Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

Ἐπεὶ δὲ τοῖς πρὸς ἐκείνους λόγοις συνεχής ἐστιν ἡ ἐγχείρησις τῆς ἡμετέρας ὑποσχέσεως, λαβόντες ἀρχὴν ἑτέραν λέγωμεν, ὅτι δεῖ τὸν χωρογραφεῖν ἐπιχειροῦντα πολλὰ τῶν φυσικῶς τε καὶ μαθηματικῶς λεγομένων ὑποθέσθαι, καὶ πρὸς τὴν ἐκείνων ὑπόνοιάν τε καὶ πίστιν τὰ ἑξῆς πραγματεύεσθαι. εἴρηται γάρ, ὅτι οὐδʼ οἰκοδόμος, οὐδʼ ἀρχιτέκτων οἰκίαν ἢ πόλιν ἱδρῦσαι καλῶς οἷός τε γένοιτʼ ἂν ἀπρονοήτως ἔχων κλιμάτων τε τῶν κατὰ τὸν οὐρανὸν καὶ σχημάτων τε καὶ μεγεθῶν καὶ θάλπους καὶ ψύχους καὶ ἄλλων τοιούτων, μή τί γε τὴν ὅλην οἰκουμένην τοποθετῶν. αὐτὸ γὰρ τὸ εἰς ἐπίπεδον γράφειν ἐπιφάνειαν μίαν καὶ τὴν αὐτὴν τά τε Ἰβηρικὰ καὶ τὰ Ἰνδικὰ καὶ τὰ μέσα τούτων, καὶ μηδὲν ἧττον δύσεις καὶ ἀνατολὰς ἀφορίζειν καὶ μεσουρανήσεις ὡς ἂν κοινὰς πᾶσι, τῷ μὲν προεπινοήσαντι τὴν τοῦ οὐρανοῦ διάθεσίν τε καὶ κίνησιν καὶ λαβόντι, ὅτι σφαιρικὴ μέν ἐστιν ἡ κατʼ ἀλήθειαν τῆς γῆς ἐπιφάνεια, πλάττεται δὲ νῦν ἐπίπεδος πρὸς τὴν ὄψιν, γεωγραφικὴν ἔχει τὴν παράδοσιν, τῷ δʼ ἄλλως, οὐ γεωγραφικήν. οὐ γὰρ ὥσπερ διὰ πεδίων ἰοῦσι μεγάλων, οἷον τῶν Βαβυλωνίων, ἢ διὰ πελάγους παρίσταται τὰ πρόσω πάντα καὶ τὰ κατόπιν καὶ ἐκ πλαγίων ἐπίπεδα, καὶ οὐδεμίαν ἀντέμφασιν παρέχει πρὸς τὰ οὐράνια καὶ τὰς τοῦ ἡλίου κινήσεις καὶ σχέσεις πρὸς ἡμᾶς καὶ τῶν ἄλλων ἄστρων, οὕτω καὶ γεωγραφοῦσιν παρίστασθαι ἀεὶ δεῖ τὰ ὅμοια. ὁ μὲν γὰρ πελαγίζων ἢ ὁδεύων διὰ χώρας πεδιάδος κοιναῖς τισι

