Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι τῆς Ἰβηρίας τὸ μίν μῆκος σταδίων ,ς, τὸ δὶ πλάτος ,ε τὸ μέγιστον. Ταύτης δὲ τὸ μέν πλεῖστον μέρος, καὶ μάλιστα τὸ βόρειον, τραχὺ καὶ λεπτόγεων καὶ δρυμῶδες καὶ ὀλιγόκαρπογ καὶ κρυμῶδες· τὸ δὲ νότιον, καὶ μάλιστα τὸ ἔξω Στηλῶν, ἄριστον καὶ σὺν εὐδαιμονία οἰκούμενον.

Ὅτι τὸ στενώτερον μέρος τῆς τε Ἰβηρίας καὶ τῆς Κελτικῆς περὶ τὴν Πυρήνην ἐστί. Κόλποι γὰρ γένονται ἔκ τε τοῦ ὠκεανοῦ καὶ τῆς ἔσω θαλάσσης ἐνταῦθα.

Ὅτι πρὸς δύσιν προύχει τὰ περὶ τὸ Ἰερὸν ἄκρον τῆς Ἰβηρίας τῶν Λιβυκῶν περάτων σταδίοις αφ΄· καὶ ἔοικε νκΐ τὸ ἄκρον, περὶ αὐτὸ ἔχον γ’ νησίδια· ὧν τὸ μὲν ἐμβόλου τάξιν ἔχει, τὰ δὲ ἐπωτίδων.

Ὅτι ὁ Ἄνας ποταμὸς καὶ ὁ Τάγος, ἐκ τῶν ἑῴων ὁρμώμενοι μερῶν, ἐκδιδοῦσιν, ὁ μέν εἰς τὸν δυτικὸν ὠκεανὸν, ὁ δ Ἄνας πρὸς νότον τοῦ Ἱεροῦ ἄκρου. Καὶ ἔστιν ἡ μεσοποταμία αὕτη ἡ περιέχουσα τὸ Ἱερὸν ἔκρον εὐδαίμων μετρίως· ἡ δʼ ἐφεξῆς χώρα ἐπὶ τὴν ἔσω θέλασσαν ὑπερβολήν οὐκ ἀπολείπει εὐδαιμονέας, πρὸς ἅπασαν κρινομένη τὴν οἰκουμένην, τῶν τε ἐκ γῆς καὶ θαλάσσης ἀγαθῶν. Ταύτην δʼ ὁ Βαῖτις διαρρεῖ ποταμὸς ἐξ ἀνατολῶν ὁρμώμενος, καὶ καλεῖται

541
Βαιτική· ἣν οἰκοῦσι Τοωρδητανοὶ, σοφώτατοι τῶν Ἰβήρων ὄντες καὶ γραμματικήν τέχνην καὶ ποιητὰς καὶ ἱστορικοὺς, ὥς φασιν, ἐπὶ τῶν τοῦ Στράβωνος χρόνων ἐτῶν Ϛ ἔχοντες. Ἀλλὰ καὶ οἱ ἄλλοι Ἴβηρες, οὐχ ὁμόγλωσσοι ὄντες, γραμματικαῖς χρῶνται τέχναις ἕκαστοι κατὰ ἰδίαν γλῶσσαν.

Ὅτι τὰ Γάδειρα ἀπέχει τῆς Βαιτικῆς τοῦ αἰγιαλοῦ στάδια ψν΄.

Ὅτι λέγουσιν οἱ περὶ τὴν Βαιτικὴν Ἴβηρες ἀναχύσεις τὰς πληρουμένας τῇ θαλάττῃ ἐν ταῖς πλημμυρίσι κοιλάδας καὶ ποταμεῶν δέκην εἰς τὴν μεσόγαιαν ἀνέπλους ἐχούσας.

Ὅτι ἀπὸ τοῦ Ἱεροῦ ἔκρου ἐπὶ τὸ τοῦ Ἄνα στόμα μέλιά εἰσιν ξ΄ ἔντεῦθεν δʼ ἐκὶ τὸ τοῦ Βαίτιος στόμα υίλια ρ´· εἶτα εἰς Γάδειρα μίλια ο΄.

