Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μετὰ δὲ τὸν Πειραιᾶ Φαληρεῖς δῆμος ἐν τῇ ἐφεξῆς παραλίᾳ· εἶθʼ Ἁλιμούσιοι Αἰξωνεῖς Ἁλαιεῖς οἱ Αἰξωνικοὶ Ἀναγυράσιοι· εἶτα Θοραιεῖς Λαμπτρεῖς Αἰγιλιεῖς Ἀναφλύστιοι Ἀζηνιεῖς· οὗτοι μὲν οἱ μέχρι τῆς ἄκρας τοῦ Σουνίου. μεταξὺ δὲ τῶν λεχθέντων δήμων μακρὰ ἄκρα, πρώτη μετὰ τοὺς Αἰξωνέας Ζωστήρ, εἶτʼ ἄλλη μετὰ Θοραιέας Ἀστυπάλαια· ὧν τῆς μὲν πρόκειται νῆσος Φάβρα τῆς δʼ Ἐλαιοῦσσα· καὶ κατὰ τοὺς Αἰξωνέας δʼ ἔστιν Ὑδροῦσσα· περὶ δὲ Ἀνάφλυστόν ἐστι καὶ τὸ Πανεῖον καὶ τὸ τῆς Κωλιάδος Ἀφροδίτης ἱερόν, εἰς ὃν τόπον ἐκκυμανθῆναι τὰ τελευταῖα τὰ ἐκ τῆς περὶ Σαλαμῖνα ναυμαχίας τῆς Περσικῆς ναυάγιά φασι, περὶ ὧν καὶ τὸν Ἀπόλλω προειπεῖν Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι. πρόκειται δὲ καὶ τούτων τῶν τόπων Βέλβινα νῆσος οὐ πολὺ ἄπωθεν καὶ ὁ Πατρόκλου χάραξ· ἔρημοι δʼ αἱ πλεῖσται τούτων.

κάμψαντι δὲ τὴν κατὰ τὸ Σούνιον ἄκραν ἀξιόλογος δῆμος Σούνιον, εἶτα Θόρικος, εἶτα Ποταμὸς δῆμος οὕτω καλούμενος, ἐξ οὗ οἱ ἄνδρες Ποτάμιοι, εἶτα Πρασιὰ Στειριὰ Βραυρών, ὅπου τὸ τῆς Βραυρωνίας Ἀρτέμιδος ἱερόν, Ἁλαὶ Ἀραφηνίδες, ὅπου τὸ τῆς Ταυροπόλου, Μυρρινοῦς Προβάλινθος Μαραθών, ὅπου Μιλτιάδης τὰς μετὰ Δάτιος τοῦ Πέρσου δυνάμεις ἄρδην διέφθειρεν οὐ περιμείνας ὑστερίζοντας Λακεδαιμονίους διὰ τὴν πανσέληνον· ἐνταῦθα μεμυθεύκασι καὶ τὸν Μαραθώνιον ταῦρον ὃν ἀνεῖλε Θησεύς. μετὰ δὲ Μαραθῶνα Τρικόρυνθος, εἶτα Ῥαμνοῦς, ὅπου τὸ

