Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἐν Ῥόδῳ ἦσάν τινα τῶν ναυστάθμων κρυπτὰ καὶ ἀπόρρητα, ἃ ὁ τολμήσας ἰδεῖν θανάτῳ ἐζημιοῦτο.

Ὅτι, ὥσπερ ἐν Κυζίκῳ καὶ ἐν Μασσαλίᾳ, οὕβασκάνους τως καὶ ἐν Ῥόδῳ ἐσπούδαστο κοινῇ ἡ ὀργανοποιἱα καὶ ἡ μηχανοποιία.

Ὁeι δδιοι καὶ Ἁλικαρνασσεῖς καὶ ἔΚνίδιοι καὶ Κῶοι Δωριεῖς είσιν.

Ὅτι. Ῥόδος ἐκαλεῖτο πρότερον Ὀφίουσσα καὶ Σταδία, εἰτα ελχινὶς έπὸ τῶν οἰκησάντων Τελχινων τὴν νῆσον· οὗς οἱ μὲν γόητάς φασιν εἰναι καὶ

618
θείῳ καταρρέοντας τὸ τῆς Στυγὸς ὕδωρ ζῴων τε καὶ φυτῶν ὀλέθρου χάριν, οἱ δὲ τεχνίτας μηχανικοὺς, πρώτους εὑρόντας χαλκοῦ τε καὶ σιδήρου γένεσιν ἐκ μετάλλων. Ἦλθον δ᾿ ἐκ Κρήτης εἰς Κύπρον, εἶτα εἰς Ῥόδον.

Ὅτι μετὰ τοὺς Τελχῖνας οἱ Ἡλιάδαι μυθεύονται ται κατασχεῖν τὴν νῆσον· ὧν ἑνὸς, Κερκάφου, γενέσθαι παῖδας τρεῖς, Λίνδον, Ἰηλυσὸν, Κάμειρον, τοὺς καὶ τὰς πόλεις κτίσαντας ἐπωνύμους.

Ὅτι τῆς Ῥόδου ἡ περίμετρος σταδίων ἐστὶν Ϡκ΄.

Ὅτι Ἀτάβυρις ὄρος ὑψηλότατον τῶν ἐν Ῥόδῳ, ἱερὸν Διὸς Ἀταβυρίου.

Ὅτι ὁ Ποσειδώνιος ἐπολιτεύσατο μὲν ἐν Ῥόδῳ καὶ ἐσοφίστευσεν· ἦν δὲ Ἀπαμεὺς ἐκ τῆς Συρίας.

Ὅτι Διονύσιος ὁ Θρᾶξ καὶ Ἀπολλώνιος ὁ τοὺς Ἀργοναύτας ποιήσας Ἀλεξανδρεῖς μὲν ἦσαν, ἐκαλοῦντο δὲ Ῥόδιοι.

Ὅτι Ε.ὔδοξος ὁ μαθηματικὸς Κνίδιος ἦν, Πλάτωνος μαθητῆς.

Ὅτι ἦ Ἁλικαρνασσὸς πόλις τὸ βασίλειον ἦν τῶν τῆς Καρίας δυναστῶν, καλουμένη πρὶν Ζεφύρα· ἐνταῦθά ἐστιν ὁ τοῦ Μαυσωλοῦ τάφος, ἔν τῶν ζ΄ θεαμάτων, ὅπερ Ἀρτεμισία τῷ ἀνδρὶ κατεσκεύασεν. Ἡρόδοτος δὲ ἐντεῦθεν ἦν, ὃν ὕστερον ἐκάλεσαν Θούριον διὰ τὸ κοινωνῆσαι τῆς εῖς Θουρίους ἀποικίας.

Ὅτι Ἑκατόμνω τοῦ Καρῶν βασιλέως ἦσαν υἱοὶ γ΄, Μαυσωλὸς καὶ Ἰδριεὺς καὶ Πιξώδαρος, καὶ θυγατέρες δύο, ἄν τῆ πρεσβυτέρᾳ Ἀρτεμισίᾳ Μαυσωλὸς συνῷκησε, τῇ δὲ Ἄδ ὁ δεύτερος ἀδελφὸς Ἰδριεύς. Μετὰ δὲ θάνατον Μαυσωλοῦ Ἀρτεμισία ἦρξεν, ἐκείνης δ᾿ ἀποθανούσης, Ἰδριεὺς, ὃν διεδέξατο Ἄδα ἡ ἀδελφὴ καὶ γυνή. Ὁ δὲ Πιξώδαρος μηδίσας καὶ προσλαβῶν σατράπην κοινωνὸν τῆς ἀρχῆς παρὰ Περσῶν ἐξέβαλε τὴν Ἄδαν· ἐλθόντος δὲ τοῦ Ἀλεξάνδρου, κατέφυγε πρὸς αὐτὸν ἡ Ἄδα καὶ υἱὸν θετὸν ἐποίησε καὶ κληρονόμον καὶ οὕτως τὴν Καρῶν ἀρχὴν ἀνέλαβεν.

Ὅτι περὶ τὸν Κράγον ὄρος τῆς Λυκίας τὰ κατὰ Χίμαιραν μυθολογοῦνται.

Ὅτι τὰ Σόλυμα ὄρη Πισιδῶν ἐστι περὶ Τερμησσὸν πόλιν.

Ὅτι κρόκος θηλυκῶς λέγεται.

Ὅτι ἀπὸ Σόλων τῆς Κιλικίας ἦν Χρύσιππός τε ὁ Στωικὸς καὶ Ἄρατος.

Ὅτι τὸ παλαιὸν ἢ Ταρσὸς ἐσπούδασε τοσοῦτον περὶ φιλοσοφίαν καὶ τὴν ἄλλην παίδευσιν, ὥστε καὶ Ἄθήνας καὶ Ἀλεξάνδρειαν ὁπερεβάλετο σχεδόν· οἰ δε μανθάνοντες ἦσαν Ταρσεῖς.

Ὅτι « ἔργα νέων, βουλαὶ μέσων, πορδαὶ δὲ γιρόντοιν. »

Ὅτι ὁ μὲν τῶν Πελοπιδῶν πλοῦτος ἀπὸ τῶν

619
περὶ Φρυγίαν καὶ Σίπυλον μετάλλων γέγονεν, ὁ δὲ Κάδμου ἐκ τῶν περὶ Θρᾴκην καὶ τὸ Παγγαῖον ὄρος, ὁ δὲ Πριάμου ἐκ τῶν ἐν Ἀστύροις περὶ Ἄβυδον χρυ σείων, ὧν καὶ νῦν ἔτι μικρὰ λείπεται πολλὴ δʼ ἡ ἐκβολὴ καὶ τὰ ὀρύγματα, σημεῖα τῆς πάλαι μεταλλείας· ὁ δὲ Μίδου ἐκ τῶν περὶ τὸ Βέρμιον ὄρος, ὁ δὲ Γύγου καὶ Ἀλυάττου καὶ Κροίσου ἀπὸ τῶν ἐν Λυδίᾳ τῇ μεταξὺ Ἀταρνέως τε καὶ Περγάμου, οὗ πολίχνη ἐρήμη. ἐκμεμεταλλευμένα ἔχουσα τὰ χωρία.