Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅττι ἀνὰ μέσον Θήρας καὶ Θηρασίας ἐκπεσοῦσαι φλόγες ἐκ τοῦ πελάγους ἐφ᾿ ἡμέρας τέτταρας, ὥστε πᾶσαν ζεῖν καὶ φλέγεσθαι τὴν θάλατταν, ἀνεφύσησαν κατʼ ὀλίγον ἐξαιρομένην, ὡς ἂν ὀργανικῶς, καὶ συντιθεμένην ἐκ μύδρων νῆσον, ἔχουσαν δώδεκα σταδίων τὴν περίμετρον.

Ὅτι, σεισμοῦ γενομένου μεγίστου, τῆς τε Σιδῶνος τὰ δύο μέρη κατεστράφη καὶ ἑτέρα πόλις δλη πλησίον αὐτῆς, καὶ Εὐβοίας ἡ ἐν Εὐρίπῳ Ἀρέθουσα κρήνη ἀπετυφλώθη καὶ οὐ πρότερον ἔπαυσε, πρὶν χάσμα μέγα περὶ τὸ Ληλάντιον πεβίον γεγονὸς πηλοῦ διαπύρου ποταμὸν ἐξήρασε· τότε δέ καὶ τῆς Ἀρεθούσης αἱ πηγαὶ πάλιν ἀνεδόθησαν.

Ὅτι πάλιν περὶ Λυδίαν καὶ Ἰωνίαν σεισμῶν γενομένων, Σίπυλός τε (τὸ ὄρος) κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν καί τινες τῶν Ἰώνων πόλεις, καὶ τὰ ἐν Τροίᾳ θερμὰ ὕδατα ἀπώλετο, περὶ ὧν Ὅμηρος ἔλεγεν· ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει· » ἐγένοντο δὲ καὶ λίμναι ἐξ ἑλῶν. Οὐδὲν οὖν θαυμαστὸν, εἰ ὁ κατὰ τὸ Κάσιον ἰσθμὸς τῆς Ἀραβίσς διαρραγεὶς ἢ ἵζημα λαβὼν ποιήσει τὴν τῆς Αἰγύπτου θάλασσαν σύρρουν τῆ Ἐρυθρᾷ. Ἔτι δὲ καὶ ὁ Περαιεὺς, ὡς καὶ τὸ ὄνομα ἐμφαίνει, πέραν ἔκειτο τῆς Ἀττικῆς, ὡς νῆσος, καὶ ἡ Λευκὰς νῆσος ὑπὸ Κορινθίων γέγονε, διακοψάντων τὸν ἰσθμόν· περὶ ἧς λέγει Ὅμηρος· «οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων. » Περὶ Μεθώνην δέ τὴν ἐν τῷ Ἑρμιονικῷ κόλπῳ ὄρος ἑπταστάδιον τὸ ὕψος ἀνεβλήθη, γενηθέντος ἀναφυσήματος φλογώδους, μεθʼ ἡμέραν μέν ὰπρόσιτον ὑπὸ τοῦ θερμοῦ καὶ τῆς θειώδους ὅόμῆς, νύκτωρ δὲ εὐῶδες, ἐκλάμπον πόρρω καὶ θερμαῖνον, ὥστε ζεῖν τὴν θάλατταν ἐπὶ σταδίυυς ε΄, θολερὰν δʼ εἶναι καὶ ἐπὶ κ΄ σταδίους· προσχωσθῆναι δὲ

535
πέτραις ἀπορρῶξι πύργων οὐκ ἐλάττοσιν. Ὑπὸ δὲ τῆς Κωπαΐδος λίμνης αἱ ὲν Καταλόγῳ Ὁμήρου πόλεις, Ἄρνη καὶ Μίδεια, κατεπόθησαν· καὶ αἱ Ἐχινάδες νῆσοι ἐκ τῆς τοῦ Ἀχεῴου προσχώσεως ἠπειρώθησαν· καὶ ἡ Ἀστερὶς νῆσος πληοίον Ἰθάκης, λιμένας πρὶν ἔχουσα δύο, νῦν δʼ οὐδʼ ἀγκυροβόλιον ἔχει. Ἀλλὰ καὶ Ὄσσα ἐκ τεῦ Ὀλύμπου ἀπερράγη.

Ὅτι Πυθέας ὁ Πασσαλιώτης, δοκῶν εἶναι φιλόσοφος, ψευδίστατος ὴλέγχθη ἐν οἷς τὰ περὶ Θούλην καὶ Βρετανίας γεωγραφεῖ.

Ὅτι τινὲς Ἀλεξάνδρῳ συνεβούλευον, δαιροῦντα τοὺς ἀνθρώπους εἰς Ἕλληνας καὶ βαρβάρους τοῖς μὲν ὡς φίλοις, τοῖς δὲ ὡς πολεμίοις χρῆσθαι· ὁ δὲ ἀπεκρίνατο, ἄμεινον εἶναι ἀρετῇ καὶ κακίᾳ διαιρεῖν τούτους· εἶναι γὰρ Ἰνδοὺς μέν καὶ Ἀρίους καὶ Ῥωαίους καὶ Καρχηδονίους ἀριστοκρατουμένους καὶ καλῶς πολιτευομένους, Ἀθηναίους δὲ οὐχ οὕτως.