Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἔστι τοίνυν ἡ Πελοπόννησος ἐοικυῖα φύλλῳ πλατάνου τὸ σχῆμα, ἴση σχεδόν τι κατὰ μῆκος καὶ κατὰ πλάτος ὅσον χιλίων καὶ τετρακοσίων σταδίων, τὸ μὲν ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω, τοῦτο δʼ ἐστὶ τὸ ἀπὸ τοῦ Χελωνάτα διʼ Ὀλυμπίας καὶ τῆς Μεγαλοπολίτιδος ἐπὶ Ἰσθμόν· τὸ δʼ ἀπὸ τοῦ νότου πρὸς τὴν ἄρκτον, ὅ ἐστι

p.477
τὸ ἀπὸ Μαλεῶν διʼ Ἀρκαδίας εἰς Αἴγιον· ἡ δὲ περίμετρος μὴ κατακολπίζοντι τετρακισχιλίων σταδίων, ὡς Πολύβιος· Ἀρτεμίδωρος δὲ καὶ τετρακοσίους προστίθησι· κατακολπίζοντι δὲ πλείους τῶν ἑξακοσίων ἐπὶ τοῖς πεντακισχιλίοις. ὁ δʼ Ἰσθμὸς κατὰ τὸν δίολκον, διʼ οὗ τὰ πορθμεῖα ὑπερνεωλκοῦσιν ἀπὸ τῆς ἑτέρας εἰς τὴν ἑτέραν θάλατταν, εἴρηται ὅτι τετταράκοντα σταδίων ἐστίν.

ἔχουσι δὲ τῆς χερρονήσου ταύτης τὸ μὲν ἑσπέριον μέρος Ἠλεῖοι καὶ Μεσσήνιοι, κλυζόμενοι τῷ Σικελικῷ πελάγει· προσλαμβάνουσι δὲ καὶ τῆς ἑκατέρωθεν παραλίας, ἡ μὲν Ἠλεία πρὸς ἄρκτον ἐπιστρέφουσα καὶ τὴν ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου μέχρι ἄκρας Ἀράξου, καθʼ ἣν ἀντίπορθμός ἐστιν ἥ τε Ἀκαρνανία καὶ αἱ προκείμεναι νῆσοι, Ζάκυνθος καὶ Κεφαλληνία καὶ Ἰθάκη καὶ αἱ Ἐχινάδες, ὧν ἐστι καὶ τὸ Δουλίχιον· τῆς δὲ Μεσσηνίας τὸ πλέον ἀνεῳγμένον πρὸς νότον καὶ τὸ Λιβυκὸν πέλαγος μέχρι τῶν καλουμένων Θυρίδων πλησίον Ταινάρου. ἑξῆς δὲ μετὰ μὲν τὴν Ἠλείαν ἐστὶ τὸ τῶν Ἀχαιῶν ἔθνος πρὸς ἄρκτους βλέπον καὶ τῷ Κορινθιακῷ κόλπῳ παρατεῖνον, τελευτᾷ δʼ εἰς τὴν Σικυωνίαν· ἐντεῦθεν δὲ Σικυὼν καὶ Κόρινθος ἐκδέχεται μέχρι τοῦ Ἰσθμοῦ· μετὰ δὲ τὴν Μεσσηνίαν ἡ Λακωνικὴ καὶ ἡ Ἀργεία, μέχρι τοῦ Ἰσθμοῦ καὶ αὕτη. κόλποι δʼ εἰσὶν ἐνταῦθα ὅ τε Μεσσηνιακὸς καὶ ὁ Λακωνικὸς καὶ τρίτος ὁ Ἀργολικός, τέταρτος δʼ ὁ Ἑρμιονικὸς καὶ Σαρωνικός (οἱ δὲ Σαλαμινιακὸν καλοῦσιν), ὧν τοὺς μὲν ἡ Λιβυκὴ τοὺς δʼ ἡ Κρητικὴ θάλαττα πληροῖ καὶ τὸ Μυρτῷον πέλαγος· τινὲς δὲ καὶ τὸν Σαρωνικὸν πόρον ἢ πέλαγος ὀνομάζουσι. μέση δʼ ἐστὶν ἡ Ἀρκαδία πᾶσιν ἐπικειμένη καὶ γειτνιῶσα τοῖς ἄλλοις ἔθνεσιν.

