Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

τῷ δὲ Σικελικῷ συνάπτει τὸ Κρητικὸν πέλαγος καὶ τὸ Σαρωνικὸν καὶ τὸ Μυρτῷον, ὃ μεταξὺ τῆς Κρήτης ἐστὶ καὶ τῆς Ἀργείας καὶ τῆς Ἀττικῆς, πλάτος ἔχον τὸ μέγιστον τὸ ἀπὸ τῆς Ἀττικῆς ὅσον χιλίων καὶ διακοσίων σταδίων, μῆκος δʼ ἔλαττον ἢ διπλάσιον. ἐν τούτῳ δὲ νῆσοι Κύθηρά τε καὶ Καλαυρία καὶ αἱ περὶ Αἴγιναν καὶ Σαλαμῖνα καὶ τῶν Κυκλάδων τινές. τὸ δὲ συνεχὲς τὸ Αἰγαῖόν ἐστιν ἤδη σὺν τῷ Μέλανι κόλπῳ καὶ τῷ Ἑλλησπόντῳ, καὶ τὸ Ἰκάριον καὶ Καρπάθιον μέχρι τῆς Ῥόδου καὶ Κρήτης[*](post Κρήτης· καὶ Κύπρου) καὶ τῶν πρώτων μερῶν τῆς Ἀσίας --- αἵ τε Κυκλάδες νῆσοι εἰσὶ καὶ αἱ Σποράδες καὶ αἱ προκείμεναι τῆς Καρίας καὶ Ἰωνίας καὶ Αἰολίδος μέχρι τῆς Τρῳάδος, λέγω δὲ Κῶ καὶ Σάμον καὶ Χίον

p.167
καὶ Λέσβον καὶ Τένεδον· ὡς δʼ αὕτως αἱ προκείμεναι τῆς Ἑλλάδος μέχρι τῆς Μακεδονίας καὶ τῆς ὁμόρου Θρᾴκης Εὔβοιά τε καὶ Σκῦρος καὶ Πεπάρηθος καὶ Λῆμνος καὶ Θάσος καὶ Ἴμβρος καὶ Σαμοθρᾴκη καὶ ἄλλαι πλείους, περὶ ὧν ἐν τοῖς καθʼ ἕκαστα δηλώσομεν. ἔστι δὲ τὸ μῆκος τῆς θαλάττης ταύτης περὶ τετρακισχιλίους ἢ μικρῷ πλείους, τὸ δὲ πλάτος περὶ δισχιλίους. περιέχεται δὲ ὑπὸ τῶν λεχθέντων μερῶν τῆς Ἀσίας καὶ τῆς ἀπὸ Σουνίου μέχρι Θερμαίου κόλπου πρὸς ἄρκτον ἐχούσης τὸν πλοῦν παραλίας καὶ τῶν Μακεδονικῶν κόλπων μέχρι τῆς Θρᾳκίας χερρονήσου.

κατὰ δὲ ταύτην ἐστὶ τὸ ἑπταστάδιον τὸ κατὰ Σηστὸν καὶ Ἄβυδον, διʼ οὗ τὸ Αἰγαῖον καὶ ὁ Ἑλλήσποντος ἐκδίδωσι πρὸς ἄρκτον εἰς ἄλλο πέλαγος, ὃ καλοῦσι Προποντίδα, κἀκεῖνο εἰς ἄλλο τὸν Εὔξεινον προσαγορευόμενον πόντον. ἔστι δὲ διθάλαττος τρόπον τινὰ οὗτος· κατὰ μέσον γάρ πως ἄκραι δύο προπίπτουσιν, ἡ μὲν ἐκ τῆς Εὐρώπης καὶ τῶν βορείων μερῶν ἡ δʼ ἐκ τῆς Ἀσίας ἐναντία ταύτῃ, συνάγουσαι τὸν μεταξὺ πόρον καὶ ποιοῦσαι δύο πελάγη μεγάλα· τὸ μὲν οὖν τῆς Εὐρώπης ἀκρωτήριον καλεῖται Κριοῦ μέτωπον τὸ δὲ τῆς Ἀσίας Κάραμβις, διέχοντα ἀλλήλων περὶ χιλίους σταδίους καὶ πεντακοσίους. τὸ μὲν οὖν πρὸς ἑσπέραν πέλαγος μῆκός ἐστιν ἀπὸ Βυζαντίου μέχρι τῶν ἐκβολῶν τοῦ Βορυσθένους σταδίων τρισχιλίων ὀκτακοσίων, πλάτος δὲ δισχιλίων· ἐν τούτῳ δʼ ἡ Λευκὴ νῆσός ἐστι· τὸ δʼ ἑῷόν ἐστι παράμηκες εἰς στενὸν τελευτῶν μυχὸν τὸν κατὰ Διοσκουριάδα ἐπὶ πεντακισχιλίους ἢ μικρῷ πλείους σταδίους, τὸ δὲ πλάτος περὶ τρισχιλίους· ἡ δὲ περίμετρος τοῦ σύμπαντος πελάγους ἐστὶ δισμυρίων που καὶ πεντακισχιλίων σταδίων. εἰκάζουσι δέ τινες τὸ σχῆμα τῆς περιμέτρου ταύτης ἐντεταμένῳ Σκυθικῷ

p.168
τόξῳ, τὴν μὲν νευρὰν ἐξομοιοῦντες τοῖς δεξιοῖς καλουμένοις μέρεσι τοῦ Πόντου (ταῦτα δʼ ἐστὶν ὁ παράπλους ὁ ἀπὸ τοῦ στόματος μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Διοσκουριάδα· πλὴν γὰρ τῆς Καράμβιος ἥ γε ἄλλη πᾶσα ᾐὼν μικρὰς ἔχει εἰσοχάς τε καὶ ἐξοχὰς ὥστʼ εὐθείᾳ ἐοικέναι), τὴν δὲ λοιπὴν τῷ κέρατι τοῦ τόξου διττὴν ἔχοντι τὴν ἐπιστροφήν, τὴν μὲν ἄνω περιφερεστέραν τὴν δὲ κάτω εὐθυτέραν· οὕτω δὲ κἀκείνην ἀπεργάζεσθαι δύο κόλπους, ὧν ὁ ἑσπέριος πολὺ θατέρου περιφερέστερός ἐστιν.

