Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι πρὸ τοῦ Ποσειδωνιάτου κόλπου Λεσκωσία νῆσός ἐστιν, ἐπώνυμος μιᾶς τῶν Σειρήνων, ὅτε ἑαυτὰς κατεπόντωσαν διὰ τὸν Ὀδυσσέα.

Ὅτι μετὰ τὸν Ποσειδωνιάτην κόλπον πρὸς νότον ἕτερός ἐστι κόλπος, ἔνθα πόλις Φωκαέων κτίσμα Ἔλη (οἱ δέ νῦν Ἰλέαν αὐτὴν καλοῦσι), πατρὶς οὖσα Παρμενίδου καὶ Ζήνωνος, τῶν Πυθαγορείων. Εὐνομεῖτο δ᾿ ἡ πόλις, καὶ διὰ τὴν τῆς χώρας λυπρότητα ἐθαλαττούργουν καὶ ταρίχη κατεσκεύαζον καὶ τὰ τοιαῦτα.

Ὅτι ὁ πάσης Λευκανίας παράπλους στάδια χν΄. Καὶ πρὸς τῷ πέρατι τῆς Λευκανίας ἡρῷον τοῦ Δράκοντος, ἑνὸς τῶν Ὀδυσσέως ἑταίρων· ἑφ σὗ καὶ ὁ χρησμὸς ἐγένετο· « Λαῖον ἀμφὶ Δράκοντα πολύν ποτε λαὸν ὀλεῖσθαι. » Ἐπὶ γὰρ ταύτην λαοὶ στρατεύσαντες οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπὸ Λευκανῶν ὴτύχησαν, ἐξαπατηθέντες τῷ χρησμῷ.

Ὅτι Πετιλία, ἡ τῶν Λευκανῶν μητρόπολις, Φιλοκτήτου ἐστὶ κτίσμα, κατὰ στάσιν ἐκπεσςόντος τῆς Μελιβοίας· αὕτη τε καὶ ἡ Κρίμισσα περὶ τοὺς αὐτοὺς τόπους.

Ὅτι ἀπὸ Λευκοπέτρας τῆς ἐν τῷ πορθμῷ ὡς ἐπὶ βορρᾶν ἡ παραλία περὶ μίλια σ΄ ὑπὸ Βρεττίων οἰκεῖται· ἥτις πρότερον μὲν Οἰνωτρία ἐκαλεῖτο, ὕστερον δὲ Ἰταλία ἰδίως. Ὅριον δʼ αὐτῆς πρὸς μὲν τῷ Τυρρηνικῷ πελάγει ὁ Λαῦος ποταμὸς, πρὸς δὲ τῷ Σικελικῷ τὸ Μεταπόντιον.

Ὅτι ὁ μὲν Ἱππωνιάτης κόλπος ἐν τῷ Τυρρηνικῷ πελάγει, ὁ δὲ Σκυλλητικὸς κόλπος ἐν τῷ Σικελικῷ, ἀπολαμβάνουσιν ἰσθμὸν μεταξὺ ἑαυτῶν σταδίων ἑκατὸν ἐξήκοντα. Ὁ δὲ περίπλους τῆς χερρονήσου στάδιοι β.

Ὅτι ἡ τῶν Λευκανῶν χώρα μεταξὺ κεῖται δύο θαλασσῶν· ὧν ἡ μέν Τυρρηνικὴ ἀπὸ Λαύου ποταμοῦ ἕως Σιλάρου ποταμόῦ ἐστιν, ἡ δὲ Σικελική ἀπὸ Θουρίων εἰς Μεταπόντιον· κατὰ δὲ τὴν ἤπειρον ἀπὸ Σαμνιτῶν ἕως τοῦ ἰσθμοῦ τοῦ μεταξὺ Λαύου τε ποταμοῦ καὶ Θουρίων· πλάτος δὲ τοῦ ἰσθμοῦ τούτου τ΄ στάδια. Πρὸς δέ νότον ὑπὲρ τούτων Βρέττιοι ἔχουσιν ἕως τοῦ ἰσθμοῦ, ἀπολαμβάνοντες τὴν χερρόνησον τὴν μεταξὺ Ἱππωνιάτου κόλπου καὶ Σκυλλητικοῦ. Βρεττίους δὲ καλοῦσιν αὐτοὺς οἱ Λευκανοὶ, καὶ δηλοῖ τὸ ὄνομα ἀποστάτας· δοῦλοι γὰρ ὄντες τῶν Λευκανῶν ἀπέστησαν αὐτῶν, συμμαχοῦντος Διονυσίου τοῦ Σικελίας τυράννου.