p.146
φαντασίαις ἄγεται, καθʼ ἃς καὶ ὁ ἀπαίδευτος καὶ ὁ πολιτικὸς ἐνεργεῖ ταὐτά, ἄπειρος ὢν τῶν οὐρανίων καὶ τὰς πρὸς ταῦτα ἀντεμφάσεις ἀγνοῶν. ἀνατέλλοντα μὲν γὰρ ὁρᾷ ἥλιον καὶ δύνοντα καὶ μεσουρανοῦντα, τίνα δὲ τρόπον, οὐκ ἐπισκοπεῖ· οὐδὲ γὰρ χρήσιμον αὐτῷ πρὸς τὸ προκείμενον, ὥσπερ οὐδὲ τὸ παράλληλον ἑστάναι τῷ παρεστῶτι ἢ μή· τάχα δʼ ἐπισκοποῖ μὲν ἄν τι, δόξει δʼ ἐν τοῖς μαθηματικῶς λεγομένοις, καθάπερ οἱ ἐπιχώριοι· ἔχει γὰρ ὁ τόπος τοιαῦτα διαπτώματα. ὁ δὲ γεωγραφικὸς οὐκ ἐπιχωρίῳ γεωγραφεῖ, οὐδὲ πολιτικῷ τοιούτῳ, ὅστις μηδὲν ἐφρόντισε τῶν λεγομένων ἰδίως μαθημάτων· οὐδὲ γὰρ θεριστῇ καὶ σκαπανεῖ, ἀλλὰ τῷ πεισθῆναι δυναμένῳ τὴν γῆν ἔχειν οὕτω τὴν ὅλην, ὡς οἱ μαθηματικοί φασι, καὶ τὰ ἄλλα τὰ πρὸς τὴν ὑπόθεσιν τὴν τοιαύτην. κελεύει τε τοῖς προσιοῦσιν ἐκεῖνα προενθυμηθεῖσι τὰ ἑξῆς ἐφορᾶν· ἐκείνοις γὰρ τὰ ἀκόλουθα ἐρεῖν, ὥστε μᾶλλον ποιήσασθαι τῶν παραδιδομένων ἀσφαλῆ τὴν χρῆσιν τοὺς ἐντυγχάνοντας, ἂν ἀκούωσι μαθηματικῶς, τοῖς δʼ ἄλλως ἔχουσιν οὔ φησι γεωγραφεῖν.

τὸν μὲν δὴ γεωγραφοῦντα πιστεῦσαι δεῖ περὶ τῶν ἐχόντων αὐτῷ τάξιν ἀρχῆς τοῖς ἀναμετρήσασι τὴν ὅλην γῆν γεωμέτραις, τούτους δὲ τοῖς ἀστρονομικοῖς, ἐκείνους δὲ τοῖς φυσικοῖς. ἡ δὲ φυσικὴ ἀρετή τις· τὰς δʼ ἀρετὰς ἀνυποθέτους φασὶν ἐξ αὑτῶν ἠρτημένας, καὶ ἐν αὑταῖς ἐχούσας τάς τε ἀρχὰς καὶ τὰς περὶ τούτων πίστεις. τὰ μὲν οὖν παρὰ τῶν φυσικῶν δεικνύμενα τοιαῦτά ἐστι· σφαιροειδὴς μὲν ὁ κόσμος καὶ ὁ οὐρανός, ἡ ῥοπὴ δʼ ἐπὶ τὸ μέσον τῶν βαρέων· περὶ τοῦτό τε συνεστῶσα ἡ γῆ σφαιροειδῶς ὁμόκεντρος τῷ μὲν οὐρανῷ μένει καὶ αὐτὴ καὶ ὁ διʼ αὐτῆς ἄξων καὶ τοῦ οὐρανοῦ μέσου τεταμένος, ὁ δʼ οὐρανὸς

p.147
περιφέρεται περί τε αὐτὴν καὶ περὶ τὸν ἄξονα ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν, σὺν αὐτῷ δὲ οἱ ἀπλανεῖς ἀστέρες ὁμοταχεῖς τῷ πόλῳ. οἱ μὲν οὖν ἀπλανεῖς ἀστέρες κατὰ παραλλήλων φέρονται κύκλων· παράλληλοι δʼ εἰσὶ γνωριμώτατοι ὅ τε ἰσημερινὸς καὶ οἱ τροπικοὶ δύο καὶ οἱ ἀρκτικοί· οἱ δὲ πλάνητες ἀστέρες καὶ ἥλιος καὶ σελήνη κατὰ λοξῶν τινων τῶν τεταγμένων ἐν τῷ ζωδιακῷ. τούτοις δὲ πιστεύσαντες ἢ πᾶσιν ἢ τισὶν οἱ ἀστρονομικοὶ τὰ ἑξῆς πραγματεύονται, κινήσεις καὶ περιόδους καὶ ἐκλείψεις καὶ μεγέθη καὶ ἀποστάσεις καὶ ἄλλα μυρία· ὡς δʼ αὕτως οἱ τὴν γῆν ὅλην ἀναμετροῦντες γεωμέτραι προστίθενται ταῖς τῶν φυσικῶν καὶ τῶν ἀστρονομικῶν δόξαις, ταῖς δὲ τῶν γεωμετρῶν πάλιν οἱ γεωγράφοι.

