Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἑξῆς δὲ λέγει τὴν ὑπʼ Εὐρυπύλῳ οἳ δʼ ἔχον Ὀρμένιον οἵ τε κρήνην Ὑπέρειαν, οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα. τὸ μὲν οὖν Ὀρμένιον νῦν Ὀρμίνιον καλεῖται, ἔστι δʼ ὑπὸ τῷ Πηλίῳ κώμη κατὰ τὸν Παγασιτικὸν κόλπον τῶν συνῳκισμένων εἰς τὴν Δημητριάδα πόλεων, ὡς εἴρηται. ἀνάγκη δὲ καὶ τὴν Βοιβηίδα

p.619
λίμνην εἶναι πλησίον, ἐπειδὴ καὶ ἡ Βοίβη τῶν περιοικίδων ἦν τῆς Δημητριάδος καὶ αὐτὸ τὸ Ὀρμένιον. τὸ μὲν οὖν Ὀρμένιον ἀπέχει τῆς Δημητριάδος πεζῇ σταδίους ἑπτὰ καὶ εἴκοσιν, ὁ δὲ τῆς Ἰωλκοῦ τόπος ἐν ὁδῷ κείμενος τῆς μὲν Δημητριάδος ἑπτὰ σταδίους διέστηκε, τοῦ δʼ Ὀρμενίου τοὺς λοιποὺς σταδίους εἴκοσι. φησὶ δʼ ὁ Σκήψιος ἐκ τοῦ Ὀρμενίου τὸν Φοίνικα εἶναι, καὶ φεύγειν αὐτὸν ἐνθένδε παρὰ τοῦ πατρὸς Ἀμύντορος Ὀρμενίδαο εἰς τὴν Φθίαν ἐς Πηλῆα ἄνακτα. ἐκτίσθαι γὰρ ὑπὸ Ὀρμένου τὸ χωρίον τοῦτο τοῦ Κερκάφου τοῦ Αἰόλου· παῖδας δὲ τοῦ Ὀρμένου γενέσθαι τόν τε Ἀμύντορα καὶ Εὐαίμονα, ὧν τοῦ μὲν εἶναι Φοίνικα τοῦ δʼ Εὐρύπυλον· φυλαχθῆναι δὲ τῷ Εὐρυπύλῳ τὴν διαδοχὴν κοινήν, ἅτε ἂν ἀπελθόντος τοῦ Φοίνικος ἐκ τῆς οἰκείας· καὶ δὴ καὶ γράφει οὕτως οἷον ὅτε πρῶτον λίπον Ὀρμένιον πολύμηλον, ἀντὶ τοῦ λίπον Ἑλλάδα καλλιγύναικα. Κράτης δὲ Φωκέα ποιεῖ τὸν Φοίνικα, τεκμαιρόμενος ἐκ τοῦ κράνους τοῦ Μέγητος ᾧ ἐχρήσατο ὁ Ὀδυσσεὺς κατὰ τὴν νυκτεγερσίαν, περὶ οὗ φησιν ὁ ποιητὴς ὅτι ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετʼ Αὐτόλυκος, πυκινὸν δόμον ἀντιτορήσας. τόν τε γὰρ Ἐλεῶνα ἐν τῷ Παρνασσῷ πολίχνιον εἶναι, τόν τε Ὀρμενίδην Ἀμύντορα οὐκ ἄλλον τινὰ λέγεσθαι ἢ τὸν τοῦ Φοίνικος πατέρα, καὶ τὸν Αὐτόλυκον οἰκοῦντα ἐν τῷ Παρνασσῷ τοιχωρυχεῖν τὰ τῶν γειτόνων, ὅπερ κοινόν ἐστι τοιχωρύχου παντός, οὐ τὰ τῶν πόρρωθεν. ὁ δὲ Σκήψιός φησι μήτε Ἐλεῶνα μηδένα τόπον τοῦ Παρνασσοῦ δείκνυσθαι, ἀλλὰ Νεῶνα, καὶ ταύτην οἰκισθεῖσαν μετὰ τὰ Τρωικά, μήτʼ ἐκ γειτόνων τὰς τοιχωρυχίας γίνεσθαι μόνον. καὶ ἄλλα δʼ ἐστὶν ἃ λέγοι τις ἄν, ἀλλʼ οὖν ὀκνῶ διατρίβειν ἐπὶ πλέον. ἄλλοι δὲ γράφουσιν ἐξ Ἑλεῶνος· Ταναγρικὴ δέ ἐστιν αὕτη· καὶ
