Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

τὴν δʼ Ἀσπληδόνα χωρὶς τῆς πρώτης συλλαβῆς ἐκάλουν τινές· εἶτʼ Εὐδείελος μετωνομάσθη καὶ αὐτὴ καὶ ἡ χώρα, τάχα τι ἰδίωμα προσφερομένη ἐκ τοῦ δειλινοῦ κλίματος οἰκεῖον τοῖς κατοικοῦσι, καὶ μάλιστα τὸ εὐχείμερον[*](post εὐχείμερον· ψυχρότατα μὲν γὰρ τὰ ἄκρα τῆς ἡμέρας ἐστί, τούτων δὲ τὸ δειλινὸν τοῦ ἑωθινοῦ ψυχρότερον· εἰς ἐπίτασιν γὰρ ἄγει πλησιάζον τῇν νυκτί, τὸ δʼ εἰς ἄνεσιν ἀφιστάμενον τῆς νυκτός. ἴαμα δὲ τοῦ ψύχους ὁ ἥλιος· τὸ οὖν ἡλιαζόμενον πλεῖστον ἐν τῶ ψυχροτάτω καιρῷ εὐχειμερώτατον.). διέχει δὲ τοῦ Ὀρχομενοῦ στάδια εἴκοσι· μεταξὺ δʼ ὁ Μέλας ποταμός.

ὑπέρκειται δʼ Ὀρχομενίας ὁ Πανοπεύς, Φωκικὴ πόλις, καὶ Ὑάμπολις· τούτοις δʼ ὁμορεῖ Ὀποῦς, ἡ τῶν Λοκρῶν μητρόπολις τῶν Ἐπικνημιδίων. πρότερον μὲν οὖν οἰκεῖσθαι τὸν Ὀρχομενόν φασιν ἐπὶ πεδίῳ, ἐπιπολαζόντων δὲ τῶν ὑδάτων ἀνοικισθῆναι πρὸς τὸ Ἀκόντιον ὄρος, παρατεῖνον ἐπὶ ἑξήκοντα σταδίους μέχρι Παραποταμίων τῶν ἐν τῇ Φωκίδι. ἱστοροῦσι δὲ τοὺς ἐν τῷ Πόντῳ καλουμένους Ἀχαιοὺς ἀποίκους Ὀρχομενίων εἶναι τῶν μετὰ Ἰαλμένου πλανηθέντων ἐκεῖσε μετὰ τὴν τῆς Τροίας ἅλωσιν. καὶ περὶ Κάρυστον δʼ ἦν

p.587
τις Ὀρχομενός. εὖ γὰρ τὴν τοιαύτην ὕλην ὑποβεβλήκασιν ἡμῖν οἱ τὰ περὶ τῶν νεῶν συγγράψαντες, οἷς ἀκολουθοῦμεν ὅταν οἰκεῖα λέγωσι πρὸς τὴν ἡμετέραν ὑπόθεσιν.