πεντάζωνον μὲν γὰρ ὑποθέσθαι δεῖ τὸν οὐρανόν, πεντάζωνον δὲ καὶ τὴν γῆν, ὁμωνύμους δὲ καὶ τὰς ζώνας τὰς κάτω ταῖς ἄνω· τὰς δʼ αἰτίας εἰρήκαμεν τῆς εἰς τὰς ζώνας διαιρέσεως. διορίζοιντο δʼ ἂν αἱ ζῶναι κύκλοις παραλλήλοις τῷ ἰσημερινῷ γραφομένοις ἑκατέρωθεν αὐτοῦ, δυσὶ μὲν τοῖς ἀπολαμβάνουσι τὴν διακεκαυμένην, δυσὶ δὲ τοῖς μετὰ τούτους, οἳ πρὸς μὲν τῇ διακεκαυμένῃ τὰς εὐκράτους δύο ποιοῦσι, πρὸς δὲ ταῖς εὐκράτοις τὰς κατεψυγμένας. ὑποπίπτει δʼ ἑκάστῳ τῶν οὐρανίων κύκλων ὁ ἐπὶ γῆς ὁμώνυμος αὐτῷ, καὶ ἡ ζώνη δὲ ὡσαύτως τῇ ζώνῃ. εὐκράτους μὲν οὖν φασι τὰς οἰκεῖσθαι δυναμένας, ἀοικήτους δὲ τὰς ἄλλας, τὴν μὲν διὰ καῦμα τὰς δὲ διὰ ψῦχος. τὸν δʼ αὐτὸν τρόπον καὶ περὶ τῶν τροπικῶν καὶ τῶν ἀρκτικῶν, παρʼ οἷς εἰσιν ἀρκτικοί, διορίζουσιν ὁμωνύμως τοῖς ἄνω τοὺς ἐπὶ γῆς ποιοῦντες, καὶ τοὺς ἑκάστοις ὑποπίπτοντας. τοῦ δʼ ἰσημερινοῦ δίχα τέμνοντος τὸν ὅλον οὐρανόν, καὶ τὴν γῆν ἀνάγκη διαιρεῖσθαι ὑπὸ τοῦ ἐν αὐτῇ ἰσημερινοῦ. καλεῖται δὲ τῶν ἡμισφαιρίων

p.148
ἑκάτερον τῶν τε οὐρανίων καὶ τῶν ἐπὶ γῆς τὸ μὲν βόρειον τὸ δὲ νότιον· οὕτως δὲ καὶ τῆς διακεκαυμένης ὑπὸ τοῦ αὐτοῦ κύκλου δίχα διαιρουμένης τὸ μὲν ἔσται βόρειον αὐτῆς μέρος τὸ δὲ νότιον· δῆλον δʼ ὅτι καὶ τῶν εὐκράτων ζωνῶν ἡ μὲν ἔσται βόρειος ἡ δὲ νότιος ὁμωνύμως τῷ ἡμισφαιρίῳ ἐν ᾧ ἐστι. καλεῖται δὲ βόρειον μὲν ἡμισφαίριον τὸ τὴν εὔκρατον ἐκείνην περιέχον, ἐν ᾗ ἀπὸ τῆς ἀνατολῆς βλέποντι ἐπὶ τὴν δύσιν ἐν δεξιᾷ μέν ἐστιν ὁ πόλος, ἐν ἀριστερᾷ δʼ ὁ ἰσημερινός, ἢ ἐν ᾧ πρὸς μεσημβρίαν βλέπουσιν ἐν δεξιᾷ μέν ἐστι δύσις ἐν ἀριστερᾷ δʼ ἀνατολή, νότιον δὲ τὸ ἐναντίως ἔχον· ὥστε δῆλον ὅτι ἡμεῖς ἐσμεν ἐν θατέρῳ τῶν ἡμισφαιρίων, καὶ τῷ βορείῳ γε, ἐν ἀμφοτέροις δʼ οὐχ οἷόν τε· μέσσῳ γὰρ μεγάλοι ποταμοί, ὠκεανὸς μὲν πρῶτα, ἔπειτα ἡ διακεκαυμένη. οὔτε δὲ ὠκεανὸς ἐν μέσῳ τῆς καθʼ ἡμᾶς οἰκουμένης ἐστὶ τέμνων ὅλην, οὔτʼ οὖν διακεκαυμένον χωρίον· οὐδὲ δὴ μέρος αὐτῆς εὑρίσκεται τοῖς κλίμασιν ὑπεναντίως ἔχον τοῖς λεχθεῖσιν ἐν τῇ βορείῳ εὐκράτῳ.

