Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι περὶ τὴν Κύμην σημεῖά τινα δείκνυνται τῆς μυθευομένης ἐν Ὀδυσσείᾳ νεκυομαντείας· οἷον Στῦξ καὶ Ἀχερουσία λίμνη καὶ Ἀχέρων καὶ τὰ ἐκεῖσε θερμὰ λουτρὰ ἀντὶ τοῦ Πυριφλεγέθοντος· ἐστι δὲ καὶ διῶρυξ κρυπτὴ, διεξόδους ἔχουσα καὶ νεκυομαντεῖον, καὶ οἱ εἰσιόντες διὰ νυκτὸς εἰσίασι καὶ ἐξέρχονται, ὥστε ἀναλογεῖν τοῖς παρ᾿ Ὁμήρῳ Κιμμιρίοις. Τὸ δ᾿ αὐτὸ φαίνεται ἔργον καὶ περὶ τὴν πλησόν Νεάπολιν.

Ὁτι ὲν Νεαπόλει θερμὰ λουτρά εἰσιν ὑγιαστικά τε καὶ ἀπολαυστικὰ, οὐ χείρω μέν τῶν ἐν Βαΐαις, ἐλάττω δέ. Καὶ πολλοὶ Ῥωμαίων, ἐρῶντες ἡσυχίας τε καὶ ἀναπαύσεως, μετοικίζονται εἰς Νεάπολιν.

Ὅτι ὑπὲρ τὴν Νεάπολιν ὄρος ἐστὶν Οὐεσούϊον καλούμενον, ἀγροῖς περιοικούμενον παγκάλοις, πλὴν τῆς κορυφῆς· αὕτη δ᾿ ἑπίπεδος μέν πολὺ μέρος ἐστὶν, ἄκαρπος δʼ ὅλη. Ἐκ δὲ τῆς ὄψεως τεφρώδης ἐστὶ καὶ κοιλάδας φέρει σηραγγώδεις πετρῶν αἰθαλωδῶν κατὰ τὴν χρόαν, ὡς ἂν ἐκβεβρωμένων ὑπὸ πυρός· ὥστε τεκμήραιτο ἔν τις τὸ χωρίον τοῦτο καίεσθαι πρότερον καὶ ἔχειν κρατῆρας πυρὸς, σβεσθῆναι δʼ ἐπιλιπούσης τῆς ὕλης. Τάχα δὲ καὶ τῆς εὐκαρπίας τῆς κύκλῳ τοῦτο αἴτιον· ὥσπερ ἐν τῆ Κατάνῃ τὸ κατατεφρωθέν μέρος ἐκ τῆς σποδοῦ τῆς ἀνενεχθείσης ὑπὸ τοῦ Αἰτναίου πυρὸς εὐάμπελον τὴν γῆν ἐποίησεν. Ἔχει μέν γὰρ τὸ λιπαῖνον καὶ ἡ ἐκπυρουμένη βῶλος καὶ ἡ ἐκφέρουσα τοὺς καρπούς. Πλεονάζουσα δὲ τῷ λίπει πρὸς ἐκπύρωσιν ἐπιτηδεία, καθάπερ ἡ θειώδης πᾶσα· ἐξικμασθεῖσα

555
δὲ καὶ σβεσθεῖσα καὶ ἐκτεφρωθεῖσα εἰς καρπογονίαν μεταβάλλει.

Ὅτι πρὸ τῆς Πικεντίνης καὶ Καμπανίας τοῦ μένου τῷ τε Μισηνῷ καὶ τῷ Ἀθηναίῳ ἀκρωτηρίοις νησῖδές εἰσιν, αἵ τε Πιθηκοῦσσαι καὶ Καπρέαι καὶ Σειρηνοῦσσαι καὶ Προχύτη.

Ὅτι κατὰ τὸν Πίνδαρον πᾶς ὁ χῶρος ὁ ἀπὸ τῆς Κύμης μέχρι Σικελίας διάπυρός ἐστι καὶ κατὰ βάθους ἔχει κοιλίας τινὰς εἰς ἓν συναπτούσας. Διόπερ τοιαύτη ἐστὶν ἥ τε Αἴτνη καὶ αἱ τῶν Λιπαραίων νῆσοι καὶ τὰ περὶ Δικαιαρχίαν καὶ Νεάπολιν καὶ Βαΐας χωρία καὶ αἱ Πιθηκοῦσσαι.