557

Ὅτι ἐγγὺς τοῦ Λαύου πρὸς νότον ἡ Τέμεσά ἐστι πόλις, ἡ ὕστερον Τέμψα κληθεῖσα· ᾖς καὶ Ὅμηρος μέμνηται. Καί εἰσι καὶ χαλκουργεῖα ἐκεῖ ἐκλελοιπότα· καὶ ἡρῷον ἐκεῖ Πολίτου, τῶν Ὀδυσσέως ἑταίρων ἑνὸς, δολοφονηθέντος ὑπὸ τῶν ἐγχωρίων καὶ μηνίσαντος κατʼ αὐτῶν χαλεπῶς οὕτως, ὡς καὶ δασμο φορεῖν αὐτοὺς ὅσα ἔτη· καὶ παροιμίαν ἐπʼ αὐτῷ γενέσθαι· « Μηδεὶς τὸν ἥρωα τὸν ἐν Τεμέσῃ. » Λέγεται δέ καὶ Ταμάση διὰ τοῦ α. Τινὲς δʼ οὐ ταύτης φασὶ τὸν Ὅμηρον μεμνῆσθαι.

Ὅτι μετὰ τὴν Τέμψαν Κοσεντία ἐστὶ μητρόπολις Βρεττίων· καὶ μετʼ αὐτὴν Πανδοσία, φρούριον ὀχυρὸν τρικόρυφον, Ἀχέροντι ποταμῷ περιρρεόμενον· ἔνθα ὁ Μολοττὸς Ἀλέξανδρος διεφθάρη, ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐκ Δωδώνης χρησμοῦ, κελεύοντος φυλάττεσθαι Πανδοσίαν καὶ Ἀχέροντα· ἦσαν δὲ ἄρα καὶ περὶ Θεσπρωτίαν Πανδοσία καὶ Ἀχέρων. Ἐξηπάτησε δὲ καὶ ἄλλο λόγιον· « Πανδοσία τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις· » ἄδηλον ὄν, πότερον οἰκεῖον ἢ ὀθνεῖον.

Ὅτι οἱ ἐν Πελοποννήσῳ Μεσσήνιοι ἔπεμψαν ἑαυτῶν παρθένους εἰς ἱερουργίαν τῇ Ἀρτέμιδι· ἅς τινες τῶν Λακεδαιμονίων καὶ αὐτῶν Μεσσηνίων κατὰ τὴν ὁδὸν ἐβιάσαντο. Ταύτας οἱ πέμψαντες Μεσσηνίων ἐκδικοῦντες ἐπολέμησαν τοῖς βιασαμένοις καὶ ἡττηθέντες ἔφυγον· καὶ εἰς Δελφοὺς πέμψαντες ἐνεκάλουν, μεμφόμενοι τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, εἰ τοιούτου τυγχάνοιεν, ἀνθʼ ὧν ἐτιμώρουν αὐτοῖς, καὶ πυνθανόμενοι πῶς ἂν σωθεῖεν ἀπολωλότες· ὁ δʼ Ἀπόλλων ἐκέλευσε στέλλεσθαι μετὰ Χαλκιδέων εἰς τὸ Ῥήγιον καὶ τῇ ἀδελφῇ αὐτοῦ χάριν ἔχειν· οὐ γὰρ ἀπολωλέναι αὐτοὺς, ἀλλὰ σεσῶσθαι, μέλλοντάς γε μὴ συναφανίσεσθαι τῇ πατρίδι, ἁλωσομένῃ μικρὸν ὕστερον ὑπὸ Σπαρτιατῶν. Οἱ δὲ πεισθέντες ἔκτισαν σὺν Χαλκιδεῦσι τὸ Ῥήγιον ἐν Σικελίᾳ.