λαβὼν οὖν ταῦθʼ ὁ γεωμέτρης, προσχρησάμενος τοῖς ὑπὸ τοῦ ἀστρονομικοῦ δεικνυμένοις, ἐν οἷς οἵ τε παράλληλοι τῷ ἰσημερινῷ εὑρίσκονται οἱ καθʼ ἑκάστην τὴν οἴκησιν καὶ οἱ πρὸς ὀρθὰς τέμνοντες τούτους, γραφόμενοι δὲ διὰ τῶν πόλων, καταμετρεῖ τὴν μὲν οἰκήσιμον ἐμβατεύων, τὴν δʼ ἄλλην ἐκ τοῦ λόγου τῶν ἀποστάσεων. οὕτω δʼ ἂν εὑρίσκοι πόσον ἂν εἴη τὸ ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι πόλου, ὅπερ ἐστὶ τεταρτημόριον τοῦ μεγίστου κύκλου τῆς γῆς· ἔχων δὲ τοῦτο ἔχει καὶ τὸ τετραπλάσιον αὐτοῦ, τοῦτο δʼ ἐστὶν ἡ περίμετρος τῆς γῆς. ὥσπερ οὖν ὁ μὲν τὴν γῆν ἀναμετρῶν παρὰ τοῦ ἀστρονομοῦντος ἔλαβε τὰς ἀρχάς, ὁ δὲ ἀστρονόμος παρὰ τοῦ φυσικοῦ, τὸν αὐτὸν τρόπον χρὴ

p.149
καὶ τὸν γεωγράφον παρὰ τοῦ ἀναμεμετρηκότος ὅλην τὴν γῆν ὁρμηθέντα, πιστεύσαντα τούτῳ καὶ οἷς ἐπίστευσεν οὗτος, πρῶτον μὲν ἐκθέσθαι τὴν οἰκουμένην καθʼ ἡμᾶς πόση τις καὶ ποία τὸ σχῆμα καὶ τὴν φύσιν οἵα ἐστὶ καὶ πῶς ἔχουσα πρὸς τὴν ὅλην γῆν (ἴδιον γὰρ τοῦ γεωγράφου τοῦτο), ἔπειτα περὶ τῶν καθʼ ἕκαστα τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν ποιήσασθαι τὸν προσήκοντα λόγον, παρασημαινόμενον ὅσα μὴ ἱκανῶς εἴρηται τοῖς πρὸ ἡμῶν τοῖς μάλιστα πεπιστευμένοις ἀρίστοις γεγονέναι περὶ ταῦτα.