ὁ δὲ Κορινθιακὸς κόλπος ἄρχεται μὲν ἀπὸ τῶν

p.478
ἐκβολῶν τοῦ Εὐήνου (τινὲς δέ φασιν τοῦ Ἀχελώου τοῦ ὁρίζοντος Ἀκαρνᾶνας καὶ τοὺς Αἰτωλοὺς) καὶ τοῦ Ἀράξου. ἐνταῦθα γὰρ πρῶτον ἀξιόλογον συναγωγὴν λαμβάνουσι πρὸς ἀλλήλας αἱ ἑκατέρωθεν ἀκταί· προϊοῦσαι δὲ πλέον τελέως συμπίπτουσι κατὰ τὸ Ῥίον καὶ τὸ Ἀντίρριον, ὅσον δὴ πέντε σταδίων ἀπολείπουσαι πορθμόν. ἔστι δὲ τὸ μὲν Ῥίον τῶν Ἀχαιῶν ἁλιτενὴς ἄκρα, δρεπανοειδῆ τινα ἐπιστροφὴν εἰς τὸ ἐντὸς ἔχουσα· καὶ δὴ καὶ καλεῖται Δρέπανον· κεῖται δὲ μεταξὺ Πατρῶν καὶ Αἰγίου Ποσειδῶνος ἱερὸν ἔχουσα· τὸ δʼ Ἀντίρριον ἐν μεθορίοις τῆς Αἰτωλίας καὶ τῆς Λοκρίδος ἵδρυται, καλοῦσι δὲ καὶ Μολύκριον Ῥίον. εἶτʼ ἐντεῦθεν διίσταται πάλιν ἡ παραλία μετρίως ἑκατέρωθεν, προελθοῦσα δʼ εἰς τὸν Κρισαῖον κόλπον ἐνταῦθα τελευτᾷ, κλειομένη τοῖς προσεσπερίοις τῆς Βοιωτίας καὶ τῆς Μεγαρικῆς τέρμοσιν. ἔχει δὲ τὴν περίμετρον ὁ Κορινθιακὸς κόλπος ἀπὸ μὲν τοῦ Εὐήνου μέχρι Ἀράξου σταδίων δισχιλίων διακοσίων τριάκοντα· εἰ δʼ ἀπὸ τοῦ Ἀχελώου, πλεονάζοι ἂν ἑκατόν που σταδίοις. ἀπὸ μέντοι Ἀχελώου ἐπὶ τὸν Εὔηνον Ἀκαρνᾶνές εἰσιν, εἶθʼ ἑξῆς ἐπὶ τὸ Ἀντίρριον Αἰτωλοί, τὸ δὲ λοιπὸν μέχρι Ἰσθμοῦ Φωκέων ἐστὶ καὶ Βοιωτῶν καὶ τῆς Μεγαρίδος, στάδιοι χίλιοι ἑκατὸν εἴκοσι δυεῖν δέοντες· ἡ δὲ ἀπὸ τοῦ Ἀντιρρίου μέχρι Ἰσθμοῦ θάλαττα --- Ἀλκυονὶς καλεῖται, μέρος οὖσα τοῦ Κρισαίου κόλπου· ἀπὸ δὲ τοῦ Ἰσθμοῦ ἐπὶ τὸν Ἄραξον τριάκοντα ἐπὶ τοῖς χιλίοις. ὡς μὲν δὴ τύπῳ εἰπεῖν τοιαύτη τις καὶ τοσαύτη ἡ τῆς Πελοποννήσου θέσις καὶ τῆς ἀντιπόρθμου γῆς μέχρι τοῦ μυχοῦ, τοιοῦτος δὲ καὶ ὁ μεταξὺ ἀμφοῖν κόλπος. εἶτα καθʼ ἕκαστα ἐροῦμεν, τὴν ἀρχὴν ἀπὸ τῆς Ἠλείας ποιησάμενοι.