Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
καὶ δὴ καὶ τῶν ὁρίων ἀμφισβητοῦντες πολλάκις οἵ τε Πελοποννήσιοι καὶ Ἴωνες, ἐν οἷς ἦν καὶ ἡ Κρομμυωνία, συνέβησαν καὶ στήλην ἔστησαν ἐπὶ τοῦ συνομολογηθέντος τόπου περὶ αὐτὸν τὸν Ἰσθμόν, ἐπιγραφὴν ἔχουσαν ἐπὶ μὲν τοῦ πρὸς τὴν Πελοπόννησον μέρους
ἐπὶ δὲ τοῦ πρὸς Μέγαρα
- τάδʼ ἐστὶ Πελοπόννησος οὐκ Ἰωνία,
οἵ τε δὴ τὴν
- τάδʼ οὐχὶ Πελοπόννησος ἀλλʼ Ἰωνία.
[*](Soph. Fr. 872 (Nauck))ὅτι μὲν οὖν ἡ Μεγαρὶς τῆς Ἀττικῆς μέρος ἦν, τούτοις χρῶνται τεκμηρίοις.
- τὸν ἀντίπλευρον κῆπον Εὐβοίας νέμει,
- Νίσῳ δὲ τὴν ὅμαυλον ἐξαιρεῖ χθόνα
- Σκείρωνος ἀκτῆς, τῆς δὲ γῆς τὸ πρὸς νότον
- ὁ σκληρὸς οὗτος καὶ γίγαντας ἐκτρέφων
- εἴληχε Πάλλας.
μετὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον καὶ τὸν τῆς χώρας μερισμὸν ὑπʼ αὐτῶν καὶ τῶν συγκατελθόντων αὐτοῖς Δωριέων ἐκπεσεῖν τῆς οἰκείας συνέβη πολλοὺς εἰς τὴν Ἀττικήν, ὧν ἦν καὶ ὁ τῆς Μεσσήνης βασιλεὺς Μέλανθος· οὗτος δὲ καὶ τῶν Ἀθηναίων ἐβασίλευσεν ἑκόντων, νικήσας ἐκ μονομαχίας τὸν τῶν Βοιωτῶν βασιλέα Ξάνθον. εὐανδρούσης δὲ τῆς Ἀττικῆς διὰ τοὺς φυγάδας φοβηθέντες οἱ Ἡρακλεῖδαι, παροξυνόντων αὐτοὺς μάλιστα τῶν ἐν Κορίνθῳ καὶ τῶν ἐν Μεσσήνῃ, τῶν μὲν διὰ τὴν γειτνίασιν, τῶν δὲ ὅτι Κόδρος τῆς Ἀττικῆς ἐβασίλευε τότε ὁ τοῦ Μελάνθου παῖς, ἐστράτευσαν ἐπὶ τὴν Ἀττικήν· ἡττηθέντες δὲ μάχῃ τῆς μὲν ἄλλης ἐξέστησαν γῆς, τὴν Μεγαρικὴν δὲ κατέσχον καὶ τήν τε πόλιν ἔκτισαν τὰ Μέγαρα καὶ τοὺς ἀνθρώπους Δωριέας ἀντὶ Ἰώνων ἐποίησαν· ἠφάνισαν δὲ καὶ
πολλαῖς δὲ κέχρηται μεταβολαῖς ἡ τῶν Μεγαρέων πόλις, συμμένει δʼ ὅμως μέχρι νῦν. ἔσχε δέ ποτε καὶ φιλοσόφων διατριβὰς τῶν προσαγορευθέντων Μεγαρικῶν, Εὐκλείδην διαδεξαμένων ἄνδρα Σωκρατικόν, Μεγαρέα τὸ γένος· καθάπερ καὶ Φαίδωνα μὲν τὸν Ἠλεῖον οἱ Ἠλειακοὶ διεδέξαντο, καὶ τοῦτον Σωκρατικόν, ὧν ἦν καὶ Πύρρων, Μενέδημον δὲ τὸν Ἐρετριέα οἱ Ἐρετρικοί. ἔστι δʼ ἡ χώρα τῶν Μεγαρέων παράλυπρος καθάπερ καὶ ἡ Ἀττική, καὶ τὸ πλέον αὐτῆς ἐπέχει τὰ καλούμενα Ὄνεια ὄρη, ῥάχις τις μηκυνομένη μὲν ἀπὸ τῶν Σκιρωνίδων πετρῶν ἐπὶ τὴν Βοιωτίαν καὶ τὸν Κιθαιρῶνα, διείργουσα δὲ τὴν κατὰ Νίσαιαν θάλατταν ἀπὸ τῆς κατὰ τὰς Παγὰς Ἀλκυονίδος προσαγορευομένης.
