Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἐκ τῶν αὐτῶν τόπων τῆς Λιγυστικῆς ἔρχονται αἵ τε Ἄλπεις καὶ τὰ Ἀπέννινα ὄρη. Φασὶ δὲ τὰ ὄρη τῆς Λιγυστικῆς τοσοῦτον εἶναι ξυλοτρόφα, ὡς εὑρίσκεσθαί τινα δένδρα καὶ ὀκτὼ ποδῶν ἔχοντα τὸ διάμετρον τοῦ πάχους τὰ δὲ ὄρη ταῦτα ὑπερύψηλα καὶ ἀπότομα.

Ὅτι οἱ Λίγυες οἴνῳ χρῶνται τῷ ἐκ τῆς γῆς σφῶν γινομένῳ, πιττίτῃ, αὐστηρῷ. Πλεονάζει δὲ καὶ τὸ λιγγούριον παρ αὐτοῖς, ὅ τινες ἤλεκτρον προσαγορεύουσιν.

548

Ὅτι μεταξὺ Λιγύων καὶ τῆς Μασσαλίας οἰκεῖ τὸ τῶν Σαλύων ἔθνος παράλιον, τὰς Ἄλπεις τὰς παραλίους οἰκοῦν. Φασὶ δὲ τὸ ὕψος τῶν ὀρέων εἶναι, ᾗ ὀξύτατόν ἐστι, στάδια ρ΄, καὶ τοσοῦτον αὖθις τὴν κατάβασιν.

Ὅτι ἔκ τῶν Ἄλπεων ῥεὶ ὅ τε Ῥῆνος καὶ ὁ Ἴστρος καὶ ὁ Πάδος καὶ ὁ Ῥοδανός.

Ὅτι ὁ Πάδος ποταμὸς ἀπάντων ἐστὶ μείζων τῶν ἐν Εὐρώπη ποταμῶν πρὸς ταῖς ἐκβολαῖς αὐτοῦ πλὴν μόνου τοῦ Ἴστρου.

Ὅτι περὶ τὰς Ἄλπεις καὶ τὰ δυσμικὰ τῆς Ἰταλίας ἡ ὁδὸς χαλεπωτάτη ἐστὶ καὶ κρημνώδης, ὡς καὶ τοῖς μικρὸν ὀλισθήσασι κίνδυνον εἶναι εἰς φάραγγας ἀβύσσους κατενεχθῆναι· ἃς ὁ Αὔγουστος δαπάναις πολλαῖς ἀνέκτισε καὶ κατὰ τὸ δυνατὸν ἐπλάτυνεν. Ἔχει δέ τι παράδοξον καὶ ἕτερον ἡ χώρα· κρυστάλλου γὰρ πλάκες μέγισται ἐκ τῶν ἀκρωρειῶν ἀπορρηγνύμεναι διέφθειρον τοὺς ὁδίτας.

Ὅτι ἐστὶ λέξις οἱ δημοσιῶναι, ὥσπερ οἱ σιτῶναι καὶ βοῶναι καὶ ὀψῶναι.

Ὅτι Στράβων ὁ γεωγράφος ἐπὶ Νέρωνος ἤκμαζε, τοῦ Ῥωμαίων αὐτοκράτορος.

Ὅτι αἱ Ἄλπεις ἰδιόμορφόν τι ζῷον γεννῶσιν, ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ τριχώματος· ταῦτα δ᾿ ἐοικέναι κάπρῳ, ὑπὸ δὲ τῷ γεννείῳ πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον, ἀκρόκομον, πωλικῆς κέρκου τὸ πάχος.

Ὅτι φησὶ Πολύβιος κατ᾿ Ἀκυληίαν εὑρεθῆναι χρυσεῖαμέταλλα οὕτως εὐφυῆ, ὥστε ἐπὶ δύο πόδας ἀποσύραντι τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι χρυσόν· τὸ δ᾿ ὄρυγμα μή πλειόνων ὑπάρχειν ἢ πεντεκαίδεκα ποδῶν. Εἶναι δὲ τοῦ χρυσοῦ τὸν μέν αὐτόθεν καθαρὸν, κυάμου μέγεθος ἢ θέρμου, τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος· τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος, σφόδρα δὲ λυσιτελοῦς.