p.620
μᾶλλον ἐλέγχοι ἀτόπως ἂν λεγόμενον τό φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος, Φθίην δʼ ἐξικόμην. ἡ δʼ Ὑπέρεια κρήνη ἐν μέσῃ ἐστὶ τῇ Φεραίων πόλει Εὐμήλου οὔσῃ· ἄτοπον τοίνυν δοῦναι Εὐρυπύλῳ. Τίτανος δʼ ἀπὸ τοῦ συμβεβηκότος ὠνομάσθη· λευκόγεων γάρ ἐστι τὸ χωρίον Ἄρνης πλησίον καὶ τῶν Ἀφετῶν· καὶ τὸ Ἀστέριον δʼ οὐκ ἄπωθεν τούτων ἐστί.

συνεχεῖς δὲ τῇ μερίδι ταύτῃ λέγονται οἱ ὑπὸ τῷ Πολυποίτῃ οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν. ταύτην τὴν χώραν πρότερον μὲν ᾤκουν Περραιβοί, τὸ πρὸς θαλάττῃ μέρος νεμόμενοι καὶ τῷ Πηνειῷ μέχρι τῆς ἐκβολῆς αὐτοῦ καὶ Γυρτῶνος πόλεως Περραιβίδος. εἶτα ταπεινώσαντες ἐκείνους[*](post ἐκείνους· εἰς τὴν ἐν τῇ μεσογαίᾳ ποταμίαν) Λαπίθαι κατέσχον αὐτοὶ τὰ χωρία, Ἰξίων καὶ ὁ υἱὸς Πειρίθους, ὃς καὶ τὸ Πήλιον κατεκτήσατο βιασάμενος τοὺς κατασχόντας Κενταύρους, ἄγριόν τι φῦλον. τούτους μὲν οὖν ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσε, τοῖς δὲ Λαπίθαις τὰ πεδία παρέδωκε· τινὰ δʼ αὐτῶν καὶ οἱ Περραιβοὶ κατεῖχον, τὰ πρὸς τῷ Ὀλύμπῳ· ἔστι δʼ ὅπου καὶ ὅλοι ἀναμὶξ τοῖς Λαπίθαις ᾤκουν. ἡ μὲν οὖν Ἄργισσα, ἡ νῦν Ἄργουρα, ἐπὶ τῷ Πηνειῷ κεῖται· ὑπέρκειται δʼ αὐτῆς Ἄτραξ ἐν τετταράκοντα σταδίοις, τῷ ποταμῷ πλησιάζουσα καὶ αὕτη· τὴν δʼ ἀνὰ μέσον ποταμίαν εἶχον Περραιβοί. Ὄρθην δὲ τινὲς τὴν ἀκρόπολιν τῶν Φαλανναίων εἰρήκασιν· ἡ δὲ Φάλαννα Περραιβικὴ πόλις πρὸς τῷ Πηνειῷ πλησίον τῶν Τεμπῶν. οἱ μὲν οὖν Περραιβοὶ καταδυναστευθέντες ὑπὸ τῶν Λαπιθῶν εἰς τὴν ὀρεινὴν ἀπανέστησαν οἱ πλείους τὴν περὶ Πίνδον καὶ Ἀθαμᾶνας καὶ Δόλοπας, τὴν δὲ χώραν

p.621
