Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἡ Ἀπάμεια πόλις Χερρόνησος καλεῖται καὶ ἔστιν ὑπό τε τοῦ ποταμοῦ Ὀρόντου καὶ ὑπὸ τῆς ἐγγὺς οὔσης λίμνης μεγάλης καὶ τῶν ἑλῶν. Ἐκαλεῖτο δὲ Πέλλα πρότερον ὑπὸ τῶν πρὶν Μακεδόνων αὐτόθι οἰκησάντων· ὕστερον δ᾿ ὁ Νικάτωρ Σέλευκος, κτίσας αὐτὴν, ἐπὶ τῆ γυναικὶ ὠνόμασεν. Ἐνταῦθα καὶ ὁ Νικάτωρ τοὺς φ΄ ἐλέφαντας ἔτρεφε, καὶ ἱπποφόρβιον βασιλικὸν τρισμυρίων ἵππων θηλειῶν. Ἀπαμεὺς δ᾿ ἦν ὁ πολυμαθέστατος τῶν καθ᾿ αὐτὸν φιλοσόφων Ποσειδώνιος.

Ὅτι ἐν τῇ νήσῳ Ἀράδῳ πηγή ἐστι γλυκέος ὅδατος, ὑπὸ τοῖς κύμασιν ἀναβλυστάνουσα· ἀφ᾿ ἧς ὑδρεύονται, κλίβανον στενοῦ πυθμένος εὐρύστομον μολιβδοῦν περὶ αὐτὴν καθιέντες.

Ὅτι ή Τρίπολις ἐκ τριῶν συνῳκίσθη πόλεων, Τύρου καὶ Σιδόνος καὶ Ἀράδου. Τῇ δὲ Τριπόλει συνεχές ἐστι τὸ τοῦ Θεοῦ πρόσωπον, εἰς ὃ τελευτᾷ ὁ Λίβανος τὸ ὄρος.

Ὅτι τὴν Κοίλην Συρίαν ὃ τε Λίβανος καὶ ὁ Ἀντιλίβανος τὸ ὄρος ποιεῖ, ἀρχόμενον ἑκάτερον μικρὸν ὕπερθεν τῆς θαλάττης, τὸ μὲν, ὁ Λίβανος, ἀπὸ Τριπόλεως, τὸ δἐ, ὁ Ἀντιλίβανος, ἀπὸ Τύρου, παράλληλα κείμενα· τελευτῶσι δ᾿ ἐγγὺς τῶν Ἀραβίων ὀρῶν τῶν ὑπὲρ τῆς Δαμασκηνῆς· πλάτος δὲ τῆς χώρας στάδιοι σ΄, μῆκος δὲ διπλάσιον. Καὶ ἔστιν ἡ χώρα εὐδαιμονεστάτη, ἀρδομένη ἄλλοις τε ποταμοῖς καὶ δὴ καὶ τῷ Ἰορδάνη.

Ὅτι Ποσειδώνιος ἱστορεῖ ἐν Κοίλῃ Συρίᾳ τὸν δράκοντα πεπτωκότα ὁραθῆναι νεκρὸν, μῆκος σχεδόν τι καὶ πλεθριαῖον, πάχος δ᾿, ὥστε ἱππέας ἑκατέρωθεν παραστάντας ἀλλήλους μή καθορᾶν, τὸ δὲ χάσμα τοῦ στόματος, ὥστ᾿ ἔφιππον δέξασθαι, τῆς δὲ φολίδος λεπίδα ἑκάστην ὑπέρ θυρεὸν εἶναι.

Ὅτι ἅπασα ἡ χώρα ἡ ἀπὸ τῆς Σελευκίδος ὡς ἐπὶ Αἴγυπτον καὶ Ἀραβίαν Κοίλη Συρία καλεῖται· ἰδίως δ᾿ ἡ τῷ Λιβάνῳ καὶ τῷ Ἀντιλιβάνῳ ἀφωρισμένη. Ἡ δ᾿ ἀπὸ Ὀρθωσίας πόλεως μέχρι Πηλουσίου παραλία

627
Φοινίκη καλεῖται, στενή τις οὖσα. Ἡ δʼ ὑπὲρ ταύτης μεσόγαια μέχρι τῶν Ἀράβων ἡ μεταξὺ Γάζης καὶ Ἀντιλιβάνου Ἰουδαία λέγεται.