Ὅτι περὶ τὴν Βαιτικὴν μεγάλαι πόλεις, Κορδύβη, Γαδίτανα, Ἵσπαλις, Ἰτάλικα, Ἴλιπα, Ἀστίγα, Κάρμων, Ὀβούλκων καὶ Ἀτέγουα καὶ Οὔρσων καὶ Τοῦκκις καὶ Ἰοωλία καὶ Αἴγουα καὶ Μοῦνδα, ἔνθα οἱ Πομπηίου παῖδες κατεπολεμήθησαν· πᾶσαι δ᾿ αὗται Κορδύβης οὐκ ἄπωθέν εἰσιν.

Ὅτι οἱ Πομπηίου παῖδες, Γναῖος μὲν ἡττηθεὶς ἔφυγεν εἰς Καρτηίαν κἀκεῖ διεφθάρη· Σέξτος δὲ, ἐκ Κορδύβης σωθεὶς καὶ ὀλίγον ὕστερον Σικελία προσχὼν καὶ ἀποστήσας αὐτὴν, εἶτα καὶ ἐξ αὐτῆς ἐκπεσὼν, πλεύσας εἰς Μίλητον καὶ ἁλοὺς ὑπὸ τῶν Ἀντωνίου στρατηγῶν, αὐτοῦ κἀκεῖνος ἐτελεύτησεν.

Ὅτι ὁ Βαῖτις ἀναπλέεται ὁλκάσι μεγάλαις εἰς τὴν μεσόγαιαν στάδια φ΄, ἕως Ἱσπάλιος. Καὶ εἰσὶ περὶ τὰς ὄχθας αὐτοῦ μέταλλα ἄλλα τε καὶ ἄργυρος πλεῖστος.

Ὅτι ἀπὸ τῶν ἀναχύσεων πᾶσα σχεδὸν ἡ Βαιτικὴ πλοΐζεται.

Ὅτι περὶ τὴν Ἰβηρίαν ἕως Σαρδοῦς οἱ ἐτησίαι εὖροι γίνονται ἐν τῇ ἔσω θαλάσσῃ.

Ὅτι, Ἰβηρία πᾶσα τῶν ὀλεθρίων θηρίων σπανίζει, πλὴν τῶν γεωρύχων λαγιδέων, οὓς ἔνιοι λεβηρίδας προσαγορεύουσι· λυμαίνονται γὰρ καὶ φυτὰ καὶ σπέρματα ῥιζοφαγοῦντες. Τοῦτο δὲ γίνεται καὶ ἕως Μασσαλίας καὶ τινων νήσων περὶ αὐτήν.

Ὅτι τοσοῦτος ἦν πλοῦτος τοῖς περὶ τὴν Τουρδητανίαν Ἴβηρσιν, ὡς τοὺς μετὰ Βάρκα στρατεύσαντας Καρχηδονίους εὑρεῖν αὐτοὺς πίθοις καὶ φιάλαις παναργύροις χρωμένους.

Ὅτι ἡ Λουσιτανία εὐδαίμων ἐστὶ καὶ ἔχει καὶ ψῆγμα χρυσοῦ πλεῖστον.

Ὅτι τὸ βορειότατον ἄκρον τῆς Ἰβηρίας Νέριον καλεῖται.

Ὅτι ἡ Νέα Καρχηδὼν τῆς Ἰβηρίας, ἐν τῇ

542
ἔσω θαλάσσῃ κειμένη, κτίσμα ὲστὶν Ἀσδρούβα, τοῦ δια δεξαμένου Βάρκαν, τὸν Ἀννίβα πατέρα.

Ὅτι σχεδὸν πᾶσα ἡ Ἰβηρία μέταλλα παντοῖα ἔχει, μάλιστα δὲ χρυσοῦ τε καὶ ἀργύρου.

Ὅτι ἀπὸ σταδίων κδ΄ τῆς Νέας Καρχηδόνος νῆσός ἐστιν, ἡ καλουμένη Σκομβραρία ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἄριστον σκευάζεται γάρον· οὕτω γοῦν εἶπεν ὁ Στράβων τὸ γάρον.

Ὅτι κατὰ τὰς ἐκβολὰς τοῦ Ἴβηρος ποταμοῦ πρὸς νότον κεῖνται αἱ Βαλιαρίδες νῆσοι ἀξιόλογοι, ἐξ ὧν καὶ τὸ πέλαγος Βαλιαρικὸν, ἂς Ἕλληνες Γυμνησίας καλοῦσι. Κάνταβροι δὲ ἐπίσημον ἔθνος Ἰβηρικὸν, ἀφʼ οὗ ὁ περικείμενος ὠκεανὸς Καντάβριος καλεῖται.