̔υπέρκειται δὲ τοῦ ἑωθινοῦ κόλπου πρὸς ἄρκτον ἡ Μαιῶτος λίμην τὴν περίμετρον ἔχουσα ἐνακισχιλίων σταδίων ἢ καὶ μικρῷ πλεόνων· ἐκδίδωσι δʼ αὕτη μὲν εἰς Πόντον κατὰ τὸν Κιμμερικὸν καλούμενον Βόσπορον, οὗτος δὲ κατὰ τὸν Θρᾴκιον εἰς τὴν Προποντίδα· τὸ γὰρ Βυζαντιακὸν στόμα οὕτω καλοῦσι Θρᾴκιον Βόσπορον, ὃ τετραστάδιόν ἐστιν. ἡ δὲ Προποντὶς χιλίων καὶ πεντακοσίων λέγεται τὸ μῆκος σταδίων τὸ ἀπὸ τῆς Τρῳάδος ἐπὶ τὸ Βυζάντιον· πάρισον δέ πώς ἐστι καὶ τὸ πλάτος. ἐνταῦθα δʼ ἡ τῶν Κυζικηνῶν ἵδρυται νῆσος καὶ τὰ περὶ αὐτὴν νησία.

τοιαύτη μὲν ἡ πρὸς ἄρκτον τοῦ Αἰγαίου πελάγους ἀνάχυσις καὶ τοσαύτη, πάλιν δʼ ἀπὸ τῆς Ῥοδίας ἡ τὸ Αἰγύπτιον πέλαγος ποιοῦσα καὶ τὸ Παμφύλιον καὶ τὸ Ἰσσικὸν ἐπὶ μὲν τὴν ἕω καὶ τῆς Κιλικίας κατὰ Ἰσσὸν ἐκτείνεται μέχρι καὶ πεντακισχιλίων σταδίων παρά τε Λυκίαν καὶ Παμφυλίαν καὶ τὴν Κιλίκων παραλίαν πᾶσαν. ἐντεῦθεν δὲ Συρία τε καὶ Φοινίκη καὶ Αἴγυπτος ἐγκυκλοῖ πρὸς νότον τὴν θάλατταν καὶ πρὸς δύσιν ἕως Ἀλεξανδρείας. ἐν δὲ τῷ Ἰσσικῷ κόλπῳ καὶ τῷ Παμφυλίῳ κεῖσθαι συμβαίνει τὴν Κύπρον, συνάπτουσαν τῷ Αἰγυπτίῳ πελάγει. ἔστι δʼ ἀπὸ Ῥόδου

p.169
δίαρμα εἰς Ἀλεξάνδρειαν βορέᾳ τετρακισχιλίων που σταδίων, ὁ δὲ περίπλους διπλάσιος. ὁ δʼ Ἐρατοσθένης ταύτην μὲν τῶν ναυτικῶν εἶναί φησι τὴν ὑπόληψιν περὶ τοῦ διάρματος τοῦ πελάγους, τῶν μὲν οὕτω λεγόντων, τῶν δὲ καὶ πεντακισχιλίους οὐκ ὀκνούντων εἰπεῖν, αὐτὸς δὲ διὰ τῶν σκιοθηρικῶν γνωμόνων ἀνευρεῖν τρισχιλίους ἑπτακοσίους πεντήκοντα. τούτου δὴ τοῦ πελάγους τὸ πρὸς τῇ Κιλικίᾳ καὶ Παμφυλίᾳ καὶ τοῦ Ποντικοῦ τὰ καλούμενα δεξιὰ μέρη καὶ ἡ Προποντὶς καὶ ἡ ἐφεξῆς παραλία μέχρι Παμφυλίας ποιεῖ τινα χερρόνησον μεγάλην καὶ μέγαν ταύτης ἰσθμόν, τὸν ἀπὸ τῆς πρὸς Ταρσῷ θαλάττης ἐπὶ πόλιν Ἀμισὸν καὶ τὸ τῶν Ἀμαζόνων πεδίον τὴν Θεμίσκυραν. ἡ γὰρ ἐντὸς τῆς γραμμῆς ταύτης χώρα μέχρι Καρίας καὶ Ἰωνίας καὶ τῶν ἐντὸς Ἅλυος νεμομένων ἐθνῶν περίκλυστος ἅπασά ἐστιν ὑπὸ τοῦ Αἰγαίου καὶ τῶν ἑκατέρωθεν λεχθέντων τῆς θαλάττης μερῶν· καὶ δὴ καὶ καλοῦμεν Ἀσίαν ταύτην ἰδίως καὶ ὁμωνύμως τῇ ὅλῃ.

συλλήβδην δʼ εἰπεῖν, τῆς καθʼ ἡμᾶς θαλάττης νοτιώτατον μέν ἐστι σημεῖον ὁ τῆς μεγάλης Σύρτεως μυχός, καὶ μετὰ τοῦτον ἡ κατʼ Αἴγυπτον Ἀλεξάνδρεια καὶ τοῦ Νείλου προχοαί, βορειότατον δὲ τὸ τοῦ Βορυσθένους στόμα· εἰ δὲ καὶ τὴν Μαιῶτιν προστιθείη τῷ πελάγει τις (καὶ γάρ ἐστιν ὡς ἂν μέρος), τὸ τοῦ Τανάιδος· δυσμικώτατον δὲ ὁ κατὰ τὰς στήλας πορθμός, ἑωθινώτατον δʼ ὁ λεχθεὶς μυχὸς κατὰ Διοσκουριάδα· Ἐρατοσθένης δʼ οὐκ εὖ τὸν Ἰσσικὸν κόλπον φησίν. ὁ μὲν γὰρ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ ἵδρυται ἐφʼ οὗπερ ἥ τε Ἀμισὸς καὶ Θεμίσκυρα· εἰ δὲ βούλει, πρόσλαβε καὶ τὴν Σιδήνην μέχρι Φαρνακείας. ἀπὸ δὲ τούτων τῶν μερῶν πρὸς ἕω πλοῦς ἐστι πλειόνων ἢ τρισχιλίων σταδίων εἰς Διοσκουριάδα, ὡς ἔσται

p.170
μᾶλλον ἐκ τῆς ἐν μέρει περιοδείας φανερόν. ἡ μὲν δὴ καθʼ ἡμᾶς θάλαττα τοιαύτη τις.