p.564
τῆς Νεμέσεως ἱερόν, εἶτα Ψαφὶς ἡ τῶν Ὠρωπίων· ἐνταῦθα δέ που καὶ τὸ Ἀμφιαράειόν ἐστι τετιμημένον ποτὲ μαντεῖον, ὅπου φυγόντα τὸν Ἀμφιάρεων, ὥς φησι Σοφοκλῆς, ἐδέξατο ῥαγεῖσα Θηβαία κόνις αὐτοῖσιν ὅπλοις καὶ τετρωρίστῳ δίφρῳ. Ὠρωπὸς δʼ ἐν ἀμφισβητησίμῳ γεγένηται πολλάκις· ἵδρυται γὰρ ἐν μεθορίῳ τῆς τε Ἀττικῆς καὶ τῆς Βοιωτίας. πρόκειται δὲ τῆς παραλίας ταύτης πρὸ μὲν τοῦ Θορίκου καὶ τοῦ Σουνίου νῆσος Ἑλένη τραχεῖα καὶ ἔρημος, παραμήκης ὅσον ἑξήκοντα σταδίων τὸ μῆκος, ἧς φασι μεμνῆσθαι τὸν ποιητὴν ἐν οἷς Ἀλέξανδρος λέγει πρὸς τὴν Ἑλένην οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ἔπλεονἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσῳ δʼ ἐν Κρανάῃ ἐμίγην φιλότητι καὶ εὐνῇ. ταύτην γὰρ λέγει Κρανάην τὴν νῦν Ἑλένην ἀπὸ τοῦ ἐκεῖ γενέσθαι τὴν μῖξιν. μετὰ δὲ τὴν Ἑλένην ἡ Εὔβοια πρόκειται τῆς ἑξῆς παραλίας, ὁμοίως στενὴ καὶ μακρὰ καὶ κατὰ μῆκος τῇ ἠπείρῳ παραβεβλημένη καθάπερ ἡ Ἑλένη. ἔστι δʼ ἀπὸ τοῦ Σουνίου πρὸς τὸ νότιον τῆς Εὐβοίας ἄκρον, ὃ καλοῦσι Λευκὴν ἀκτήν, σταδίων τριακοσίων πλοῦς· ἀλλὰ περὶ Εὐβοίας μὲν λέξομεν ὕστερον, τοὺς δʼ ἐν τῇ μεσογαίᾳ δήμους τῆς Ἀττικῆς μακρὸν εἰπεῖν διὰ τὸ πλῆθος.

τῶν δʼ ὀρῶν τὰ μὲν ἐν ὀνόματι μάλιστά ἐστιν ὅ τε Ὑμηττὸς καὶ Βριλησσὸς καὶ Λυκαβηττός, ἔτι δὲ Πάρνης καὶ Κορυδαλλός. μαρμάρου δʼ ἐστὶ τῆς τε Ὑμηττίας καὶ τῆς Πεντελικῆς κάλλιστα μέταλλα πλησίον τῆς πόλεως· ὁ δʼ Ὑμηττὸς καὶ μέλι ἄριστον ποιεῖ. τὰ δʼ ἀργυρεῖα τὰ ἐν τῇ Ἀττικῇ κατʼ ἀρχὰς μὲν ἦν ἀξιόλογα, νυνὶ δʼ ἐκλείπει· καὶ δὴ καὶ οἱ ἐργαζόμενοι, τῆς μεταλλείας ἀσθενῶς ὑπακουούσης, τὴν παλαιὰν ἐκβολάδα καὶ σκωρίαν ἀναχωνεύοντες εὕρισκον ἔτι ἐξ αὐτῆς

p.565
ἀποκαθαιρόμενον ἀργύριον, τῶν ἀρχαίων ἀπείρως καμινευόντων. τοῦ δὲ μέλιτος ἀρίστου τῶν πάντων ὄντος τοῦ Ἀττικοῦ πολὺ βέλτιστόν φασι τὸ ἐν τοῖς ἀργυρείοις, ὃ καὶ ἀκάπνιστον καλοῦσιν ἀπὸ τοῦ τρόπου τῆς σκευασίας.

ποταμοὶ δʼ εἰσὶν ὁ μὲν Κηφισσὸς ἐκ Τρινεμέων τὰς ἀρχὰς ἔχων ῥέων δὲ διὰ τοῦ πεδίου, ἐφʼ οὗ καὶ ἡ γέφυρα καὶ οἱ γεφυρισμοί, διὰ δὲ τῶν σκελῶν τῶν ἀπὸ τοῦ ἄστεος εἰς τὸν Πειραιᾶ καθηκόντων ἐκδίδωσιν εἰς τὸ Φαληρικόν, χειμαρρώδης τὸ πλέον, θέρους δὲ μειοῦται τελέως. ἔστι δὲ τοιοῦτος μᾶλλον ὁ Ἰλισσός, ἐκ θατέρου μέρους τοῦ ἄστεος ῥέων εἰς τὴν αὐτὴν παραλίαν ἐκ τῶν ὑπὲρ τῆς Ἄγρας καὶ τοῦ Λυκείου μερῶν καὶ τῆς πηγῆς ἣν ὕμνηκεν ἐν Φαίδρῳ Πλάτων. περὶ μὲν τῆς Ἀττικῆς ταῦτα.