Ὅτι Ῥήγιον ἐκλήθη διὰ τὸ ῥαγῆναι ὑπὸ σεισμῶν μεγάλων ἐκ τῆς ἠπείρου τήν Σικελίαν. Τεκμαίροιτο δʼ ἄν τις ἀπὸ τῶν περὶ τὴν Αἴτνην συμπτωμάτων καὶ τῶν κατὰ Λιπάραν καὶ τὰς περὶ αὐτὴν νήσους, ἔτι δὲ καὶ τῶν κατὰ τὰς Πιθηκούσσας καὶ τὴν προσεχῆ περαίαν ἅπασαν, οὐκ ἀπεικὸς εἶναι καὶ τοῦτο συμβῆναι. Νυνὶ μὲν οὖν, ἀνεῳγμένων τούτων τῶν στομάτων, διʼ ὧν τὸ πῦρ ἀναφυσᾶται καὶ μύδροι καὶ ὕδατα ἐκπίπτει, σπάνιόν τι σείεσθαί φασι τὴν περὶ τὸν πορθμὸν γῆν· τότε δὲ, πάντων ἐμπεφραγμένων τῶν εἰς τὴν ἐπιφάνειαν πόρων, ὑπὸ γῆς σμυχόμενον τὸ πῦρ καὶ τὸ πνεῦμα σεισμοὺς ἀπειργάζετο σφοδρούς· μοχλευόμενοι δʼ οἱ τόποι πρὸς τὴν βίαν τῶν ἀνέμων ὑπεῖξάν ποτε καὶ ἀναρραγέντες ἐδέξαντο τὴν ἑκατέρωθεν θάλατταν, καὶ ταύτην καὶ τὴν μεταξὺ τῶν ἄλλων τῶν ταύτῃ νήσων· καὶ γὰρ ἡ Προχύτη καὶ Πιθηκοῦσσαι

558
ἀποσπάσματα τῆς ἠπείρου καὶ αἱ Καπρίαι καὶ ἡ Λευκωσία καὶ Σειρηνοῦσσαι καὶ Οἰνωτρίδες. Αἱ δὲ καὶ ἐκ τοῦ πελάγους ἀνέδυσαν, καθάπερ καὶ νῦν πολλαχοῦ συμβαίνει· τὰς μέν γὰρ πελαγίας ἐκ βυθοῦ μᾶλλον ἀνενεχθῆναι πιθανὸν, τὰς δὲ προκειμένας τῶν ἀκρωτηρίων καὶ πορθμῷ διειργομένας ἐντεῦθεν ἀπερρωγέναι δοκεῖν εὐλογώτερον. Ἡ δὲ Λευκοπέτρα νοτιωτέρα ἐστὶ τοῦ Ῥηγίου, καὶ ἔτι τὸ Ἡράκλειον πέρας νότιον· καὶ ἀπ᾿ αὐτοῦ πρὸς ἀνατολὰς βορειότερον τὸ Ζεφύριον ἄκρον καὶ οἱ Ἐπιζεφύριοι Λοκροὶ, ἔποικοι τῶν πρὸς τῷ Κρισαίῳ κόλπῳ Λοκρῶν. Καί εἰσιν ἀπὸ Ῥηγίου πόλεως μέχρι Λοκρῶν πόλεως στάδιοι χ΄. πρῶτοι δὲ Λοκροὶ οὗτοι νόμοις ἐγγράπτοις ἐχρήσαντο καὶ εὐνομήθησαν ἔτη πολλά. Καὶ Διονύσιος, ἐκπεσὼν Σικελίας, ἀνομώτατα πάντων διεχρήσατο· ὅς γε προεγάμει μέν, παρεισιὼν εἰς τὸ δωμάτιον, τὰς νυμφοστοληθείσας· συναγαγὼν δέ τὰς ὡραίας παρθένους περιστερὰς ὁλοπτέρους ἐν τοῖς συμποσίοις ἠφίει κἀκείνας ἐκέλευε γυρεύειν γυμνάς· τινὰς δὲ καὶ σανδάλια ὑποδουμένας ἄζυγα, τὸ μὲν ὑψηλὸν, τὸ δὲ ταπεινὸν, περιδιώκειν ἔφασαν--- τοῦ ἀπρεποῦς χάριν. Δίκας μέντοι ἔδωκεν· ἐπειδὴ γὰρ εἰς τὴν Σικελίαν ἐπανῆλθε τὴν ἀρχήν ἀναληψόμενος, εἱ Λοκροὶ καταλύσαντες τήν φρουρὰν ἠλευθέρωσαν σφᾶς καὶ τῆς γυναικὸς καὶ τῶν δύο θυγατέρων καὶ τοῦ νεωτέρου υἱοῦ κύριοι κατέστησαν. Πολλὰ δὲ δεομένῳ τῷ Διονυσίῳ καὶ αὐτῷ, καὶ Ταραντίνοις ὑπέρ αὐτοῦ, προέσθαι τὰ σώματα ἐφ᾿ οἶς ἂν ἐθελήσωσιν, οὐκ ἔδοσαν· ἀλλὰ τὸν θυμὸν εἰς τὰς θυγατέρας τὸν πλεῖστον ἐξέχεαν. Καταπορνευθείσας γὰρ ἐστραγγάλισαν· εἶτα καύσαντες τὰ σώματα κατήλεσαν τὰ ὀστᾶ καὶ κατεπόντωσαν.