̔υπογραπτέον δὲ καὶ τὰς περιεχούσας αὐτὴν γᾶς, ἀρχὴν λαβοῦσιν ἀπὸ τῶν αὐτῶν μερῶν ἀφʼ ὧνπερ καὶ τὴν θάλατταν ὑπεγράψαμεν. εἰσπλέουσι τοίνυν τὸν κατὰ στήλας πορθμὸν ἐν δεξιᾷ μέν ἐστιν ἡ Λιβύη μέχρι τῆς τοῦ Νείλου ῥύσεως, ἐν ἀριστερᾷ δὲ ἀντίπορθμος ἡ Εὐρώπη μέχρι τοῦ Τανάιδος· τελευτῶσι δʼ ἀμφότεραι περὶ τὴν Ἀσίαν. ἀρκτέον δʼ ἀπὸ τῆς Εὐρώπης, ὅτι πολυσχήμων τε καὶ πρὸς ἀρετὴν ἀνδρῶν εὐφυεστάτη καὶ πολιτειῶν καὶ ταῖς ἄλλαις πλεῖστον μεταδεδωκυῖα τῶν οἰκείων ἀγαθῶν, ἐπειδὴ σύμπασα οἰκήσιμός ἐστι πλὴν ὀλίγης τῆς διὰ ψῦχος ἀοικήτου. αὕτη δʼ ὁμορεῖ τοῖς Ἁμαξοίκοις τοῖς περὶ τὸν Τάναϊν καὶ τὴν Μαιῶτιν καὶ τὸν Βορυσθένη. τῆς δʼ οἰκησίμου τὸ μὲν δυσχείμερον καὶ τὸ ὀρεινὸν μοχθηρῶς οἰκεῖται τῇ φύσει, ἐπιμελητὰς δὲ λαβόντα ἀγαθοὺς καὶ τὰ φαύλως οἰκούμενα καὶ λῃστρικῶς ἡμεροῦται, καθάπερ οἱ Ἕλληνες ὄρη καὶ πέτρας κατέχοντες ᾤκουν καλῶς διὰ πρόνοιαν τὴν περὶ τὰ πολιτικὰ καὶ τὰς τέχνας καὶ τὴν ἄλλην σύνεσιν τὴν περὶ βίον, Ῥωμαῖοί τε πολλὰ ἔθνη παραλαβόντες καὶ τὴν φύσιν ἀνήμερα διὰ τοὺς τόπους ἢ τραχεῖς ὄντας ἢ ἀλιμένους ἢ ψυχροὺς ἢ ἀπʼ ἄλλης αἰτίας δυσοικήτους πολλοῖς τούς τε ἀνεπιπλέκτους ἀλλήλοις ἐπέπλεξαν καὶ τοὺς ἀγριωτέρους πολιτικῶς ζῆν ἐδίδαξαν. ὅσον δʼ ἐστὶν αὐτῆς ἐν ὁμαλῷ καὶ εὐκράτῳ τὴν φύσιν ἔχει συνεργὸν πρὸς ταῦτα, ἐπειδὴ τὸ μὲν ἐν τῇ εὐδαίμονι χώρᾳ πᾶν ἐστιν εἰρηνικόν, τὸ δʼ ἐν τῇ λυπρᾷ μάχιμον καὶ ἀνδρικόν, καὶ δέχεταί τινας παρʼ ἀλλήλων εὐεργεσίας τὰ γένη ταῦτα· τὰ μὲν γὰρ ἐπικουρεῖ τοῖς ὅπλοις, τὰ δὲ καρποῖς καὶ τέχναις καὶ ἠθοποιίαις. φανεραὶ δὲ καὶ αἱ ἐξ ἀλλήλων βλάβαι μὴ

p.171
ἐπικουρούντων· ἔχει δέ τι πλεονέκτημα ἡ βία τῶν τὰ ὅπλα ἐχόντων, πλὴν εἰ τῷ πλήθει κρατοῖτο. ὑπάρχει δή τι καὶ πρὸς τοῦτο εὐφυὲς τῇ ἠπείρῳ ταύτῃ· ὅλη γὰρ διαπεποίκιλται πεδίοις τε καὶ ὄρεσιν, ὥστε πανταχοῦ καὶ τὸ γεωργικὸν καὶ τὸ πολιτικὸν καὶ τὸ μάχιμον παρακεῖσθαι· πλέον δʼ εἶναι θάτερον, τὸ τῆς εἰρήνης οἰκεῖον, ὥσθʼ ὅλων ἐπικρατεῖ τοῦτο, προσλαμβανόντων καὶ τῶν ἡγεμόνων Ἑλλήνων μὲν πρότερον Μακεδόνων δὲ καὶ Ῥωμαίων ὕστερον. διὰ τοῦτο δὲ καὶ πρὸς πόλεμον αὐταρκεστάτη ἐστί· καὶ γὰρ τὸ μάχιμον πλῆθος ἄφθονον ἔχει καὶ τὸ ἐργαζόμενον τὴν γῆν καὶ τὸ τὰς πόλεις συνέχον. διαφέρει δὲ καὶ ταύτῃ, διότι τοὺς καρποὺς ἐκφέρει τοὺς ἀρίστους καὶ τοὺς ἀναγκαίους τῷ βίῳ καὶ μέταλλα ὅσα χρήσιμα· θυώματα δὲ καὶ λίθους πολυτελεῖς ἔξωθεν μέτεισιν, ὧν τοῖς σπανιζομένοις οὐδὲν χείρων ὁ βίος ἐστὶν ἢ τοῖς εὐπορουμένοις. ὡς δʼ αὕτως βοσκημάτων μὲν πολλῶν ἀφθονίαν παρέχει, θηρίων δὲ σπάνιν. τοιαύτη μὲν ἡ ἤπειρος αὕτη καθόλου τὴν φύσιν ἐστί.

κατὰ μέρος δʼ ἐστὶ πρώτη πασῶν ἀπὸ τῆς ἑσπέρας ἡ Ἰβηρία, βύρσῃ βοείᾳ παραπλησία, τῶν ὡς ἂν τραχηλιμαίων μερῶν ὑπερπιπτόντων εἰς τὴν συνεχῆ Κελτικήν· ταῦτα δʼ ἐστὶ τὰ πρὸς ἕω, καὶ τούτοις ἐναποτέμνεται τὸ πλευρὸν * ὄρος ἡ καλουμένη Πυρήνη. * αὕτη δʼ ἐστὶ περίρρυτος τῇ θαλάττῃ τὸ μὲν νότιον τῇ καθʼ ἡμᾶς μέχρι στηλῶν, τὰ δὲ λοιπὰ τῇ Ἀτλαντικῇ μέχρι τῶν βορείων ἄκρων τῆς Πυρήνης. μῆκος δὲ τῆς χώρας ταύτης ἐστὶ περὶ ἑξακισχιλίους σταδίους τὸ μέγιστον, πλάτος δὲ πεντακισχιλίους.

