Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἐν Ἰβηρία κάστορες μὲν πολλοὶ γίνονται, ἀλλ’ οὐκ ἔχει τὸ καστόριον τὴν αὐτὴν δύναμιν τῷ Ποντικῷ· καθάπερ καὶ ὁ Κύπριος μόνος χαλκὸς φέρει τὴν Καδμίαν λίθον καὶ τὸ χαλκανθὲς καὶ τὸ σπόδιον. Καὶ οἱ τῶν Κελτιβήρων ἵπποι, ὑπόψαροι ὄντες, ἐπειδὰν εἰς τὴν ἔξω μεταχθῶσιν Ἰβηρίαν, μεταβάλλειν τὴν χρόαν λέγονται.

Ὅτι οἱ Κάνταβροι καὶ οἱ τούτοις πλησιόχωροι οὔρῳ λούονται ἐν δεξαμεναῖς παλαιουμένῳ· καὶ τοὺς ὀδόντας σμήχονται τῷ αὐτῷ οὔρῳ καὶ αὐτοὶ καὶ αἱ γυναῖκες.

Ὅτι οἱ Οὐέττωνες Ἴβηρες, ὅτε πρῶτον εἰς τὸ τῶν Ῥωμαίων παρῆλθον στρατόπεδον, ἰδόντες τινὰς τῶν ταξιαρχῶν ἀνακάμπτοντας ἐν ταῖς ὁδοῖς περιπάτου χάριν, μανίαν ὑπέλαβον τὴν ὁδὸν αὐτοῖς εἶναι--- ἐπὶ τὰς σκηνάς· ὡς δέον ἢ μένειν καθʼ ἡσυχίαν ἱδρυθέντας ἢ μάχεσθαι· τοσοῦτον αὐτοῖς τὸ θηριῶδες καὶ ἀνήμερον ἦν. Καὶ αἱ γυναῖκες δʼ αὐτοῖς κόσμου χάριν περιτραχήλια σιδηρᾶ ἐφόρουν, κόρακας σιδηροῦς (προνενευκότος τοῦ προσώπου πολὺ )ἔχοντα καμπτομένους ὑπέρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολύ. Κατὰ τούτων δὲ τῶν κοράκων, ὅτε βούλονται, κατέσπων τὸ κάλυμμα, ὥστε ἐμπετασθέν τῷ προσώπῳ καλύπτειν αὐτό· καὶ τοῦτο κόσμον ἐνόμιζον. Ἄλλας δέ φασι τυμπάνιον περικεῖσθαι, πρὸς μέν τῷ ἰνίῳ περιφερές καὶ σφίγγον τὴν κεφαλήν μέχρι τῶν παρωτίδων, εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατʼ ὀλίγον· ἄλλας δέ τὰ προκόμια ψιλοῦν ἐπὶ τοσοῦτον, ὥστε ἀποστίλβειν τοῦ μετώπου μᾶλλον· τὰς δὲ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκον περιπλέκειν αὐτῷ τὴν χαίτην, εἶτα καλύπτρα μελαίνῃ περιστέλλειν. Πρὸς δέ τῇ ἀληθείᾳ τῆ τοιαύτῃ πολλὰ καὶ ἑώραται καὶ μεμύθευται περὶ πάντων κοινῇ τῶν Ἰβηρικῶν ἐθνῶν, διαφερθντως δὲ τῶν προσβόρων, οὐ μόνον τὰ πρὸς ἀνδρείαν, ἀλλ ὰ καὶ τὰ πρὸς ὠμότητα καὶ θηριωδίαν. Καὶ γὰρ τέκνα μητέρες ἔκτειναν, πρὶν ἁλῶναι κατὰ τὸν πόλεμον· καὶ παιδίον δὲ, τῶν γονέων καὶ ἀδελφῶν

543
δεδεμένων αἰχμαλώτων, ἔκτεινε πάντας, τοῦ πατρὸς κελεύσαντος, σιδήρου κυριεῦσαν, γυνὴ δέ πάλιν τοὺς συναλόντας. Κληθεὶς δέ τις εἰς μεθυσκομένους ἔβαλεν ἑαυτὸν εἰς πυράν. Ταὺτὰ δὲ καὶ Κελτοὶ καὶ Σκύθαι καὶ Θρᾷκες ποιοῦσιν.

Ὅτι τῆς Κάλπης καὶ τῶν ἐκβολῶν τοῦ Βαίτιδος ἀπέχει τὰ Γάδειρα στάδια ψν΄. Καὶ ἔστιν ἡ νῆσος μικρὰ, πλάτος μέν ἔχουσα σταδιαῖον, μῆκος δὲ στάδια ρ’· καί εἶσιν οἱ ἐνοικοῦντες πλουσιώτατοι διὰ τὴν έμπορείαν.