Ὅτι Ἄληξ ποταμὸς διορίζει Ῥηγίνην τε καὶ Λοκρίδα· οὗ ἐν ταῖς ὄχθαις ἴδιόν τι συμβαίνει περὶ τοὺς τέττιγας. Οἱ μὲν γὰρ ἐν τῆ τῶν Λοκρῶν περαία φθέγγονται, τοῖς δὲ ἀφώνοις εἶναι συμβαίνει. Τὸ δ᾿ σἴτιον εἰκάζουσιν, ὅτι τοῖς μέν παλίνσκιόν ἐστι τὸ χωρίον, ὥστε ἐνδρόσους ὄντας μή διαστέλλειν τοὺς ὑμένας, τοῖς δὲ ἡλιαζομένοις ξηροὺς καὶ κερατώδεις ἔχειν, ὥστε ἀπ᾿ αὐτῶν εὐφυῶς ἐκπέμπεσθαι τὸν φθόγγον. Τὴν δὲ μεσόγαιαν Λοκρῶν καὶ Ῥηγίνων Βρέττιο κατέχουσιν· ἐν οἶς καὶ ἡ ἀρίστη πίττα γίνεται καὶ πλείστη.

Ὅτι μετὰ (τὸ ἄκρον) Λοκροὺς ἡ Σάγρα ἐστίν· ἔνθα μύριοι Λοκροὶ μετὰ Ῥηγίνων πρὸς ιγ΄ μυριάδας Κροτωνιατῶν ἀγωνισάμενοι ἐνίκησαν. Καὶ ἐκ τούτου ἡ παροιμία πρὸς τοὺς ἀπιστοῦντας· « ἀληθέστερα τῶν ἐπὶ Σάγρα. » Φασὶ δὲ τὴν αὐτὴν ἡμέραν τὴν ἀγγελίαν μηνυθῆναι Ὀλυμπίασι τοῦ ἔργου τούτου.