μετὰ δὲ ταύτην ἐστὶν ἡ Κελτικὴ πρὸς ἕω μέχρι ποταμοῦ Ῥήνου, τὸ μὲν βόρειον πλευρὸν τῷ Βρεττανικῷ κλυζομένη πορθμῷ παντί· ἀντιπαρήκει γὰρ αὐτῇ

p.172
παράλληλος ἡ νῆσος αὕτη πᾶσα πάσῃ, μῆκος ὅσον πεντακισχιλίους ἐπέχουσα· τὸ δʼ ἑωθινὸν τῷ Ῥήνῳ ποταμῷ περιγραφομένη παράλληλον ἔχοντι τὸ ῥεῦμα τῇ Πυρήνῃ· τὸ δὲ νότιον τὸ μὲν ταῖς Ἄλπεσι τὸ ἀπὸ τοῦ Ῥήνου, τὸ δʼ αὐτῇ τῇ καθʼ ἡμᾶς θαλάττῃ, καθʼ ὃ χωρίον ὁ καλούμενος Γαλατικὸς κόλπος ἀναχεῖται, καὶ ἐν αὐτῷ Μασσαλία τε καὶ Νάρβων ἵδρυνται πόλεις ἐπιφανέσταται. ἀντίκειται δὲ τῷ κόλπῳ τούτῳ κατʼ ἀποστροφὴν ἕτερος κόλπος ὁμωνύμως αὐτῷ καλούμενος Γαλατικός, βλέπων πρὸς τὰς ἄρκτους καὶ τὴν Βρεττανικήν· ἐνταῦθα δὲ καὶ στενώτατον λαμβάνει τὸ πλάτος ἡ Κελτική· συνάγεται γὰρ εἰς ἰσθμὸν ἐλαττόνων μὲν ἢ τρισχιλίων σταδίων, πλειόνων δʼ ἢ δισχιλίων. μεταξὺ δέ ἐστι ῥάχις ὀρεινὴ πρὸς ὀρθὰς τῇ Πυρήνῃ, τὸ καλούμενον Κέμμενον ὄρος· τελευτᾷ δὲ τοῦτο εἰς μεσαίτατα τὰ Κελτῶν πεδία. τῶν δὲ Ἄλπεων, ἅ ἐστιν ὄρη σφόδρα ὑψηλὰ ποιοῦντα περιφερῆ γραμμήν, τὸ μὲν κυρτὸν ἔστραπται πρὸς τὰ λεχθέντα τῶν Κελτῶν πεδία καὶ τὸ Κέμμενον ὄρος, τὸ δὲ κοῖλον πρὸς τὴν Λιγυστικὴν καὶ τὴν Ἰταλίαν. ἔθνη δὲ κατέχει πολλὰ τὸ ὄρος τοῦτο Κελτικὰ πλὴν τῶν Λιγύων· οὗτοι δʼ ἑτεροεθνεῖς μέν εἰσι, παραπλήσιοι δὲ τοῖς βίοις· νέμονται δὲ μέρος τῶν Ἄλπεων τὸ συνάπτον τοῖς Ἀπεννίνοις ὄρεσι, μέρος δὲ καὶ τῶν Ἀπεννίνων ὀρῶν κατέχουσι. ταῦτα δʼ ἐστὶν ὀρεινὴ ῥάχις διὰ τοῦ μήκους ὅλου τῆς Ἰταλίας διαπεφυκυῖα ἀπὸ τῶν ἄρκτων ἐπὶ μεσημβρίαν, τελευτῶσα δʼ ἐπὶ τὸν Σικελικὸν πορθμόν.

τῆς δʼ Ἰταλίας ἐστὶ τὰ μὲν πρῶτα μέρη τὰ ὑποπίπτοντα ταῖς Ἄλπεσι πεδία μέχρι τοῦ μυχοῦ τοῦ Ἀδρίου καὶ τῶν πλησίον τόπων, τὰ δʼ ἑξῆς ἄκρα στενὴ καὶ μακρὰ χερρονησιάζουσα, διʼ ἧς, ὡς εἶπον, ἐπὶ μῆκος τέταται τὸ Ἀπέννινον ὄρος ὅσον ἑπτακισχιλίων, πλάτος

p.173
δʼ ἀνώμαλον. ποιεῖ δὲ τὴν Ἰταλίαν χερρόνησον τό τε Τυρρηνικὸν πέλαγος ἀρξάμενον ἀπὸ τοῦ Λιγυστικοῦ καὶ τὸ Αὐσόνιον καὶ ὁ Ἀδρίας.

μετὰ δὲ τὴν Ἰταλίαν καὶ τὴν Κελτικὴν τὰ πρὸς ἕω λοιπά ἐστι τῆς Εὐρώπης, ἃ δίχα τέμνεται τῷ Ἴστρῳ ποταμῷ. φέρεται δʼ οὗτος ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω καὶ τὸν Εὔξεινον πόντον ἐν ἀριστερᾷ λιπὼν τήν τε Γερμανίαν ὅλην ἀρξαμένην ἀπὸ τοῦ Ῥήνου καὶ τὸ Γετικὸν πᾶν καὶ τὸ τῶν Τυρεγετῶν καὶ Βασταρνῶν καὶ Σαυροματῶν μέχρι Τανάιδος ποταμοῦ καὶ τῆς Μαιώτιδος λίμνης, ἐν δεξιᾷ δὲ τήν τε Θρᾴκην ἅπασαν καὶ τὴν Ἰλλυρίδα, λοιπὴν δὲ καὶ τελευταίαν τὴν Ἑλλάδα. πρόκεινται δὲ νῆσοι τῆς Εὐρώπης ἃς ἔφαμεν, ἔξω μὲν στηλῶν Γάδειρά τε καὶ Καττιτερίδες καὶ Βρεττανικαί, ἐντὸς δὲ στηλῶν αἵ τε Γυμνήσιαι καὶ ἄλλα νησίδια Φοινίκων καὶ τὰ τῶν Μασσαλιωτῶν καὶ Λιγύων καὶ αἱ πρὸ τῆς Ἰταλίας μέχρι τῶν Αἰόλου νήσων καὶ τῆς Σικελίας, ὅσαι τε περὶ τὴν Ἠπειρῶτιν καὶ Ἑλλάδα καὶ μέχρι Μακεδονίας καὶ τῆς Θρᾳκίας χερρονήσου.

