Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὄτι ὁ ἐν Κυζίκῳ ναὸς Δινδυμήνης, μητρὸς θεῶν, Ἀργοναυτῶν ἐστιν ἵδρυμα.

Ὅτι τὸ παλαιὸν εὐνομώταται πόλεις ἦσαν καὶ δυναταὶ Κύζικος, Ῥόδος, Μασσαλία, Καρχηδὼν, Ῥώμη, Σπάρτη.

Ὅτι τῆς Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια καὶ Κοτιάειον καὶ Μιδάειον καὶ Δορυλάειον πόλεις καὶ Κάδοι.

Ὅτι ἡ Μυσία κατὰ τὴν μεσόγαιαν ἀπὸ τῆς Ὀλυμπηνῆς ἐπὶ τὴν Περγαμηνὴν καθήκει καὶ τὸ Καΐκου λεγόμενον πεδίον.

Ὅτι ὑπὲρ τῆς Ἐπικτήτου πρὸς νότον ἐστὶν ἡ μεγάλη Φρυγία, ἔχουσα ἐπ᾿ ἀριστερὰ τὴν Πεσσινοπυντα καὶ Λυκάονας, ἐν δεξιᾷ δὲ Λυδίαν καὶ Καρίαν. Ἐν αὐτῇ δ᾿ εἰσὶν ἢ τε παρώρειος φρυγία καὶ Πισιδία καὶ Ἀμόριον καὶ Εὐμενία καὶ Σύνναδα εἶτ᾿ Ἀπάμεια ἡ Κιβωτὸς λεγομένη καὶ Λαοδίκεια καὶ Κολοσσαί.

Ὅτι ὁ Μαρσύας ποταμὸς, ἀνίσχων ἐξ Ἀπαμείας, μεγάλης πόλεως, ἐξίησιν εἰς τὸν Μαίανδρον.

Ὅτι τοσοῦτόν ἐστιν ὁ Μαιάνδρου τοῦ ποταμοῦ ῥοῦς σκολιὸς, ὤστε ἐξ ἐκείνου πάντα τὰ σκολιὰ Μαιάνβρους καλεῖσθαι.

Ὅτι πᾶσα σχεδὸν ἡ περὶ τὸν Μαίανδρον ποταμὸν χώρα εὔσειστός ἐστι καὶ ὑπόνομος πυρί τε καὶ ὕδατι ἀπὸ τῶν πεδίων ἕως Μαγνησίας καὶ Ἱεραπόλεως.

Ὅτι τὴν Πριήνην, πρὶν παραλίαν οὖσαν, νῦν ὁ Μαίανδρος ποταμὸς διὰ τὴν πολλὴν χοῦν μεσόγαιαν ἐποίησε σταδίων μ΄ προσχώματι.

Ὅτι τὰ περὶ τὸν Τυφῶνα πάθη καὶ τοὺς Ἀρίμους κατὰ τὴν κεκαυμένην Φρυγίαν ἢ Λυδίαν συμβῆναί φασι. Τινὲς δὲ καὶ τὰ μεταξὺ Μαιάνδρου καὶ Λυδῶν λέγουσιν εἶναιο τοιαῦτα.