι.

Ὅτι μεταξὺ τῆς Πεύκης, ἥ ἐστι νῆσος ὑπὸ τῶν τοῦ Ἴστρου στομάτων ἀπολαμβανομένη, ἕως τῶν τοῦ Τύρα ἐκβολῶν, στάδιοί εἰσιν Ϡ΄ τὸ δὲ ἀπὸ Ἱεροῦ στόματος τοῦ Ἴστρου, ὅ ἐστι νοτιώτατον, ἕως τοῦ βορειοτάτου, τοῦτʼ ἔστιν ἡ τῆς Πεύκης βάσις τριγώνου οὔσης, στάδιοί εἰσι τ΄.

Ὅτι ἡ Λευκὴ νῆσος ἀπὸ τῆς Πεύκης ἀπέχει πρὸς ἀνατολὰς στάδια πεντακόσια εἰς τὸ πέλαγος, ἱερὰ Ἀχιλλέως.

Ὅτι ὁ Βορυσθένης ποταμὸς, εἶτα πρὸς βορρᾶν καὶ ἀνατολὰς ὁ Ὕπανις ποταμὸς, ἀπὸ τοῦ Τύρα ποταμοῦ· καὶ πρὸ αὐτῶν νῆσος Βορυσθένης. Ἀναπλεύσαντι δὲ τὸν Βορυσθένη στάδια σ΄ πόλις ἐστὶν ὁμώνυμος τῷ ποταμῷ· ἡ δʼ αὐτὴ καὶ Ὀλβία καλεῖται, κτίσμα Μιλησίων, ἐμπορεῖον μέγα. Μεταξὺ δὲ τοῦ Ἴστρου ποταμοῦ καὶ τοῦ Βορυσθένους πρώτη ἐστὶν ἡ

569
τῶν Σκυθῶν ἐρημία· εἶτα Τυραγέται· εἶτα Ἰάζυγες Σαρμάται καὶ οἱ Βασιλήιοι λεγόμενοι Σκύθαι.