Ἀπὸ δὲ τοῦ Τανάιδος καὶ τῆς Μαιώτιδός ἐστι τὰ ἐντὸς τοῦ Ταύρου συνεχῆ, τούτοις δʼ ἑξῆς τὰ ἐκτός. διαιρουμένης γὰρ αὐτῆς ὑπὸ ὄρους τοῦ Ταύρου δίχα διατείνοντος ἀπὸ τῶν ἄκρων τῆς Παμφυλίας ἐπὶ τὴν ἑῴαν θάλατταν κατʼ Ἰνδοὺς καὶ τοὺς ταύτῃ Σκύθας, τὸ μὲν πρὸς τὰς ἄρκτους νενευκὸς τῆς ἠπείρου μέρος καλοῦσιν οἱ Ἕλληνες ἐντὸς τοῦ Ταύρου, τὸ δὲ πρὸς μεσημβρίαν ἐκτός· τὰ δὴ συνεχῆ τῇ Μαιώτιδι καὶ τῷ Τανάιδι μέρη τὰ ἐντὸς τοῦ Ταύρου ἐστί. τούτων δὲ τὰ πρῶτα μέρη τὰ μεταξὺ τῆς Κασπίας θαλάττης ἐστὶ καὶ τοῦ Εὐξείνου πόντου, τῇ μὲν ἐπὶ τὸν Τάναϊν καὶ τὸν ὠκεανὸν τελευτῶντα τόν τε ἔξω καὶ τὸν τῆς Ὑρκανίας θαλάττης, τῇ δʼ ἐπὶ τὸν ἰσθμόν, καθʼ ὃ

p.174
ἐγγυτάτω ἐστὶν ἀπὸ τοῦ μυχοῦ τοῦ Πόντου ἐπὶ τὴν Κασπίαν. ἔπειτα ἐντὸς τοῦ Ταύρου τὰ ὑπὲρ τῆς Ὑρκανίας μέχρι πρὸς τὴν κατὰ Ἰνδοὺς καὶ Σκύθας τοὺς πρὸς τὴν αὐτὴν θάλατταν καὶ τὸ Ἰμάιον ὄρος. ταῦτα δʼ ἔχουσι τὰ μὲν οἱ Μαιῶται[*](post Μαιῶται· Σαυρομάται) καὶ οἱ μεταξὺ τῆς Ὑρκανίας καὶ τοῦ Πόντου μέχρι τοῦ Καυκάσου καὶ Ἰβήρων καὶ Ἀλβανῶν, Σαυρομάται καὶ Σκύθαι καὶ Ἀχαιοὶ καὶ Ζυγοὶ καὶ Ἡνίοχοι, τὰ δʼ ὑπὲρ τῆς Ὑρκανίας θαλάττης Σκύθαι καὶ Ὑρκανοὶ καὶ Παρθυαῖοι καὶ Βάκτριοι καὶ Σογδιανοὶ καὶ τἆλλα τὰ ὑπερκείμενα μέρη τῶν Ἰνδῶν πρὸς ἄρκτον. πρὸς νότον δὲ τῆς Ὑρκανίας θαλάττης ἐκ μέρους καὶ τοῦ ἰσθμοῦ παντὸς μεταξὺ ταύτης καὶ τοῦ Πόντου τῆς τε Ἀρμενίας ἡ πλείστη κεῖται καὶ Κολχὶς καὶ Καππαδοκία σύμπασα μέχρι τοῦ Εὐξείνου πόντου καὶ τῶν Τιβαρανικῶν ἐθνῶν, ἔτι δὲ ἡ ἐντὸς Ἅλυος χώρα λεγομένη, περιέχουσα πρὸς μὲν τῷ Πόντῳ καὶ τῇ Προποντίδι Παφλαγόνας τε καὶ Βιθυνοὺς καὶ Μυσοὺς καὶ τὴν ἐφʼ Ἑλλησπόντῳ λεγομένην Φρυγίαν, ἧς ἐστι καὶ ἡ Τρῳάς, πρὸς δὲ τῷ Αἰγαίῳ καὶ τῇ ἐφεξῆς θαλάττῃ τήν τε Αἰολίδα καὶ τὴν Ἰωνίαν καὶ Καρίαν καὶ Λυκίαν, ἐν δὲ τῇ μεσογαίᾳ τήν τε Φρυγίαν, ἧς ἐστι μέρος ἥ τε τῶν Γαλλογραικῶν λεγομένη Γαλατία καὶ ἡ Ἐπίκτητος, καὶ Λυκάονας καὶ Λυδούς.

Ἐφεξῆς δὲ τοῖς ἐντὸς τοῦ Ταύρου οἵ τε τὰ ὄρη κατέχοντες Παροπαμισάδαι καὶ τὰ Παρθυαίων τε καὶ Μήδων καὶ Ἀρμενίων καὶ Κιλίκων ἔθνη καὶ Κατάονες καὶ Πισίδαι. μετὰ δὲ τοὺς ὀρείους ἐστὶ τὰ ἐκτὸς τοῦ Ταύρου. πρώτη δʼ ἐστὶ τούτων ἡ Ἰνδική, ἔθνος μέγιστον τῶν πάντων καὶ εὐδαιμονέστατον, τελευτῶν πρός τε τὴν ἑῴαν θάλατταν καὶ τὴν νοτίαν τῆς Ἀτλαντικῆς.

p.175
ἐν δὲ τῇ νοτίᾳ ταύτῃ θαλάττῃ πρόκειται τῆς Ἰνδικῆς νῆσος οὐκ ἐλάττων τῆς Βρεττανικῆς ἡ Ταπροβάνη· μετὰ δὲ τὴν Ἰνδικὴν ἐπὶ τὰ ἑσπέρια νεύουσιν, ἐν δεξιᾷ δʼ ἔχουσι τὰ ὄρη χώρα ἐστὶ συχνή, φαύλως οἰκουμένη διὰ λυπρότητα ὑπʼ ἀνθρώπων τελέως βαρβάρων οὐχ ὁμοεθνῶν· καλοῦσι δʼ Ἀριανούς, ἀπὸ τῶν ὀρῶν διατείνοντας μέχρι Γεδρωσίας καὶ Καρμανίας. ἑξῆς δέ εἰσι πρὸς μὲν τῇ θαλάττῃ Πέρσαι καὶ Σούσιοι καὶ Βαβυλώνιοι καθήκοντες ἐπὶ τὴν κατὰ Πέρσας θάλατταν καὶ τὰ περιοικοῦντα τούτους ἔθνη μικρά, πρὸς δὲ τοῖς ὄρεσιν ἢ ἐν αὐτοῖς τοῖς ὄρεσι Παρθυαῖοι καὶ Μῆδοι καὶ Ἀρμένιοι καὶ τὰ τούτοις πρόσχωρα ἔθνη καὶ ἡ Μεσοποταμία. μετὰ δὲ τὴν Μεσοποταμίαν τὰ ἐντὸς Εὐφράτου· ταῦτα δʼ ἐστὶν ἥ τε εὐδαίμων Ἀραβία πᾶσα, ἀφοριζομένη τῷ τε Ἀραβίῳ κόλπῳ παντὶ καὶ τῷ Περσικῷ, καὶ ὅσην οἱ Σκηνῖται καὶ οἱ Φύλαρχοι κατέχουσιν οἱ ἐπὶ τὸν Εὐφράτην καθήκοντες καὶ τὴν Συρίαν· εἶθʼ οἱ πέραν τοῦ Ἀραβίου κόλπου μέχρι Νείλου, Αἰθίοπές τε καὶ Ἄραβες, καὶ οἱ μετʼ αὐτοὺς Αἰγύπτιοι καὶ Σύροι καὶ Κίλικες οἵ τε ἄλλοι καὶ οἱ Τραχειῶται λεγόμενοι, τελευταῖοι δὲ Πάμφυλοι.