Ὅτι μετὰ Σάγραν Καυλωνία ἐστίν. Εἶτα Συλήτιον, Μενεσθέως τοῦ Ἀθηναίου κτίσμα· νῦν δὲ Σκυλάκιον καλεῖται· ἐκ τούτου δὲ ὁ Σκυλητικὸς

559
κόλπος καλεῖται· εἶτα ἡ Κροτωνιᾶτις χώρα καὶ τῶν Ἰαπύγων ἄκραι τρεῖς· εἶτα τὸ Λακίνιον, ἱερὸν Ἥρας πλουσιώτατον. Ἀρχὴ δέ ἐστι τοῦ Κροτωνιάτου κόλπου τὸ ἄκρον τοῦτο καὶ Αἴσαρος ποταμὸς καὶ Κρότων πόλις. Τὸ δὲ θεοῦ χρήσαντος Ἀχαιοῖς Κρότωνα κτίζειν, ἀπεστάλη Μύσκελλος κατασκεψόμενος τὴν χώραν· ἰδόντα δέ φασι ἐκτισμένην ἤδη Σύβαριν, ποταμῷ τῷ πλησίον ἐπώνυμον, κρῖναι ταύτην εἶναι ἀμείνω· ἐπανελθόντα δʼ ἐρέσθαι τὸν θεὸν, εἰ κελεύοι ταύτην ἀντʼ ἐκείνης κτίζειν· τὸν δὲ ἀνειπεῖν (ἐτύγχανε δὲ ὑπόκυφος ὢν ὁ Μύσκελλο)·
  • Μύσκελλε βραχύνωτε παρὲκ σέθεν ἄλλο ματεύων,
  • κλαύματα θηρεύεις· δῶρον δ᾿, ὅ τι δῶ τις, ἐπαίνει.
  • Ἐπανελθόντα δὲ κτίσαι τὸν Κρότωνα, συμπράξαντος καὶ Ἀρχίου τοῦ τὰς Συρακούσσας οἰκίσαντος, προσπλεύσαντος κατὰ τύχην, ἡνίκα ὥρμητο ἐπὶ τὸν τῶν Συρακουσσῶν οἰκισμόν. ᾬκουν δὲ Ἰάπυγες τὸν Κρότωνα τότε. Δοκεῖ οὖν ὁ Κρότων τά τε πολέμια καλῶς ἀσκῆσαι καὶ τὰ περὶ τὴν ἄθλησιν· ἐν μιᾷ γοῦν Ὀλυμπιάδι οἱ τῶν ἄλλων προτερήσαντες τῷ σταδίῳ ζ΄ ἄνδρες ἄπαντες ὑπῆρξαν Κροτωνιᾶται· ὥστε εἰκότως εἰρῆσθαι δοκεῖ, διότι Κροτωνιατῶν ὁ ἔσχατος πρῶτος ἦν τῶν ἄλλων Ἑλλήνων. Ἀλλὰ καὶ Μίλων ὁ Κροτωνιάτης ἀθλητὴς, Πυθαγόρου μαθητὴς γεγονὼς, θαυμαστὰ διεπράξατο ἀγωνίσματα ἐν Ὀλυμπίᾳ. Φασὶ δὲ αὐτὸν ἐν τοῖς Πυθαγορείοις ὄντα καὶ συνεστιώμενον, ἑνὸς τῶν στύλων πεσεῖνμέλλοντος, ὑποβαλόντα ἑαυτὸν ἐκσῶσαί τε τοὺς συνόντας καὶ ἑαυτὸν ὑποσπάσαι. Τῇ δʼ αὐτῇ ῥώμῃ χρώμενόν φασιν, ὁδοιποροῦντά ποτε δʼ ὅλης βαθείας, παραβῆναι τὴν ὁδὸν ἐπὶ πολύ· εἶθ᾿ εὑρόντα ξύλον ἐσφηνωμένον, ἐμβαλόντα χεῖρας ἅμα καὶ πόδας εἰς τὴν διάστασιν, βιάζεσθαι πρὸς τὸ διασχίσαι· τοσοῦτον δʼ ἰσχῦσαι μόνον, ὥστʼ ἐκπεσεῖν τοὺς σφῆνας, εἶτ᾿ εὐθὺς τὰ μέρη ἐπισυμπεσεῖν τοῦ ξύλου· ἀποληφθέντα δʼ αὐτὸν ἐν τοιαύτῃ πάγῃ θηριόβρωτον γενέσθαι.

