Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἐν τῆ Ἀκυϊτανίᾶ τῆς Κελτικῆς, ἥν ἔχουσι Τάρβελλοι, μέταλλά ἐστι χρύσεα σπουδαιότατα πάντῶν· ἐν γὰρ βόθροις ὁρυχθεῖσιν ἐπὶ μικρὸν εὑρίσκονται καὶ χειροπληθεῖς χρυσίου πλάκες, ἐσθ᾿ ὅτε μικρᾶς ἀποκαθάρσεως δεόμεναι· τὸ δὲ λοιπὸν ψῆγμά ἐστι καὶ βῶλοι, καὶ αὐταὶ κατεργασίαν οὐ πολλὴν ἔχουσαι. Ἡ δὲ μεσόγειος καὶ ὀρεινὴ βελτίω γῆν ἔχει.

Ὅτι τὸ σύμπαν ἔθνος, ὃ νῦν Κελτικόν τε καὶ Γαλατικὸν καὶ Γαλλικὸν καλεῖται, ἀρειμάνιόν τε ἐστι καὶ θυμικὸν καὶ μάχιμον καὶ μᾶλλον ἱππικῇ μάχῃ εὐδοκιμοῦν, καὶ τὸ κράτιστον Ῥωμαίοις ἱππικὸν οὗτοι παρέχουσιν. Εἰσὶ δέ τοῖς τρόποις ἁπλοῖ καὶ οὐ κακοήθεις, εἰς δὲ τὸ διεγερθῆναι πρὸς πόλεμον ἑτοίμως ἐρεθίζονται,

546
ὡς μισοπόνηροι, καὶ πάλιν εὐκόλως χειροῦνται καὶ δουλοῦνται. Καί εἰσι τῶν Ἰβήρων ῥωμαλεώτεροι διὰ τὰ τῶν σωμάτων μεγέθη· καὶ τούτων οἱ παρωκεανῖται μᾶλλον. Οὐκ ἀντέχουσι δὲ χρόνον πολὺν πολεμοῦντες· καὶ γὰρ πρὸς Ῥωμαίους πολεμεῖν ἤρξαντο ὕστεροι τῶν Ἰβήρων, ἀλλὰ πρότεροι κατεστράφησαν. Οἱ δ᾿ Ἴβηρες οὔτε πανστρατιᾷ, ὥσπερ οἱ Γαλάται, πολεμοῦντες οὔτε καθ᾿ ἕνα τόπον, ἀλλὰ κατὰ πολλὰ τῆς χώρας, καὶ ἄλλοτε ἀλλαχοῦ, δυσαλωτότεροι γεγόνασιν.

Ὅτι τῶν Γαλατῶν οἱ Βέλγαι ἀνδρειότατοί εἰσιν, εἰς ιε΄ ἔθνη διηρημένοι· οἰκοῦσι δὲ μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Λίγειρος παρωκεανῖται ὄντες. Καί εἰσιν οὗτοι τοῖς Γερμανοῖς γείτονες καὶ τὴν ἄλλην δίαιταν ὅμοιοί. Καὶ διὰ τὴν τῶν γυναικῶν εὐτεκνίαν εἰς λ΄ μυριάδας τὸ τῶν Βελγῶν ἐξητάζετο μάχιμον πλῆθος. Σαγηφοροῦσι δὲ καὶ κομοτροφοῦσι καὶ χαμαιεῦναί εἰσι καὶ κρεωφάγοι καὶ γαλακτοπόται· καὶ ἡ χώρα κτηνοτρόφος συσὶ καὶ προβάτοις. Ἀντὶ δὲ χιτώνων σχυ στοὺς χειριδωτοὺς φοροῦσι μέχρι γλουτῶν καὶ αἰδοίων. Ἡ δ᾿ ἐρέα αὐτοῖς τραχεῖα μέν, μακρόμαλλος δὲ, ἀφʼ ἧς τοὺς δασεῖς σάγους ἐξυφαίνουσι καὶ τῇ Ἰταλίᾳ πάσῃ χορηγοῦσιν ἐπ᾿ ἐμπορείᾳ, καὶ τὰ ἐκ τῶν συῶν ταρίχη. Ὁπλισμὸς δὲ μάχαιρα μακρὰ, παρηρτημένη παρὰ τὸ δεξιὸν πλευρὸν, καὶ θυρεὸς μακρὸς καὶ λόγχαι κατὰ λόγον καὶ μάδαρις, παλτοῦ τι εἶδος. Ἔστι δέ τι καὶ γρόσφῳ ἐοικὸς ξύλον, ἐκ χειρὸς, οὐκ ἔξ ἀγκύλης, ἀφιέμενον, τηλεβολώτερον καὶ βέλους, ᾧ μάλιστα καὶ πρὸς τὰς τῶν ὀρνέων χρῶνται θήρας. Αἱ δὲ ὅες αὐτοῖς καὶ ἀγραυλοῦσιν, ὕψει καὶ τάχει καὶ ἀλκῇ διαφέρουσαι· κίνδυνος δʼ ἐστὶ τῷ ἀήθει προσιόντι ταύταις, ὡσαύτως καὶ λύκῳ.