μετὰ δὲ τὴν Ἀσίαν ἐστὶν ἡ Λιβύη συνεχὴς οὖσα τῇ τε Αἰγύπτῳ καὶ τῇ Αἰθιοπίᾳ, τὴν μὲν καθʼ ἡμᾶς ᾐόνα ἐπʼ εὐθείας ἔχουσα, σχεδόν τι μέχρι στηλῶν ἀπὸ Ἀλεξανδρείας ἀρξαμένην, πλὴν τῶν Σύρτεων καὶ εἴ πού τις ἄλλη κόλπων ἐπιστροφὴ μετρία καὶ τῶν ταύτην ποιούντων ἀκρωτηρίων ἐξοχή· τὴν δὲ παρωκεανῖτιν ἀπὸ τῆς Αἰθιοπίας μέχρι τινός, ὡς ἂν παράλληλον οὖσαν τῇ προτέρᾳ, μετὰ δὲ ταῦτα συναγομένην ἀπὸ τῶν νοτίων μερῶν εἰς ὀξεῖαν ἄκραν, μικρὸν ἔξω στηλῶν προπεπτωκυῖαν καὶ ποιοῦσαν τραπέζιόν πως τὸ σχῆμα. ἔστι δʼ, ὥσπερ οἵ τε ἄλλοι δηλοῦσι καὶ δὴ

p.176
καὶ Γναῖος Πείσων ἡγεμὼν γενόμενος τῆς χώρας διηγεῖτο ἡμῖν, ἐοικυῖα παρδαλῇ· κατάστικτος γάρ ἐστιν οἰκήσεσι περιεχομέναις ἀνύδρῳ καὶ ἐρήμῳ γῇ· καλοῦσι δὲ τὰς τοιαύτας οἰκήσεις αὐάσεις οἱ Αἰγύπτιοι. τοιαύτη δὲ οὖσα ἔχει τινὰς ἄλλας διαφορὰς τριχῆ διαιρουμένας· τῆς μὲν γὰρ καθʼ ἡμᾶς παραλίας εὐδαίμων ἐστὶν ἡ πλείστη σφόδρα, καὶ μάλιστα ἡ Κυρηναία καὶ ἡ περὶ Καρχηδόνα μέχρι Μαυρουσίων καὶ τῶν Ἡρακλείων στηλῶν· οἰκεῖται δὲ μετρίως καὶ ἡ παρωκεανῖτις, ἡ δὲ μέση φαύλως ἡ τὸ σίλφιον φέρουσα, ἔρημος ἡ πλείστη καὶ τραχεῖα καὶ ἀμμώδης. τὸ δʼ αὐτὸ πέπονθε καὶ ἡ ἐπʼ εὐθείας ταύτῃ διά τε τῆς Αἰθιοπίας διήκουσα τῆς τε Τρωγλοδυτικῆς καὶ τῆς Ἀραβίας καὶ τῆς Γεδρωσίας τῆς τῶν Ἰχθυοφάγων. νέμεται δʼ ἔθνη τὴν Λιβύην τὰ πλεῖστα ἄγνωστα· οὐ πολλὴν γὰρ ἐφοδεύεσθαι συμβαίνει στρατοπέδοις οὐδʼ ἀλλοφύλοις ἀνδράσιν, οἱ δʼ ἐπιχώριοι καὶ ὀλίγοι παρʼ ἡμᾶς ἀφικνοῦνται πόρρωθεν, καὶ οὐ πιστὰ οὐδὲ πάντα λέγουσιν· ὅμως δʼ οὖν τὰ λεγόμενα τοιαῦτά ἐστι. τοὺς μὲν μεσημβρινωτάτους Αἰθίοπας προσαγορεύουσι, τοὺς δʼ ὑπὸ τούτοις τοὺς πλείστους Γαράμαντας καὶ Φαρουσίους καὶ Νιγρίτας, τοὺς δʼ ἔτι ὑπὸ τούτοις Γαιτούλους, τοὺς δὲ τῆς θαλάττης ἐγγὺς ἢ καὶ ἁπτομένους αὐτῆς πρὸς Αἰγύπτῳ μὲν Μαρμαρίδας μέχρι τῆς Κυρηναίας, ὑπὲρ δὲ ταύτης καὶ τῶν Σύρτεων Ψύλλους καὶ Νασαμῶνας καὶ τῶν Γαιτούλων τινάς, εἶτʼ Ἀσβύστας καὶ Βυζακίους μέχρι τῆς Καρχηδονίας. πολλὴ δʼ ἐστὶν ἡ Καρχηδονία· συνάπτουσι δʼ οἱ νομάδες αὐτῇ· τούτων δὲ τοὺς γνωριμωτάτους τοὺς μὲν Μασυλιεῖς τοὺς δὲ Μασαισυλίους προσαγορεύουσιν· ὕστατοι δʼ εἰσὶ Μαυρούσιοι. πᾶσα δʼ ἡ ἀπὸ Καρχηδόνος μέχρι στηλῶν ἐστιν εὐδαίμων, θηριοτρόφος δέ, ὥσπερ καὶ
p.177
ἡ μεσόγαια πᾶσα. οὐκ ἀπεικὸς δὲ καὶ νομάδας λεχθῆναί τινας αὐτῶν, οὐ δυναμένους γεωργεῖν διὰ τὸ πλῆθος τῶν θηρίων τὸ παλαιόν· οἱ δὲ νῦν ἅμα τῇ ἐμπειρίᾳ τῆς θήρας διαφέροντες, καὶ τῶν Ῥωμαίων προσλαμβανόντων πρὸς τοῦτο διὰ τὴν σπουδὴν τὴν περὶ τὰς θηριομαχίας, ἀμφοτέρων περιγίνονται καὶ τῶν θηρίων καὶ τῆς γεωργίας. τοσαῦτα καὶ περὶ τῶν ἠπείρων λέγομεν.