Ὅτι Τίμαιος ἱστορεῖ, ἀπὸ σεισμῶν λόφον τινὰ τῶν περὶ τὴν Νεάπολιν νήσων καταπεσόντα ἀναβαλεῖν πῦρ καὶ τὸ μεταξὺ αὐτοῦ καὶ τῆς θαλάσσης ἐξῶσαι (πάλιν) ἐπὶ τὸ πέλαγος· τὸ δʼ ἐκτεφρωθέν τῆς γῆς, μετεωρισμὸν λαβὸν, κατασκῆψαι πάλιν τυφωνοειδῶς εἰς τὴν νῆσον, καὶ εἰς τρεῖς τὴν θάλατταν σταδίους ἀναχωρήσασαν μετʼ οὐ πολὺ ὑποστρέψαι καὶ τῇ παλιρροία κατακλύσαι τὴν νῆσον καὶ γενέσθαι σβέσιν τοῦ ἐν αὐτῇ πυρός· ἀπὸ δὲ τοῦ ἤχου τοὺς ἐν τῇ ἠπείρῳ φυγεῖν ἐκ τῆς παραλίας εἰς τὴν Καμπανίαν.

Ὅτι τοῖς Καμπανοῖς συνέβη διὰ τὴν τῆς χώρας εὐδαιμονίαν ἐπ᾿ ἴσον ἀγαθῶν ἀπολαῦσαι καὶ κακῶν. Ἐπὶ τοσοῦτον μὲν γὰρ ἐτρύφησαν, ὥστε ἐπὶ δεῖπνον ἐκάλουν πρὸς ζεύγη μονομάχων, ὁρίζοντες ἀριθμὸν κατὰ τὴν τῶν δείπνων ἀξίαν. Ἀννίβα δʼ ἐς ἐνδόσεως λαβόντος αὐτοὺς, δεξάμενοι χειμαδίοις τὴν στρατιὰν, οὕτως ἐξεθήλυναν ταῖς ἡδοναῖς, ὥστε ὁ Ἀννίβας ἔφη, νικῶν κινδυνεύειν ἐπὶ τοῖς ἐχθροῖς γενέσθαι, γυναῖκας ἀντὶ τῶν ἀνδρῶν τοὺς στρατιώτας ἀπολαβών. Ῥωμαῖοι δὲ κρατήσαντες πολλοῖς κακοῖς αὐτοὺς ἐσωφρόνισαν.

Ὅτι μετὰ τὴν Καμπανίαν ἡ Πικεντίνη ἐστὶ παραλία. Ἄποικοι δʼ οὗτοι γεγόνασιν ἀπὸ τῶν ἐν τῇ Ἀδρίᾳ Πικήνων, ὑπὸ Ῥωμαίων ἐξαναστάντες εἰς τὸν Ποσειδωνιάτην τοῦτον κόλπον, ὃς νῦν Παιστανὸς καλεῖται, καὶ ἡ πόλις ἡ Ποσειδωνία Παιστὸς, ἐν μέσῳ κειμένη τῷ κόλπῳ. Ἐπίνοσος δʼ ἐστὶν ἡ πόλις διὰ τὰ περικείμενα ἕλη τοῦ ποταμοῦ.

Ὅτι περὶ Πικεντίνους καὶ Λευκανοὺς ὕδωρ ἐστὶ πότιμον, ἐν ᾧ, φυτοῦ τινος ἐμβληθέντος, εὐθὺς λιθοῦται τὸ φυτὸν, φυλάττον τὴν χρόαν καὶ τὸ σχῆμα ὅπερ καὶ εἶχεν.

566

Ὅτι πρὸ τοῦ Ποσειδωνιάτου κόλπου Λεσκωσία νῆσός ἐστιν, ἐπώνυμος μιᾶς τῶν Σειρήνων, ὅτε ἑαυτὰς κατεπόντωσαν διὰ τὸν Ὀδυσσέα.

Ὅτι μετὰ τὸν Ποσειδωνιάτην κόλπον πρὸς νότον ἕτερός ἐστι κόλπος, ἔνθα πόλις Φωκαέων κτίσμα Ἔλη (οἱ δέ νῦν Ἰλέαν αὐτὴν καλοῦσι), πατρὶς οὖσα Παρμενίδου καὶ Ζήνωνος, τῶν Πυθαγορείων. Εὐνομεῖτο δ᾿ ἡ πόλις, καὶ διὰ τὴν τῆς χώρας λυπρότητα ἐθαλαττούργουν καὶ ταρίχη κατεσκεύαζον καὶ τὰ τοιαῦτα.