καὶ τοὺς ὑπολειφθέντας τῶν Περραιβῶν κατέσχον Λαρισαῖοι, πλησίον μὲν οἰκοῦντες τοῦ Πηνειοῦ, γειτνιῶντες δʼ ἐκείνοις, νεμόμενοι δὲ τὰ εὐδαιμονέστατα μέρη τῶν πεδίων, πλὴν εἴ τι σφόδρα κοῖλον πρὸς τῇ λίμνῃ τῇ Νεσσωνίδι, εἰς ἣν ὑπερκλύζων ὁ ποταμὸς ἀφῃρεῖτό τι τῆς ἀροσίμου τοὺς Λαρισαίους· ἀλλʼ ὕστερον παραχώμασιν ἐπηνώρθωσαν Λαρισαῖοι. οὗτοι δʼ οὖν κατεῖχον τέως τὴν Περραιβίαν καὶ φόρους ἐπράττοντο, ἕως Φίλιππος κατέστη κύριος τῶν τόπων. Λάρισα δʼ ἐστὶ καὶ ἐν τῇ Ὄσσῃ χωρίον· καὶ ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία λεγομένη· καὶ ἐν τῇ Κρήτῃ πόλις ἡ νῦν εἰς Ἱεράπυτναν συνοικισθεῖσα, ἀφʼ ἧς καὶ τὸ ὑποκείμενον πεδίον νῦν Λαρίσιον καλεῖται· καὶ ἐν Πελοποννήσῳ ἥ τε τῶν Ἀργείων ἄκρα καὶ ὁ τὴν Ἠλείαν ἀπὸ Δύμης διορίζων Λάρισος ποταμός. Θεόπομπος δὲ καὶ πόλιν λέγει ἐν τῇ αὐτῇ μεθορίᾳ κειμένην Λάρισαν· καὶ ἐν τῇ Ἀσίᾳ ἥ τε Φρικωνὶς ἡ περὶ τὴν Κύμην καὶ ἡ κατὰ Ἁμαξιτὸν τῆς Τρῳάδος· καὶ ἡ Ἐφεσία Λάρισά ἐστι καὶ ἐν Συρίᾳ· τῆς δὲ Μιτυλήνης ἀπὸ πεντήκοντα σταδίων εἰσὶ Λαρισαῖαι πέτραι κατὰ τὴν ἐπὶ Μηθύμνης ὁδόν· καὶ ἐν τῇ Ἀττικῇ δʼ ἐστὶ Λάρισα· καὶ τῶν Τράλλεων διέχουσα κώμη τριάκοντα σταδίους ὑπὲρ τῆς πόλεως ἐπὶ Καΰστρου πεδίον διὰ τῆς Μεσωγίδος ἰόντων κατὰ τὸ τῆς Ἰσοδρόμης Μητρὸς ἱερόν, ὁμοίαν τὴν θέσιν καὶ τὴν ἀρετὴν ἔχουσα τῇ Κρεμαστῇ Λαρίσῃ· καὶ γὰρ εὔυδρος καὶ ἀμπελόφυτος· ἴσως δὲ καὶ ὁ Λαρίσιος Ζεὺς ἐκεῖθεν ἐπωνόμασται· καὶ ἐν τοῖς ἀριστεροῖς δὲ τοῦ Πόντου κώμη τις καλεῖται Λάρισα μεταξὺ Ναυλόχου καὶ Ὀδησσοῦ πλησίον τῶν ἄκρων τοῦ Αἵμου. καὶ Ὀλοσσὼν δὲ λευκὴ προσαγορευθεῖσα ἀπὸ τοῦ λευκάργιλος εἶναι, καὶ Ἠλώνη Περραιβικαὶ πόλεις, καὶ Γόννος. ἡ δʼ Ἠλώνη μετέβαλε τοὔνομα Λειμώνη
p.622
μετονομασθεῖσα· κατέσκαπται δὲ νῦν· ἄμφω δʼ ὑπὸ τῷ Ὀλύμπῳ κεῖνται οὐ πολὺ ἄπωθεν τοῦ Εὐρώπου ποταμοῦ, ὃν ὁ ποιητὴς Τιταρήσιον καλεῖ.