λοιπὸν εἰπεῖν περὶ τῶν κλιμάτων, ὅπερ καὶ αὐτὸ ἔχει καθολικὴν ὑποτύπωσιν, ὁρμηθεῖσιν ἐκ τῶν γραμμῶν ἐκείνων, ἃ στοιχεῖα ἐκαλέσαμεν, λέγω δὲ τῆς τε τὸ μῆκος ἀφοριζούσης τὸ μέγιστον καὶ τῆς τὸ πλάτος, μάλιστα δὲ τῆς τὸ πλάτος. τοῖς μὲν οὖν ἀστρονομικοῖς ἐπὶ πλέον τοῦτο ποιητέον, καθάπερ Ἵππαρχος ἐποίησεν. ἀνέγραψε γάρ, ὡς αὐτός φησι, τὰς γινομένας ἐν τοῖς οὐρανίοις διαφορὰς καθʼ ἕκαστον τῆς γῆς τόπον τῶν ἐν τῷ καθʼ ἡμᾶς τεταρτημορίῳ τεταγμένων, λέγω δὲ τῶν ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι τοῦ βορείου πόλου. τοῖς δὲ γεωγραφοῦσιν οὔτε τῶν ἔξω τῆς καθʼ ἡμᾶς οἰκουμένης φροντιστέον, οὔτʼ ἐν αὐτοῖς τοῖς τῆς οἰκουμένης μέρεσι τὰς τοιαύτας καὶ τοσαύτας διαφορὰς παραδεκτέον τῷ πολιτικῷ· περισκελεῖς γάρ εἰσιν. ἀλλʼ ἀρκεῖ τὰς σημειώδεις καὶ ἁπλουστέρας ἐκθέσθαι τῶν ὑπʼ αὐτοῦ λεχθεισῶν, ὑποθεμένοις, ὥσπερ ἐκεῖνος, εἶναι τὸ μέγεθος τῆς γῆς σταδίων εἴκοσι πέντε μυριάδων καὶ δισχιλίων, ὡς καὶ Ἐρατοσθένης ἀποδίδωσιν· οὐ μεγάλη γὰρ παρὰ τοῦτʼ ἔσται διαφορὰ πρὸς τὰ φαινόμενα ἐν τοῖς μεταξὺ τῶν οἰκήσεων διαστήμασιν. εἰ δή τις εἰς τριακόσια ἑξήκοντα τμήματα τέμοι τὸν μέγιστον τῆς γῆς κύκλον, ἔσται ἑπτακοσίων σταδίων ἕκαστον τῶν τμημάτων· τούτῳ δὴ χρῆται μέτρῳ πρὸς τὰ διαστήματα τὰ ἐν τῷ λεχθέντι διὰ Μερόης

p.178
μεσημβρινῷ λαμβάνεσθαι μέλλοντα. ἐκεῖνος μὲν δὴ ἄρχεται ἀπὸ τῶν ἐν τῷ ἰσημερινῷ οἰκούντων, καὶ λοιπὸν ἀεὶ διʼ ἑπτακοσίων σταδίων τὰς ἐφεξῆς οἰκήσεις ἐπιὼν κατὰ τὸν λεχθέντα μεσημβρινὸν πειρᾶται λέγειν τὰ παρʼ ἑκάστοις φαινόμενα· ἡμῖν δʼ οὐκ ἐντεῦθεν ἀρκτέον. καὶ γὰρ εἰ οἰκήσιμα ταῦτά ἐστιν, ὥσπερ οἴονταί τινες, ἰδία γέ τις οἰκουμένη αὕτη ἐστί, διὰ μέσης τῆς ἀοικήτου διὰ καῦμα στενὴ τεταμένη, οὐκ οὖσα μέρος τῆς καθʼ ἡμᾶς οἰκουμένης· ὁ δὲ γεωγράφος ἐπισκοπεῖ ταύτην μόνην τὴν καθʼ ἡμᾶς οἰκουμένην. αὕτη δʼ ἀφορίζεται πέρασι νοτίῳ μὲν τῷ διὰ τῆς Κινναμωμοφόρου παραλλήλῳ, βορείῳ δὲ τῷ διὰ Ἰέρνης· οὔτε δὲ τὰς τοσαύτας οἰκήσεις ἐπιτέον ὅσας ὑπαγορεύει τὸ λεχθὲν μεταξὺ διάστημα, οὔτε πάντα τὰ φαινόμενα θετέον, μεμνημένοις τοῦ γεωγραφικοῦ σχήματος. ἀρκτέον δʼ, ὥσπερ Ἵππαρχος, ἀπὸ τῶν νοτίων μερῶν.

φησὶ δὴ τοῖς οἰκοῦσιν ἐπὶ τῷ διὰ τῆς Κινναμωμοφόρου παραλλήλῳ, ὃς ἀπέχει τῆς Μερόης τρισχιλίους σταδίους πρὸς νότον, τούτου δʼ ὁ ἰσημερινὸς ὀκτακισχιλίους καὶ ὀκτακοσίους, εἶναι τὴν οἴκησιν ἐγγυτάτω μέσην τοῦ τε ἰσημερινοῦ καὶ τοῦ θερινοῦ τροπικοῦ τοῦ κατὰ Συήνην· ἀπέχειν γὰρ τὴν Συήνην πεντακισχιλίους τῆς Μερόης· παρὰ δὲ τούτοις πρώτοις τὴν μικρὰν ἄρκτον ὅλην ἐν τῷ ἀρκτικῷ περιέχεσθαι καὶ ἀεὶ φαίνεσθαι· τὸν γὰρ ἐπʼ ἄκρας τῆς οὐρᾶς λαμπρὸν ἀστέρα, νοτιώτατον ὄντα, ἐπʼ αὐτοῦ ἱδρῦσθαι τοῦ ἀρκτικοῦ κύκλου ὥστʼ ἐφάπτεσθαι τοῦ ὁρίζοντος. τῷ δὲ λεχθέντι μεσημβρινῷ παράλληλός πως παράκειται ἕωθεν ὁ Ἀράβιος κόλπος· τούτου δʼ ἔκβασις εἰς τὸ ἔξω πέλαγος ἡ Κινναμωμοφόρος ἐστίν, ἐφʼ ἧς ἡ τῶν ἐλεφάντων γέγονε θήρα τὸ παλαιόν. ἐκπίπτει δʼ ὁ παράλληλος οὗτος τῇ μὲν ἐπὶ

p.179
τοὺς νοτιωτέρους μικρὸν τῆς Ταπροβάνης ἢ ἐπὶ τοὺς ἐσχάτους οἰκοῦντας, τῇ δʼ ἐπὶ τὰ νοτιώτατα τῆς Λιβύης.