Ὅτι παρὰ πᾶσι Κελτοῖς τρία γένη ἔντιμα αὐτοῖς ἐστι μάλιστα· Βάρδοι τε, ποιηταὶ ὄντες ὕμνων, καὶ Οὐάται, ἱεροποιοὶ καὶ φυσιολόγοι, καὶ Δρυίδαι οἳ πρὸς τῇ φυσιολογίᾳ καὶ τὴν ἠθικὴν φιλοσοφίαν ἀσκοῦσι, δικαιότατοι νομιζόμενοι. Ἀφθάρτους δὲ τὰς ψυχὰς οὗτοι λέγουσιν εἶναι καὶ τὸν κόσμον, ἐπικρατήσειν δέ ποτε καὶ πῦρ καὶ ὕδωρ. Τῷ δὲ ἁπλῷ καὶ θυμικῷ πολὺ τὸ ἀνόητον καὶ ἀλαζονικὸν πρόσεστι τοῖς Γάλλοις καὶ τὸ φιλόκοσμον, χρυσοφοροῦσι γὰρ, περὶ μέν τοῖς τραχήλοις στρεπτὸν, περὶ δὲ τοῖς βραχίοσι καὶ τοῖς καρποῖς ψέλια· καὶ ἐσθῆτες αὐτοῖς τοῖς ἄρχουσι χρυ σόπαστοι. Καί εἰσιν ἀφόρητοι μέν νικῶντες, ἡττηθέντες δὲ ἔκπληκτοι.

Ὅτι ἔναντι τῶν τοῦ Λίγειρος ποταμοῦ ἐκβολῶν νῆσός ἐστι μικρὰ, οὐ πάνυ πελαγία, ἐν τῶ ὡκεανῷ, ἐν ἦ τῶν Σαμνιτῶν αἱ γυναῖκες, βάκχαι τῷ Διονύσῳ κατεχόμεναι, οἰκοῦσιν, ἐξιλεούμεναι τὸν θεόν. Οὐ θέμις δ᾿ ἐπιβαίνειν ἄνδρα τῆς νήσου, αἱ δὲ γυναῖκες ἀντιπλέουσαι ἐκ τῆς νήσου συνέρχονται τοῖς σφετέροις ἀνδράσι καὶ πάλιν ἀπίασιν εἰς τὴν νῆσον.

547

Ὅτι Κελτοὶ πάντες φιλόνεικοί εἶσι καὶ οὐ νομίζεται παρ᾿ αὐτοῖς αἰσχρὸν τὸ ἀφειδεῖν τοὺς νέους τῆς ἀκμῆς. Ἀσκοῦσι δὲ μὴ παχεῖς εἶναι, μηδὲ προγάστορας, τὸν δ᾿ ὑπερβαλλόμενον τῶν νέων τὸ τῆς ζώνης μέτρον ζημιοῦσθαί φασιν.