πρόκειται δʼ ἀπὸ Νισαίας πλέοντι εἰς τὴν Ἀττικὴν πέντε νησία. εἶτα Σαλαμὶς ἑβδομήκοντά που σταδίων οὖσα τὸ μῆκος, οἱ δʼ ὀγδοήκοντά φασιν· ἔχει δʼ ὁμώνυμον πόλιν τὴν μὲν ἀρχαίαν ἔρημον πρὸς Αἴγιναν τετραμμένην καὶ πρὸς νότον (καθάπερ καὶ Αἰσχύλος εἴρηκεν
[*](Aesch. Fr. 404 (Nauck))), τὴν δὲ νῦν ἐν κόλπῳ κειμένην ἐπὶ χερρονησοειδοῦς τόπου συνάπτοντος πρὸς τὴν Ἀττικήν. ἐκαλεῖτο δʼ ἑτέροις ὀνόμασι τὸ παλαιόν· καὶ γὰρ Σκιρὰς καὶ Κύχρεια ἀπό τινων ἡρώων, ἀφʼ οὗ μὲν Ἀθηνᾶ τε λέγεται Σκιρὰς καὶ τόπος Σκίρα ἐν τῇ Ἀττικῇ καὶ ἐπὶ Σκίρῳ ἱεροποιία τις καὶ ὁ μὴν ὁ Σκιροφοριών, ἀφʼ οὗ δὲ καὶ Κυχρείδης ὄφις, ὅν φησιν Ἡσίοδος τραφέντα ὑπὸ Κυχρέως ἐξελαθῆναι ὑπὸ Εὐρυλόχου λυμαινόμενον τὴν νῆσον, ὑποδέξασθαι δὲ αὐτὸν τὴν Δήμητρα εἰς Ἐλευσῖνα καὶ γενέσθαι ταύτης ἀμφίπολον. ὠνομάσθη δὲ
- Αἴγινα δʼ αὕτη πρὸς νότου κεῖται πνοάς
καὶ νῦν μὲν ἔχουσιν Ἀθηναῖοι τὴν νῆσον, τὸ δὲ παλαιὸν πρὸς Μεγαρέας ὑπῆρξεν αὐτοῖς ἔρις περὶ αὐτῆς· καί φασιν οἱ μὲν Πεισίστρατον οἱ δὲ Σόλωνα παρεγγράψαντα ἐν τῷ νεῶν καταλόγῳ μετὰ τὸ ἔπος τοῦτο
[*](Hom. Il. 2.557) ἑξῆς τοῦτο
- Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας
[*](Hom. Il. 2.558) μάρτυρι χρήσασθαι τῷ ποιητῇ τοῦ τὴν νῆσον ἐξ ἀρχῆς Ἀθηναίων ὑπάρξαι. οὐ παραδέχονται δὲ τοῦθʼ οἱ κριτικοὶ διὰ τὸ πολλὰ τῶν ἐπῶν ἀντιμαρτυρεῖν αὐτοῖς. διὰ τί γὰρ ναυλοχῶν ἔσχατος φαίνεται ὁ Αἴας, οὐ μετʼ Ἀθηναίων ἀλλὰ μετὰ τῶν ὑπὸ Πρωτεσιλάῳ Θετταλῶν;
- στῆσε δʼ ἄγων, ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες,
Hom. Il. 13.681 καὶ ἐν τῇ ἐπιπωλήσει ὁ Ἀγαμέμνων
- ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
[*](Hom. Il. 4.327) ἐπὶ δὲ τὸν Αἴαντα καὶ τοὺς Σαλαμινίους πάλιν
- εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
- ἑσταότʼ, ἀμφὶ δʼ Ἀθηναῖοι, μήστωρες ἀυτῆς.
- αὐτὰρ ὁ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
- πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες.
[*](Hom. Il. 4.273)καὶ παρʼ αὐτούς
- ἦλθε δʼ ἐπʼ Αἰάντεσσι,
[*](Hom. Il. 3.230)οὐ Μενεσθεύς. οἱ μὲν δὴ Ἀθηναῖοι τοιαύτην τινὰ σκήψασθαι μαρτυρίαν παρʼ Ὁμήρου δοκοῦσιν, οἱ δὲ Μεγαρεῖς ἀντιπαρῳδῆσαι οὕτως
- Ἰδομενεὺς δʼ ἑτέρωθεν,
[*](Source unknown)ἅ ἐστι χωρία
- Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν νέας, ἔκ τε Πολίχνης,
- ἔκ τʼ Αἰγειρούσσης Νισαίης τε Τριπόδων τε.