    Ὅτι ἐφεξῆς τῷ Κρότωνι σταδίοις σ΄ ἡ Σύβαρίς ἐστι πόλις, μεταξὺ δυεῖν ποταμῶν Κράθιδος καὶ Συβάριδος· τοσοῦτον δὲ ἡ πόλις εὐτύχησεν, ὡς δ΄ μὲν ἐθνῶν τῶν πλησίον ἦρξεν, κε΄ δὲ πόλεων, λ΄ δὲ μυριάσιν ἀνδρῶν ἐπὶ Κρότωνα ἐστράτευσεν, ν΄ δὲ σταδίων κύκλον οἱ συνοικοῦντες ἐπλήρουν ἐπὶ τῷ Κρέθιδι. Ὑπὸ μέντοι τρυφῆς καὶ ὕβρεως ἅπασαν τὴν εὐδαιμονίαν ἀφῃρέθησαν ὑπὸ Κροτωνιατῶν ἐν ἡμέραις ο΄. Ἑλόντες γὰρ τὴν πόλιν ἐπήγαγον τὸν ποταμὸν καὶ κατέκλυσαν. Τὴν δὲ πόλιν οἱ περιλειφθέντες εἰς ἕτερον τόπον μετέθηκαν καὶ Θουρίους προσηγόρευσαν, ἀπό τινος κρήνης πλησίον οὔσης ὀνομάσαντες.

    Ὅτι ὁ Σύβαρις ποταμὸς τοὺς πίνοντας ἵππους ἀπʼ αὐτοῦ πτυρτικοὺς ποιεῖ· διὸ καὶ τὰς ἀγέλας ἀπείργουσιν ἀπʼ αὐτοῦ. Ὁ δὲ Κρᾶθις τοὺς ἀνθρώπους

    560
    ξανθοτριχεῖν καὶ λευκοτριχεῖν ποιεῖ λουομένους καὶ ἄλλα πολλὰ πάθη ἰᾶται.

    Ὅτι Θούριοι ὑπὸ Λευκανῶν ἠνδραποδίσθησαν· Ῥωμκῖοι δὲ, ἐποίκους στείλαντες ἐπʼ αὐτὴν, μετωνόμασαν τάν πόλιν Κοπίας.

    Ὅτι μετὰ Θουρίους Ἡράκλειά ἐστι πόλις καὶ μετ᾿ αὐτὴν ἀπὸ σταδίων μ΄ Μεταπόντιόν ἐστι πόλις, κτίσμα Πυλίων, τῶν ἐξ Ἰλίου μετὰ Νέστορος πλευσάντων· καὶ τοσοῦτον ἀπὸ γεωργίας εὐτύχησαν, ὡς ἐν Δελφοῖς ἀναθεῖναι χρυσοῦν θέρος.