Ὅτι ἡ πλείστη τῆς Μεγάλης Βρετανίας πεδιάς ἐστι καὶ κατάδρυμος· πολλὰ δὲ ἔχει καὶ ὀρεινά φέρει δὲ σῖτον καὶ βοσκήματα καὶ μέταλλα χρυσοῦ καὶ ἀργύρου καὶ σιδήρου· καὶ δέρματα δὲ καὶ ἀνδράποδα χορηγεῖ καὶ κύνας κυνηγετικούς. Κελτοὶ δὲ καὶ τοῖς κυσὶ τούτοις χρῶνται πρὸς τοὺς πολέμους. Εἰσὶ δ᾿ οἱ Βρετανοὶ εὐμήκεις τοῖς σώμασιν· τὰ δ᾿ ἤθη ἁπλούστερα καὶ βαρβαρώτερα ἔχουσιν, ἤπερ οἱ Κελτοί· ὥστ᾿ ἔνιοι διὰ τὸ ἀγνοεῖν, καίτοι γάλακτος εὐποροῦντες, οὐ τυροποιοῦσιν. Ἄπειροι δ᾿ εἰσὶ καὶ κηπείας καί τινων γεωργίας τρόπων. Πόλεις δ᾿ αὐτοῖς οἱ δρυμοί εἰσι· περιφράξαντες γὰρ δένδρεσι καταβεβλημένοις εὐρυχωρῆ κύκλον, ἐνταῦθα καὶ αὐτοὶ καλυβοποιοῦνται καὶ τὰ βοσκήματα κατασταθμεύουσιν, οὐ πρὸς πολὺν χρόνον. ἔπομβροι δ᾿ εἰσὶν οἱ ἀέρες μᾶλλον ἢ νιφετώδεις αὐτοῖς Ἐν δὲ ταῖς αἰθρίαις ὀμίχλη κατέχει πολὺν χρόνον, ὥστε δι᾿ ἡμέρας ὅλης ἐπὶ τρεῖς μόνον ἢ τέτταρας ὥρας τὰς περὶ τὴν μεσημβρίαν ὁρᾶσθαι τὸν ἥλιον.

Ὅτι δὶς διέβη Καῖσαρ ὁ Θεὸς εἰς τὴν Βρετανίαν, ἄξιον δὲ λόγου οὐδὲν ἔπραξεν· αἱ γὰρ νῆες αὐτῷ, τῆς πανσελήνου ἐπίδοσιν λαβούσης τῆς ἀμπώτεως, κακῶς ἔπαθον καὶ ἐφθάρησαν αἱ πολλαί. Δύο δὲ νίκας ἐνίκησεν ἐκεῖ, καίτοι δύο μόνα τάγματα περαιώσας τῆς στρατιᾶς, καὶ ἔλαβε λείαν πολλήν. Ἐπὶ δὲ τοῦ Αὐγούστου τελέως εἴς φόρου ἀπαγωγήν Ῥωμαίοις κατέστησαν.

Ὅτι οἱ τὴν Ἰέρνην νῆσον κατοικοῦντες Βρετανοὶ ἄγριοί εἰσι καὶ ἀνθρωποφάγοι καὶ ποηφάγοι; καὶ τοὺς γονεῖς τελευτήσοντας ἐσθίουσιν, καὶ φανερῶς μίγνυνται γυναιξί τε ἄλλαις καὶ μητράσιν.

Ὅτι Πυθέας, εἰ καί τινα περὶ Θούλης λέγων ἐψεύσατο, ὅμως τῆς περὶ τὸ μαθηματικὸν θεωρίας εὖ λέγει περὶ αὐτήν. Λέγει δὲ τῶν· μὲν ἡμέρων καρπῶν τε καὶ ζῴνω ἀφορίαν εἶναι καὶ σπάνιν· κέγχρῳ δὲ καὶ ἄλλοις λαχάνοις καὶ καρποῖς καὶ ῥίζαις τρέφεσθαι. Σῖτος δὲ ὀλίγος γίνεται.