Ὅτι ὁ πάσης Λευκανίας παράπλους στάδια χν΄. Καὶ πρὸς τῷ πέρατι τῆς Λευκανίας ἡρῷον τοῦ Δράκοντος, ἑνὸς τῶν Ὀδυσσέως ἑταίρων· ἑφ σὗ καὶ ὁ χρησμὸς ἐγένετο· « Λαῖον ἀμφὶ Δράκοντα πολύν ποτε λαὸν ὀλεῖσθαι. » Ἐπὶ γὰρ ταύτην λαοὶ στρατεύσαντες οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπὸ Λευκανῶν ὴτύχησαν, ἐξαπατηθέντες τῷ χρησμῷ.

Ὅτι Πετιλία, ἡ τῶν Λευκανῶν μητρόπολις, Φιλοκτήτου ἐστὶ κτίσμα, κατὰ στάσιν ἐκπεσςόντος τῆς Μελιβοίας· αὕτη τε καὶ ἡ Κρίμισσα περὶ τοὺς αὐτοὺς τόπους.

Ὅτι ἀπὸ Λευκοπέτρας τῆς ἐν τῷ πορθμῷ ὡς ἐπὶ βορρᾶν ἡ παραλία περὶ μίλια σ΄ ὑπὸ Βρεττίων οἰκεῖται· ἥτις πρότερον μὲν Οἰνωτρία ἐκαλεῖτο, ὕστερον δὲ Ἰταλία ἰδίως. Ὅριον δʼ αὐτῆς πρὸς μὲν τῷ Τυρρηνικῷ πελάγει ὁ Λαῦος ποταμὸς, πρὸς δὲ τῷ Σικελικῷ τὸ Μεταπόντιον.

Ὅτι ὁ μὲν Ἱππωνιάτης κόλπος ἐν τῷ Τυρρηνικῷ πελάγει, ὁ δὲ Σκυλλητικὸς κόλπος ἐν τῷ Σικελικῷ, ἀπολαμβάνουσιν ἰσθμὸν μεταξὺ ἑαυτῶν σταδίων ἑκατὸν ἐξήκοντα. Ὁ δὲ περίπλους τῆς χερρονήσου στάδιοι β.

Ὅτι ἡ τῶν Λευκανῶν χώρα μεταξὺ κεῖται δύο θαλασσῶν· ὧν ἡ μέν Τυρρηνικὴ ἀπὸ Λαύου ποταμοῦ ἕως Σιλάρου ποταμόῦ ἐστιν, ἡ δὲ Σικελική ἀπὸ Θουρίων εἰς Μεταπόντιον· κατὰ δὲ τὴν ἤπειρον ἀπὸ Σαμνιτῶν ἕως τοῦ ἰσθμοῦ τοῦ μεταξὺ Λαύου τε ποταμοῦ καὶ Θουρίων· πλάτος δὲ τοῦ ἰσθμοῦ τούτου τ΄ στάδια. Πρὸς δέ νότον ὑπὲρ τούτων Βρέττιοι ἔχουσιν ἕως τοῦ ἰσθμοῦ, ἀπολαμβάνοντες τὴν χερρόνησον τὴν μεταξὺ Ἱππωνιάτου κόλπου καὶ Σκυλλητικοῦ. Βρεττίους δὲ καλοῦσιν αὐτοὺς οἱ Λευκανοὶ, καὶ δηλοῖ τὸ ὄνομα ἀποστάτας· δοῦλοι γὰρ ὄντες τῶν Λευκανῶν ἀπέστησαν αὐτῶν, συμμαχοῦντος Διονυσίου τοῦ Σικελίας τυράννου.