Ὅτι ἡ Τύρος, νῆσος πρὶν οὖσα, Ἀλεξάνδρου τῷ χώματι τῆς πολιορκίας χερρόνησός ἐστιν, ἡ δʼ ἐκεῖσε πορφύρα καλλίστη.

Ὅτι Σιδὼν πολύτεχνός ἐστι πόλις καὶ καλλίτεχνος, φιλόσοφός τε καὶ ἀριθμητικὴ καὶ λογιστικὴ καὶ ἀστρονομικὴ καὶ ἐμπορικὴ καὶ νυκτοπλοϊκὴ, καθάπερ καὶ ἡ Αἴγυππος γεωμετρική.

Ὅτι Σιδὼν ἀπὸ Τύρου ἀπέχει πρὸς βορρᾶν στάδια σ΄.

Ὅτι μετὰ Τύρον Πτολεμαΐς ἐστι πόλις, περὶ ἧς ἱστορεῖται παράδοξον. Ἔν τινι γὰρ πολέμῳ, τροπῆς γενομένης λαμπρᾶς τοῖς ἐνοίκοις παρὰ τὸν αἰγιαλὸν, κῦμα ἐξαπίνης ἐπελθὸν ἐκάλυψε τοὺς φεύγοντας· εἶτα πελαγίσαν μικρὸν, ὕστερον ὑπέφυγε τὸ ὕδωρ καὶ κατελείφθησαν ἐν τοῖς κοίλοις χωρίοις νεκροὶ οἱ ἄνδρες καὶ οἱ ἰχθύες.

Ὅτι τὰ κατὰ τὴν Ἀνδρομέδαν περὶ τὴν Ἰόπην γενέσθαι φασί· καὶ τὰ Ἱεροσόλυμα ἐπίνειον ἔχουσι τὴν Ἰόπην.

Ὅτι ἀπὸ Κασίου εἰς τὸ Πηλούσιον, πόλιν Αἰγύπτου, στάδιοι τ΄.

Ὅτι ἡ Γάζα πόλις ἀπὸ θαλέσσης ζ΄ σταδίους ἐπέχει· ἀπὸ δὲ Γάζης πόλεως εἰς Ἀΐλα πόλιν, τὸ ἀνατολικώτατον σημεῖον τοῦ Ἀραβίου κόλπου, διʼ ἐρήμου στάδιοι ασξ΄. Εἰς δὲ τὸ δυτικὸν μυχὸν τοῦ Ἀραβίου κόλπου, καλούμενον Ἡρωοπολιτικὸν, ἀπὸ Πηλουσίου ὁδὸς ἔρημος καὶ ἑρπετῶν πλήρης.

Ὅτι μετὰ Γάζαν Ῥαφία πόλις καὶ Ῥινοκόρουρα πόλις· ὠνόμασται δʼ οὕτως, ἐπειδή ποτε Αἰγύπτιοι τοὺς ἁλισκομένους κακούργους ῥινοτομοῦντες ἐκεῖ κατῴκιζον, οἳ οὐκέτι ἐτόλμων ὑποστρέφειν εἰς Αἴγυπτον διὰ τὸ παράσημοι εἶναι.

Ὅτι τὸ Πομπηΐου τοῦ Μάγνου σῶμα ἐν τῷ Κασίῳ λόφῳ κεῖται περὶ Σερβωνίδα λίμνην πλησίον Πηλουσίου πόλεως.

Ὅτι ἀπὸ Ὀρθωσίας πόλεως Φοινίκης εíς τὸ Πηλούσιον στάδιοι γχν κατακολπίζοντι· ἡ δὲ ὁδὸς πρὸς δυσμὰς χειμερινάς. Πάλιν δὲ ἀπὸ τῆς αὐτῆς Ὀρθωσίας ἐπὶ τὸν Ὀρόντην ποταμὸν αρλ΄, πρὸς ἀνατολὰς θερινάς. Ἀπὸ δὲ Ὀρόντου ποταμοῦ ἐπὶ τὰ ὅρια τῆς Συρίας καὶ Κιλικίας στάδιοι φκ΄ πρὸς ἀνατολὰς θερινάς.