Ὅτι Πολύβιος κρήνην εἶναί φησιν ἐν Γαδείροις ὕδατος ποτίμου, ἥτις ἀντιπαθεῖ τῇ θαλάσσῃ· πλημμυρούσης μὲν, λειψυδρεῖ, ὑποφευγούσης δὲ, πλημμυρεῖ. Αἰτιᾶται δʼ, ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους εἶς τήν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς πλημμύρας, εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων· ἀναστρέψαν δʼ εἰς τὸ ἐντὸς, ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνωθείσης δὲ πάλιν, εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς γῆς, ὥστε ἀναβλύειν εὐπόρως. Ὁ δὲ Στράβων οὐδὶ ταύτην μέν τὴν αἰτίαν ἀποδοκιμάζει· λέγει δὲ κἀκεῖνος ἑτέραν· ὅτι εἰκὸς τῶν φλεβῶν τινας τῶν πηγαίων, νοτισθείσας διὰ τῆς πλήμης ἔξωθεν, χαυνοῦσθαι καὶ παρέκχυσιν εἰς τὰ πλάγια μᾶλλον διδόναι τοῖς ὕδασιν, ἢ ἀναθλίβειν κατὰ τὸ ἀρχαῖον ῤεῖθρον εἰς τὴν κρήνην· εἰ δʼ, ὥσπερ Ἀθηνόδωρός φησιν, εἰσπνοῆ τε καὶ ἐκπνοῇ τὸ συμβαῖνον περὶ τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεις ἔοικεν, εἶναι ἄν τινα τῶν ῥεόντων ὑδάτων, ἃ κατʼ ἄλλους μὲν πόρους ἔχει τὴν ἔκρυσιν κατὰ φύσιν εἰς τὴν ἐπιφάνειαν (ὧν δὲ τὰ στόματα πηγὰς καὶ κρήνας καλοῦμεν ), κατʼ ἄλλους δὲ πόρους συνέλκεται πρὸς τὸ τῆς θαλάττης βάθος. Καὶ συνεξαίροντα μέν ἐκείνην, ὥστε πλημμυρεῖν, ὅταν οἶον ἡ ἐκπνοή γίνηται, τὸ οἰκεῖον ἀπολείπει ῥεῖθρον· πάλιν δʼ ἀναχωρεῖ πρὸς τὸ οἰκεῖον ῥεῖθρον, ὅταν κἀκείνη λάβῃ τήν ἀναχώρησιν.

Ὅτι φησὶ Ποσειδώνιος τὴν τοῦ ὠκεανοῦ κίνησιν ὑπέχειν ἀστροειδῆ περίοδον· τὴν μέν ἡμερήσιον πρὸς τὰς τοῦ ἡλίου ἀνατολάς τε καὶ δύσεις, τὴν δὲ μηνιαίαν πρὸς τὰς τῆς σελήνης φάσεις, τὴν δὲ ἐνιαυσίαν πρὸς τὰς τοῦ ἡλίου τροπάς· καθʼ ἡμέραν γὰρ, πρὸς τὴν τῆς σελήνης συμπάθειαν, ὅταν ὑψωθῇ ἀπὸ τοῦ ὁρίζοντος ζῳδίου μέγεθος, ἄρχεσθαί τε διοιδεῖν τὴν θάλατταν καὶ πλημμυρεῖν μέχρι μεσουρανήσεως αὐτῆς· ἐκκλίναντος δέ τοῦ ἄστρου, πάλιν ἀναχωρεῖν κατʼ ὀλίγον, ἕως ἂν ζῴδιον ὑπερέχουσα τοῦ δυτικοῦ ὁρίζοντος τελέως μειωθῇ. Εἶτα ὲν τῇ ῥηχίᾳ ταύτῃ διαμένειν τὸν ὠκεανὸν, ἕως ἡ σελήνη δύνασα ἀποφύγῃ τοῦ ὁρίζοντος πάλιν ζῳδιακὸν ὑπὸ γῆν διάστημα. Εἶτα κατὰ τὸ ὅμοιον σχῆμα, ἕως τοῦ ὑπογείου πλημμυρεῖ·

544
καὶ πάλιν ὑπονοστεῖ, ἕως ἐλθοῦσα πρὸς τὰς ἀνατολὰς ζῳδιακὸν διάστημα τελέως ῥηχίαν σχοίη. Εἶτα ἐν τῇ ῥηχίᾳ μένει, ἕως ἂν ὑψωθῇ τοῦ ὁρίζοντος τὸ ζῳδιακὸν διάστημα· καὶ οὕτως καθ᾿ ἑκάστην γένεται ἡμέραν ἐξ ἀϊδίου. Ἡ δὲ μηνιαία γίνεται οὕτως· ἐπιτείνονται αἱ αὐξομειώσεις περὶ τὰς συνόδους καὶ πανσελήνους, μειοῦνται δὲ περὶ τὴν διχότομον ἑκατέραν. Ἡ ἐνιαυσιαία γένεται οὔτως· περὶ τὰς τροπὰς ἑκατέρας τοῦ ἡλίου ἐπιτείνονται αἱ αὐξομειώσεις τῶν ἀμπώτεων, περὶ δὲ τὰς ἰσημερίας ἑκατέρας μειοῦνται ἐσχάτως· καὶ τοῦτο ἀεὶ γίνεται. Πάλιν δὲ τῆς σελήνης ἐν τοῖς τροπικοῖς οὔσης ζῳδίοις ἀνωμαλίαν εἶναι τῶν ἀμπώτεων καὶ πλημῶν τῷ τε τάχει καὶ τῷ πλήθει τῶν αὐξομειώσεων, ἐν δὲ τοῖς ἰσημερινοῖς ὁμαλίαν τε καὶ εὐταξίαν, ἐν δὲ τοῖς διαμέσοις μεταξὺ τούτων.