    Ὅτι τῶν τριῶν πλευρῶν τῆς Σικελίας τὸ μέν μέγιστον, μεταξὺ Πελωρίδος καὶ Λιλυβαίου, κυρτόν ἐστι, σταδίων αψκ΄· τὰ δὲ δύο κοῖλά πως. Ἡ δὲ μεταξὺ Παχύνου καὶ Πελωρίδος ὲλαχίστη σταδίων αρλ΄· ὁ δέ περίπλους σταδίων δυ΄· ἀπὸ δέ Λιλυβαίου εἰς τὴν Λιβύην τὸ δίαρμα στάδιοι αφ τοὐλάχιστον. Καὶ τῶν ὀξυδορκούντων τις ἀπὸ τινος σκοπιᾶς τοῖς ἐν Λιλυβαίῳ ἀπαγγέλλει τὸν ἀριθμὸν τῶν ἀπὸ Λιβύης σκαφῶν ἀναγομένων. Πόλεις δέ εἶσι κατὰ μέν τὸ ἀνατολικὸν πλευρὸν Μεσσήνη βορειοτάτη, εἶτα Ταυρομένιον, εἶτα Κατάνη, Νάξος, Μέγαρα, Συράκουσασαι. Ἡ δὲ Μεσσήνη πρότερον Ζάγκλη ἐκαλεῖτο διὰ τὴν τοῦ τόπου σκολιότητα. Δείκνυται δέ καὶ ἡ Χάρυβδις μικρὸν πρὸ τῆς Μεσσήνης ἐν τῶ πορθμῷ, βάθος ἐξαίσιον, εἰς δ αἱ παλίρροιαι τοῦ πορθμοῦ κατάγουσιν εὐφυῶς τὰ σκάφη τραχηλιζόμενα μετὰ συστροφῆς καὶ δίνης μεγάλης· καταποθέντων δὲ καὶ διαλυθέντων τὰ ναυάγια παρασύρεται πρὸς ἠιόνα τῆς Ταυρομενίας, ἣν καλοῦσιν ἀπὸ τοῦ συμπτώματος τούτου Κοπρίαν. Ἀπέχει δ᾿ ἡ Μεσσήνη ἀπὸ Ῥηγίου πόλεως δίαρμα σταδίων ξ΄· ἀπὸ δὲ τῆς Στυλίδος πολὺ ἔλαττον. Τοσοῦτον δ᾿ οἱ Μαμερτῖνοι ἔθνος ἐπεκράτησι τῆς ώρας, ώς τὸν λαριστον οἶνον μὴν Μεσσήιον, ἀλλὰ Μαμερτῖνον καλεῖσθαι.

    Ὅτι ἐκ τῶν τῆς Αἴτνης ῥυάκων τοῦ πυρὸς, κατερχομένων πρὸς τὴν Καταναίαν ποτὲ, Ἀμφίνομος καὶ Ἀναπίας, εὐσεβεῖς ἄνδρες, ἀράμενοι τοὺς γονέας ἐπὶ τῶν ὥμων διέσωσαν. Κατατεφρούμενα δέ τὰ Καταναίων χωρία πρὸς καιρὸν ἡ σποδὸς λυπεῖ, χρόνῳ δὲ ποιεῖ ὕστερον εὐάμπελον καὶ χρηστόκαρπον, τῆς ἄλλης οὐχ ὁμοίως οὔσης εὐοίνου. Τὰς τε ῥίζας ἃς ἐκφέρει τὰ κατατεφρωθέντα χωρία, πιαίνειν ἐπὶ τοσοῦτον τὰ πρόβατά φασιν, ὥστε πνίγεσθαι, καὶ διὰ τοῦτο δι᾿ ἡμερῶν δ΄ ἀφαιροῦσιν ἐκ τῶν ὤτων αἷμα, καθάπερ καὶ ἐν τῇ Ἐρυθεία νήσῳ ποιοῦσιν. Ὁ δὲ ῥύαξ εἰς πῆξιν μεταβάλλων ἀπολιθοῖ τὴν ἐπιφάνειαν τῆς γῆς ἐφ᾿ ἱκανὸν βάθος, ὥστε λατομίας εἶναι χρείαν τοῖς ἀνακαλύψαι βουλομένοις τὴν ἐξ ἀρχῆς ἐπιφάνειαν. Τακείσης γὰρ ἐν τοῖς κρατῆρσι τῆς πέτρας, ςἶτ᾿ ἀναβληθιίσης, τὸ ὑπερχυθέν τῆς κορυφῆς ὑγρὸν πηλός ἐστι μέλας, ῥέων κατὰ τῆς ὀρεινῆς. Εἶτα πῆξιν

    561
    λαβὼν γίνεται λίθος μυλίας, τὴν αὐτὴν φυλάττων χρόαν, ἣν ῥέων εἶχεν· καὶ ἡ σποδὸς δὲ καιομένων τῶν λίθων ὡς ἀπὸ τῶν ξύλων γίνεται. Καθάπερ οὖν τὸ πήγανον τῇ ξυλίνῃ σποδῷ τρέφεται, τοιοῦτον ἔχειν τι οἰκείωμα πρὸς τὴν ἄμπελον εἰκὸς τὴν Αἰτναίαν σποδόν.