Ὅτι τὸν Μωσῆν τὸν παῤ Ἰουδαίοις λέγει ὁ Στράβων, ὅτι Αἰγύπτιος ἦν ἱερεὺς καὶ μὴ ἀρεσκόμενος τῇ τῶν Αἰγυπτίων θρησκείᾳ ἀπῆρεν εῖς τὴν Παλαιστίνην καὶ πολλοὺς συμπαρέλαβε μεθʼ ἑαυτοῦ ἐξ Αἰγύπτου. Ἐπαινεῖ δὲ τὸν Μωσῆν ὁ Στράβων, ὡς εὐσεβῶς πράξαντα τοῦτο καὶ δικαίως.

628

Ὅτι ὕστερον μετὰ τὸν Μωσῆν ἡ δεισιδαιμονία τοῖς Ἰουδαίοις συνέπεσεν, οἷον ἡ περιτομὴ καὶ ἡ τῶν κρεῶν ἀποχή.

Ὅτι Ἰεροσόλυμα πόλις τὰ μὲν ἔσω ἔνυδρα ἔχει, τὰ δʼ ἐκτὸς ἔνυδρα· ἡ δὲ τάφρος τῆς πόλεως οὐκ ὀρυκτὴ, ἀλλὰ λατομητὴ, πέτρα βαθεῖα· ὁ δʼ ἐξ αὐτῆς κοπεὶς λίθος τὴν πόλιν ἔκτισεν.

Ὅτι ἡ Σιρβωνὶς λίμνη ἀγχιβαθής ἔστιν, ἧς ἡ περίμετρος στάδιοι ,α. Τῇ δὲ παραλίᾳ παρατέταται μικρῷ τι πλέον τῶν σ΄ σταδίων μῆκος. Βαρύτατον δʼ ἔχει ὕδωρ, ὥστε μὴ δεῖν κολύμβου, ἀλλὰ τὸν ἐμβάντα καὶ μέχρις ὀμφαλοῦ εὐθὺς ἐξαίρεσθαι. Μεστὴ δʼ ἐστὶν ἀσφάλτου αὕτη· τοῦτο δʼ ἀναφυσᾶται κατὰ καιροὺς ἀτάκτους ἐκ μέσου τοῦ βάθους μετὰ πομφολύγων, ὡς ἂν ζέοντος ὕδατος· κυρτουμένη δʼ ἡ ἐπιφάνεια λόφου φαντασίαν παρέχει· συναναφέρεται δὲ καὶ ἄσβολος πολλὴ, καπνώδης μὲν, πρὸς δὲ τὴν ὄψιν ἄδηλος,ὑφʼ ἧς κατιοῦται χαλκὸς, ἄργυρος, πᾶν τὸ στιλπνὸν μέχρι καὶ χρυσοῦ· ἀπὸ δὲ τοῦ κατιοῦσθαι τὰ σκεύη γνωρίζουσιν οἱ περισικοῦντες ἀρχομένην τὴν ἀναβολήν τοῦ ἀσφάλτου καὶ παρασκευάζονται πρὸς τὴν μεταλλείαν αὐτοῦ, ποιησάμενοι σχεδίας καλαμίνας. Ἕστι δʼ ἡ ἄσφαλτος γῆς βῶλος, ὑγραινομένη ὑπὸ θερμοῦ καὶ ἀναφυσωμένη καὶ διαχεομένη· πάλιν δὲ μεταβάλλουσα εἰς πῆξιν ἰσχυρὰν ὑπὸ τοῦ ψυχροῦ ὔδατος, ὥστε τομῆς καὶ κοπῆς δεῖσθαι εἶτα ἐπιπολάζουσα ἡ ἄσφαλτος διὰ τὴν τοῦ ὕδατος παχύτητα κόπτεται καὶ ἀποφέρεται.