557

Ὅτι ἐγγὺς τοῦ Λαύου πρὸς νότον ἡ Τέμεσά ἐστι πόλις, ἡ ὕστερον Τέμψα κληθεῖσα· ᾖς καὶ Ὅμηρος μέμνηται. Καί εἰσι καὶ χαλκουργεῖα ἐκεῖ ἐκλελοιπότα· καὶ ἡρῷον ἐκεῖ Πολίτου, τῶν Ὀδυσσέως ἑταίρων ἑνὸς, δολοφονηθέντος ὑπὸ τῶν ἐγχωρίων καὶ μηνίσαντος κατʼ αὐτῶν χαλεπῶς οὕτως, ὡς καὶ δασμο φορεῖν αὐτοὺς ὅσα ἔτη· καὶ παροιμίαν ἐπʼ αὐτῷ γενέσθαι· « Μηδεὶς τὸν ἥρωα τὸν ἐν Τεμέσῃ. » Λέγεται δέ καὶ Ταμάση διὰ τοῦ α. Τινὲς δʼ οὐ ταύτης φασὶ τὸν Ὅμηρον μεμνῆσθαι.

Ὅτι μετὰ τὴν Τέμψαν Κοσεντία ἐστὶ μητρόπολις Βρεττίων· καὶ μετʼ αὐτὴν Πανδοσία, φρούριον ὀχυρὸν τρικόρυφον, Ἀχέροντι ποταμῷ περιρρεόμενον· ἔνθα ὁ Μολοττὸς Ἀλέξανδρος διεφθάρη, ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐκ Δωδώνης χρησμοῦ, κελεύοντος φυλάττεσθαι Πανδοσίαν καὶ Ἀχέροντα· ἦσαν δὲ ἄρα καὶ περὶ Θεσπρωτίαν Πανδοσία καὶ Ἀχέρων. Ἐξηπάτησε δὲ καὶ ἄλλο λόγιον· « Πανδοσία τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις· » ἄδηλον ὄν, πότερον οἰκεῖον ἢ ὀθνεῖον.

Ὅτι οἱ ἐν Πελοποννήσῳ Μεσσήνιοι ἔπεμψαν ἑαυτῶν παρθένους εἰς ἱερουργίαν τῇ Ἀρτέμιδι· ἅς τινες τῶν Λακεδαιμονίων καὶ αὐτῶν Μεσσηνίων κατὰ τὴν ὁδὸν ἐβιάσαντο. Ταύτας οἱ πέμψαντες Μεσσηνίων ἐκδικοῦντες ἐπολέμησαν τοῖς βιασαμένοις καὶ ἡττηθέντες ἔφυγον· καὶ εἰς Δελφοὺς πέμψαντες ἐνεκάλουν, μεμφόμενοι τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, εἰ τοιούτου τυγχάνοιεν, ἀνθʼ ὧν ἐτιμώρουν αὐτοῖς, καὶ πυνθανόμενοι πῶς ἂν σωθεῖεν ἀπολωλότες· ὁ δʼ Ἀπόλλων ἐκέλευσε στέλλεσθαι μετὰ Χαλκιδέων εἰς τὸ Ῥήγιον καὶ τῇ ἀδελφῇ αὐτοῦ χάριν ἔχειν· οὐ γὰρ ἀπολωλέναι αὐτοὺς, ἀλλὰ σεσῶσθαι, μέλλοντάς γε μὴ συναφανίσεσθαι τῇ πατρίδι, ἁλωσομένῃ μικρὸν ὕστερον ὑπὸ Σπαρτιατῶν. Οἱ δὲ πεισθέντες ἔκτισαν σὺν Χαλκιδεῦσι τὸ Ῥήγιον ἐν Σικελίᾳ.

Ὅτι Ῥήγιον ἐκλήθη διὰ τὸ ῥαγῆναι ὑπὸ σεισμῶν μεγάλων ἐκ τῆς ἠπείρου τήν Σικελίαν. Τεκμαίροιτο δʼ ἄν τις ἀπὸ τῶν περὶ τὴν Αἴτνην συμπτωμάτων καὶ τῶν κατὰ Λιπάραν καὶ τὰς περὶ αὐτὴν νήσους, ἔτι δὲ καὶ τῶν κατὰ τὰς Πιθηκούσσας καὶ τὴν προσεχῆ περαίαν ἅπασαν, οὐκ ἀπεικὸς εἶναι καὶ τοῦτο συμβῆναι. Νυνὶ μὲν οὖν, ἀνεῳγμένων τούτων τῶν στομάτων, διʼ ὧν τὸ πῦρ ἀναφυσᾶται καὶ μύδροι καὶ ὕδατα ἐκπίπτει, σπάνιόν τι σείεσθαί φασι τὴν περὶ τὸν πορθμὸν γῆν· τότε δὲ, πάντων ἐμπεφραγμένων τῶν εἰς τὴν ἐπιφάνειαν πόρων, ὑπὸ γῆς σμυχόμενον τὸ πῦρ καὶ τὸ πνεῦμα σεισμοὺς ἀπειργάζετο σφοδρούς· μοχλευόμενοι δʼ οἱ τόποι πρὸς τὴν βίαν τῶν ἀνέμων ὑπεῖξάν ποτε καὶ ἀναρραγέντες ἐδέξαντο τὴν ἑκατέρωθεν θάλατταν, καὶ ταύτην καὶ τὴν μεταξὺ τῶν ἄλλων τῶν ταύτῃ νήσων· καὶ γὰρ ἡ Προχύτη καὶ Πιθηκοῦσσαι