λέγει δὲ καὶ περὶ τούτου καὶ περὶ τῶν Περραιβῶν ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ὅταν φῇ Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας. τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί, οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρήσιον ἔργʼ ἐνέμοντο. λέγει μὲν οὖν τούτους τοὺς τόπους τῶν Περραιβῶν, ἀπὸ μέρους τῆς Ἑστιαιώτιδος ἐπειληφότας· ἦσαν δὲ καὶ ὑπὸ τῷ Πολυποίτῃ ἐκ μέρους Περραιβικαί, τοῖς μέντοι Λαπίθαις προσένειμε διὰ τὸ ἀναμὶξ οἰκεῖν καὶ τὰ μὲν πεδία κατέχειν τοὺς Λαπίθας καὶ τὸ ἐνταῦθα Περραιβικὸν ὑπὸ τούτοις τετάχθαι ὡς ἐπὶ πλέον, τὰ δʼ ὀρεινότερα χωρία πρὸς τῷ Ὀλύμπῳ καὶ τοῖς Τέμπεσι τοὺς Περραιβούς, καθάπερ τὸν Κύφον καὶ τὴν Δωδώνην καὶ τὰ περὶ τὸν Τιταρήσιον, ὃς ἐξ ὄρους Τιταρίου συμφυοῦς τῷ Ὀλύμπῳ ῥέων εἰς τὰ πλησίον τῶν Τεμπῶν χωρία τῆς Περραιβίας αὐτοῦ που τὰς συμβολὰς ποιεῖται πρὸς τὸν Πηνειόν. τὸ μὲν οὖν τοῦ Πηνειοῦ καθαρόν ἐστιν ὕδωρ, τὸ δὲ τοῦ Τιταρησίου λιπαρὸν ἔκ τινος ὕλης ὥστʼ οὐ συμμίσγεται ἀλλά τέ μιν καθύπερθεν ἐπιτρέχει ἠύτʼ ἔλαιον. διὰ δὲ τὸ ἀναμὶξ οἰκεῖν Σιμωνίδης Περραιβοὺς καὶ Λαπίθας καλεῖ τοὺς Πελασγιώτας ἅπαντας, τοὺς τὰ ἑῷα κατέχοντας τὰ περὶ Γυρτῶνα καὶ τὰς ἐκβολὰς τοῦ Πηνειοῦ καὶ Ὄσσαν καὶ Πήλιον καὶ τὰ περὶ Δημητριάδα καὶ τὰ ἐν τῷ πεδίῳ, Λάρισαν Κραννῶνα Σκοτοῦσσαν Μόψιον Ἄτρακα, καὶ τὰ περὶ τὴν Νεσσωνίδα λίμνην καὶ τὴν Βοιβηίδα· ὧν ὁ ποιητὴς ὀλίγων μέμνηται διὰ τὸ μὴ οἰκισθῆναί πω τἆλλα ἢ φαύλως οἰκισθῆναι διὰ τοὺς κατακλυσμοὺς ἄλλοτʼ ἄλλους γινομένους· ἐπεὶ οὐδὲ τῆς

p.623
Νεσσωνίδος μέμνηται λίμνης, ἀλλὰ τῆς Βοιβηίδος μόνον πολὺ ἐλάττονος οὔσης, ταύτης δὲ μόνης μενούσης, ἐκείνης δὲ ὡς εἰκὸς τοτὲ μὲν πληρουμένης ἀτάκτως, τοτὲ δʼ ἐκλειπομένης. τῆς δὲ Σκοτούσσης ἐμνήσθημεν καὶ ἐν τοῖς περὶ Δωδώνης λόγοις καὶ τοῦ μαντείου τοῦ ἐν Θετταλίᾳ, διότι περὶ τοῦτον ὑπῆρξε τὸν τόπον. ἔστι δʼ ἐν τῇ Σκοτούσσῃ χωρίον τι Κυνὸς κεφαλαὶ καλούμενον, περὶ ὃ Ῥωμαῖοι μετʼ Αἰτωλῶν καὶ Τίτος Κοΐντιος ἐνίκων μάχῃ μεγάλῃ Φίλιππον τὸν Δημητρίου, Μακεδόνων βασιλέα.