Ὅτι ἐκ τῶν αὐτῶν τόπων τῆς Λιγυστικῆς ἔρχονται αἵ τε Ἄλπεις καὶ τὰ Ἀπέννινα ὄρη. Φασὶ δὲ τὰ ὄρη τῆς Λιγυστικῆς τοσοῦτον εἶναι ξυλοτρόφα, ὡς εὑρίσκεσθαί τινα δένδρα καὶ ὀκτὼ ποδῶν ἔχοντα τὸ διάμετρον τοῦ πάχους τὰ δὲ ὄρη ταῦτα ὑπερύψηλα καὶ ἀπότομα.

Ὅτι οἱ Λίγυες οἴνῳ χρῶνται τῷ ἐκ τῆς γῆς σφῶν γινομένῳ, πιττίτῃ, αὐστηρῷ. Πλεονάζει δὲ καὶ τὸ λιγγούριον παρ αὐτοῖς, ὅ τινες ἤλεκτρον προσαγορεύουσιν.

548

Ὅτι μεταξὺ Λιγύων καὶ τῆς Μασσαλίας οἰκεῖ τὸ τῶν Σαλύων ἔθνος παράλιον, τὰς Ἄλπεις τὰς παραλίους οἰκοῦν. Φασὶ δὲ τὸ ὕψος τῶν ὀρέων εἶναι, ᾗ ὀξύτατόν ἐστι, στάδια ρ΄, καὶ τοσοῦτον αὖθις τὴν κατάβασιν.

Ὅτι ἔκ τῶν Ἄλπεων ῥεὶ ὅ τε Ῥῆνος καὶ ὁ Ἴστρος καὶ ὁ Πάδος καὶ ὁ Ῥοδανός.

Ὅτι ὁ Πάδος ποταμὸς ἀπάντων ἐστὶ μείζων τῶν ἐν Εὐρώπη ποταμῶν πρὸς ταῖς ἐκβολαῖς αὐτοῦ πλὴν μόνου τοῦ Ἴστρου.

Ὅτι περὶ τὰς Ἄλπεις καὶ τὰ δυσμικὰ τῆς Ἰταλίας ἡ ὁδὸς χαλεπωτάτη ἐστὶ καὶ κρημνώδης, ὡς καὶ τοῖς μικρὸν ὀλισθήσασι κίνδυνον εἶναι εἰς φάραγγας ἀβύσσους κατενεχθῆναι· ἃς ὁ Αὔγουστος δαπάναις πολλαῖς ἀνέκτισε καὶ κατὰ τὸ δυνατὸν ἐπλάτυνεν. Ἔχει δέ τι παράδοξον καὶ ἕτερον ἡ χώρα· κρυστάλλου γὰρ πλάκες μέγισται ἐκ τῶν ἀκρωρειῶν ἀπορρηγνύμεναι διέφθειρον τοὺς ὁδίτας.

Ὅτι ἐστὶ λέξις οἱ δημοσιῶναι, ὥσπερ οἱ σιτῶναι καὶ βοῶναι καὶ ὀψῶναι.

Ὅτι Στράβων ὁ γεωγράφος ἐπὶ Νέρωνος ἤκμαζε, τοῦ Ῥωμαίων αὐτοκράτορος.

Ὅτι αἱ Ἄλπεις ἰδιόμορφόν τι ζῷον γεννῶσιν, ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ τριχώματος· ταῦτα δ᾿ ἐοικέναι κάπρῳ, ὑπὸ δὲ τῷ γεννείῳ πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον, ἀκρόκομον, πωλικῆς κέρκου τὸ πάχος.

Ὅτι φησὶ Πολύβιος κατ᾿ Ἀκυληίαν εὑρεθῆναι χρυσεῖαμέταλλα οὕτως εὐφυῆ, ὥστε ἐπὶ δύο πόδας ἀποσύραντι τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι χρυσόν· τὸ δ᾿ ὄρυγμα μή πλειόνων ὑπάρχειν ἢ πεντεκαίδεκα ποδῶν. Εἶναι δὲ τοῦ χρυσοῦ τὸν μέν αὐτόθεν καθαρὸν, κυάμου μέγεθος ἢ θέρμου, τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος· τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος, σφόδρα δὲ λυσιτελοῦς.