τοῖς δὲ κατὰ Μερόην καὶ Πτολεμαΐδα τὴν ἐν τῇ Τρωγλοδυτικῇ ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ἐστι τρισκαίδεκα· ἔστι δʼ αὕτη ἡ οἴκησις μέση πως τοῦ τε ἰσημερινοῦ καὶ τοῦ διʼ Ἀλεξανδρείας παρὰ χιλίους καὶ ὀκτακοσίους τοὺς πλεονάζοντας πρὸς τῷ ἰσημερινῷ· διήκει δʼ ὁ διὰ Μερόης παράλληλος τῇ μὲν διʼ ἀγνωρίστων μερῶν, τῇ δὲ διὰ τῶν ἄκρων τῆς Ἰνδικῆς. ἐν δὲ Συήνῃ καὶ Βερενίκῃ τῇ ἐν τῷ Ἀραβίῳ κόλπῳ καὶ τῇ Τρωγλοδυτικῇ κατὰ θερινὰς τροπὰς ὁ ἥλιος κατὰ κορυφῆς γίνεται, ἡ δὲ μακροτάτη ἡμέρα ὡρῶν ἰσημερινῶν ἐστι τρισκαίδεκα καὶ ἡμιωρίου, ἐν δὲ τῷ ἀρκτικῷ φαίνεται καὶ ἡ μεγάλη ἄρκτος ὅλη σχεδόν τι πλὴν τῶν σκελῶν καὶ τοῦ ἄκρου τῆς οὐρᾶς καὶ ἑνὸς τῶν ἐν τῷ πλινθίῳ ἀστέρων. ὁ δὲ διὰ Συήνης παράλληλος τῇ μὲν διὰ τῆς τῶν Ἰχθυοφάγων τῶν κατὰ τὴν Γεδρωσίαν καὶ τῆς Ἰνδικῆς διήκει, τῇ δὲ διὰ τῶν νοτιωτέρων Κυρήνης πεντακισχιλίοις σταδίοις παρὰ μικρόν.

̔́απασι δὲ τοῖς μεταξὺ κειμένοις τοῦ τε τροπικοῦ καὶ τοῦ ἰσημερινοῦ κύκλου μεταπίπτουσιν αἱ σκιαὶ ἐφʼ ἑκάτερα, πρός τε ἄρκτους καὶ μεσημβρίαν, τοῖς δʼ ἀπὸ Συήνης ἐκ τοῦ θερινοῦ τροπικοῦ πρὸς ἄρκτους πίπτουσιν αἱ σκιαὶ κατὰ μεσημβρίαν· καλοῦνται δʼ οἱ μὲν ἀμφίσκιοι οἱ δʼ ἑτερόσκιοι. ἔστι δέ τις καὶ ἄλλη διαφορὰ τοῖς ὑπὸ τῷ τροπικῷ, ἣν προείπομεν ἐν τῷ περὶ τῶν ζωνῶν λόγῳ. αὐτή τε γάρ ἐστιν δίαμμος καὶ σιλφιοφόρος καὶ ξηρά, τῶν νοτιωτέρων μερῶν εὐύδρων τε καὶ εὐκάρπων ὄντων.

Ἐν δὲ τοῖς τοῦ διʼ Ἀλεξανδρείας καὶ Κυρήνης νοτιωτέροις ὅσον τετρακοσίοις σταδίοις, ὅπου ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκατεττάρων,

p.180
κατὰ κορυφὴν γίνεται ὁ ἀρκτοῦρος μικρὸν ἐκκλίνων πρὸς νότον. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ πέντε πρὸς τρία. Καρχηδόνος δὲ νοτιώτεροί εἰσι χιλίοις καὶ τριακοσίοις σταδίοις,[*](post σταδίοις· καὶ Ἀλεξανδρείας δὲ νοτιώτεροι) εἴπερ ἐν Καρχηδόνι ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ ἕνδεκα πρὸς τὰ ἑπτά. διήκει δʼ ὁ παράλληλος οὗτος τῇ μὲν διὰ Κυρήνης καὶ τῶν νοτιωτέρων Καρχηδόνος ἐνακοσίοις σταδίοις μέχρι Μαυρουσίας μέσης, τῇ δὲ διʼ Αἰγύπτου καὶ Κοίλης Συρίας καὶ τῆς ἄνω Συρίας καὶ Βαβυλωνίας καὶ Σουσιάδος Περσίδος Καρμανίας Γεδρωσίας τῆς ἄνω μέχρι τῆς Ἰνδικῆς.

Ἐν δὲ τοῖς περὶ Πτολεμαΐδα τὴν ἐν τῇ Φοινίκῃ καὶ Σιδῶνα καὶ Τύρον ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ τετάρτου· βορειότεροι δʼ εἰσὶν οὗτοι Ἀλεξανδρείας μὲν ὡς χιλίοις ἑξακοσίοις σταδίοις, Καρχηδόνος δὲ ὡς ἑπτακοσίοις. ἐν δὲ τῇ Πελοποννήσῳ καὶ περὶ τὰ μέσα τῆς Ῥοδίας καὶ περὶ Ξάνθον τῆς Λυκίας ἢ τὰ μικρῷ νοτιώτερα καὶ ἔτι τὰ Συρακοσίων νοτιώτερα τετρακοσίοις σταδίοις, ἐνταῦθα ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ ἡμίσους· ἀπέχουσι δʼ οἱ τόποι οὗτοι Ἀλεξανδρείας μὲν τρισχιλίους ἑξακοσίους τετταράκοντα --- · διήκει δʼ ὁ παράλληλος οὗτος κατʼ Ἐρατοσθένη διὰ Καρίας Λυκαονίας Καταονίας Μηδίας Κασπίων πυλῶν Ἰνδῶν τῶν κατὰ Καύκασον.

Ἐν δὲ τοῖς περὶ Ἀλεξάνδρειαν μέρεσι τῆς Τρῳάδος, κατʼ Ἀμφίπολιν καὶ Ἀπολλωνίαν τὴν ἐν Ἠπείρῳ, καὶ τοὺς Ῥώμης μὲν νοτιωτέρους βορειοτέρους δὲ Νεαπόλεως, ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν

p.181
δεκαπέντε ἀπέχει δὲ ὁ παράλληλος οὗτος τοῦ μὲν διʼ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ ὡς ἑπτακισχιλίους σταδίους πρὸς ἄρκτον, τοῦ δʼ ἰσημερινοῦ ὑπὲρ δισμυρίους ὀκτακισχιλίους ὀκτακοσίους, τοῦ δὲ διὰ Ῥόδου τρισχιλίους τετρακοσίους, πρὸς νότον δὲ Βυζαντίου καὶ Νικαίας καὶ τῶν περὶ Μασσαλίαν χιλίους πεντακοσίους, μικρὸν δʼ ἀρκτικώτερός ἐστιν ὁ διὰ Λυσιμαχείας, ὅν φησιν Ἐρατοσθένης διὰ Μυσίας εἶναι καὶ Παφλαγονίας καὶ τῶν περὶ Σινώπην καὶ Ὑρκανίαν καὶ Βάκτρα.