558
ἀποσπάσματα τῆς ἠπείρου καὶ αἱ Καπρίαι καὶ ἡ Λευκωσία καὶ Σειρηνοῦσσαι καὶ Οἰνωτρίδες. Αἱ δὲ καὶ ἐκ τοῦ πελάγους ἀνέδυσαν, καθάπερ καὶ νῦν πολλαχοῦ συμβαίνει· τὰς μέν γὰρ πελαγίας ἐκ βυθοῦ μᾶλλον ἀνενεχθῆναι πιθανὸν, τὰς δὲ προκειμένας τῶν ἀκρωτηρίων καὶ πορθμῷ διειργομένας ἐντεῦθεν ἀπερρωγέναι δοκεῖν εὐλογώτερον. Ἡ δὲ Λευκοπέτρα νοτιωτέρα ἐστὶ τοῦ Ῥηγίου, καὶ ἔτι τὸ Ἡράκλειον πέρας νότιον· καὶ ἀπ᾿ αὐτοῦ πρὸς ἀνατολὰς βορειότερον τὸ Ζεφύριον ἄκρον καὶ οἱ Ἐπιζεφύριοι Λοκροὶ, ἔποικοι τῶν πρὸς τῷ Κρισαίῳ κόλπῳ Λοκρῶν. Καί εἰσιν ἀπὸ Ῥηγίου πόλεως μέχρι Λοκρῶν πόλεως στάδιοι χ΄. πρῶτοι δὲ Λοκροὶ οὗτοι νόμοις ἐγγράπτοις ἐχρήσαντο καὶ εὐνομήθησαν ἔτη πολλά. Καὶ Διονύσιος, ἐκπεσὼν Σικελίας, ἀνομώτατα πάντων διεχρήσατο· ὅς γε προεγάμει μέν, παρεισιὼν εἰς τὸ δωμάτιον, τὰς νυμφοστοληθείσας· συναγαγὼν δέ τὰς ὡραίας παρθένους περιστερὰς ὁλοπτέρους ἐν τοῖς συμποσίοις ἠφίει κἀκείνας ἐκέλευε γυρεύειν γυμνάς· τινὰς δὲ καὶ σανδάλια ὑποδουμένας ἄζυγα, τὸ μὲν ὑψηλὸν, τὸ δὲ ταπεινὸν, περιδιώκειν ἔφασαν--- τοῦ ἀπρεποῦς χάριν. Δίκας μέντοι ἔδωκεν· ἐπειδὴ γὰρ εἰς τὴν Σικελίαν ἐπανῆλθε τὴν ἀρχήν ἀναληψόμενος, εἱ Λοκροὶ καταλύσαντες τήν φρουρὰν ἠλευθέρωσαν σφᾶς καὶ τῆς γυναικὸς καὶ τῶν δύο θυγατέρων καὶ τοῦ νεωτέρου υἱοῦ κύριοι κατέστησαν. Πολλὰ δὲ δεομένῳ τῷ Διονυσίῳ καὶ αὐτῷ, καὶ Ταραντίνοις ὑπέρ αὐτοῦ, προέσθαι τὰ σώματα ἐφ᾿ οἶς ἂν ἐθελήσωσιν, οὐκ ἔδοσαν· ἀλλὰ τὸν θυμὸν εἰς τὰς θυγατέρας τὸν πλεῖστον ἐξέχεαν. Καταπορνευθείσας γὰρ ἐστραγγάλισαν· εἶτα καύσαντες τὰ σώματα κατήλεσαν τὰ ὀστᾶ καὶ κατεπόντωσαν.