̔υποκείσθω δὴ σφαιροειδὴς ἡ γῆ σὺν τῇ θαλάττῃ, μίαν καὶ τὴν αὐτὴν ἐπιφάνειαν ἴσχουσα τοῖς πελάγεσι. συγκρύπτοιτο γὰρ ἂν τὸ ἐξέχον τῆς γῆς ἐν τῷ τοσούτῳ μεγέθει μικρὸν ὂν καὶ λανθάνειν δυνάμενον, ὥστε τὸ σφαιροειδὲς ἐπὶ τούτων οὐχ ὡς ἂν ἐκ τόρνου φαμέν, οὐδʼ ὡς ὁ γεωμέτρης πρὸς λόγον, ἀλλὰ πρὸς αἴσθησιν καὶ ταύτην παχυτέραν. νοείσθω δὴ πεντάζωνος καὶ ὁ ἰσημερινὸς τεταγμένος ἐν αὐτῇ κύκλος, καὶ ἄλλος τούτῳ παράλληλος, ὁρίζων τὴν κατεψυγμένην ἐν τῷ βορείῳ ἡμισφαιρίῳ, καὶ διὰ τῶν πόλων τις τέμνων τούτους πρὸς ὀρθάς. τοῦ δὴ βορείου ἡμισφαιρίου δύο περιέχοντος τεταρτημόρια τῆς γῆς, ἃ ποιεῖ ὁ ἰσημερινὸς πρὸς τὸν διὰ τῶν πόλων, ἐν ἑκατέρῳ τούτων ἀπολαμβάνεται τετράπλευρον χωρίον, οὗ ἡ μὲν βόρειος πλευρὰ ἥμισυ τοῦ πρὸς τῷ πόλῳ παραλλήλου ἐστίν, ἡ δὲ νότιος τοῦ ἰσημερινοῦ ἥμισυ, αἱ δὲ λοιπαὶ πλευραὶ τμήματά εἰσι τοῦ διὰ τῶν πόλων ἀντικείμενα ἀλλήλοις, ἴσα τὸ μῆκος. ἐν θατέρῳ δὴ τῶν τετραπλεύρων τούτων (ὁποτέρῳ δʼ οὐδὲν ἂν διαφέρειν δόξειεν) ἱδρῦσθαί φαμεν τὴν καθʼ ἡμᾶς οἰκουμένην περίκλυστον θαλάττῃ καὶ ἐοικυῖαν νήσῳ· εἴρηται γὰρ ὅτι καὶ τῇ αἰσθήσει καὶ τῷ λόγῳ δείκνυται τοῦτο. εἰ δʼ

p.150
ἀπιστεῖ τις τῷ λόγῳ τούτῳ, διαφέροι ἂν πρὸς τὴν γεωγραφίαν οὐδὲν νῆσον ποιεῖν, ἢ ὅπερ ἐκ τῆς πείρας ἐλάβομεν τούτῳ συγχωρεῖν, ὅτι καὶ ἀπὸ τῆς ἠοῦς ἑκατέρωθεν περίπλους ἐστὶ καὶ ἀπὸ τῆς ἑσπέρας πλὴν ὀλίγων τῶν μέσων χωρίων. ταῦτα δʼ οὐ διαφέρει θαλάττῃ περατοῦσθαι ἢ γῇ ἀοικήτῳ· ὁ γὰρ γεωγραφῶν ζητεῖ τὰ γνώριμα μέρη τῆς οἰκουμένης εἰπεῖν, τὰ δʼ ἄγνωστα ἐᾷ καθάπερ καὶ τὰ ἔξω αὐτῆς. ἀρκέσει δʼ ἐπιζεύξασιν εὐθεῖαν γραμμὴν ἐπὶ τὰ ὕστατα σημεῖα τοῦ ἑκατέρωθεν παράπλου τὸ πᾶν ἐκπληρῶσαι σχῆμα τῆς λεγομένης νήσου.

προκείσθω δὴ ἡ μὲν νῆσος ἐν τῷ λεχθέντι τετραπλεύρῳ. δεῖ δὲ λαβεῖν τὸ μέγεθος αὐτῆς τὸ φαινόμενον, ἀφελόντας ἀπὸ μὲν τοῦ ὅλου μεγέθους τῆς γῆς τὸ ἡμισφαίριον τὸ καθʼ ἡμᾶς, ἀπὸ δὲ τούτου τὸ ἥμισυ, ἀπὸ δʼ αὖ τούτου πάλιν τὸ τετράπλευρον, ἐν ᾧ δὴ τὴν οἰκουμένην κεῖσθαί φαμεν. ἀνάλογον δὲ καὶ περὶ τοῦ σχήματος ὑπολαβεῖν δεῖ τὸ φαινόμενον τοῖς ὑποκειμένοις ἐφαρμόττοντας. ἀλλʼ ἐπειδὴ τὸ μεταξὺ τοῦ ἰσημερινοῦ καὶ τοῦ ληφθέντος παραλλήλου τούτῳ πρὸς τῷ πόλῳ τμῆμα τοῦ βορείου ἡμισφαιρίου σπόνδυλός ἐστι τὸ σχῆμα, ὁ δὲ διὰ τοῦ πόλου δίχα τέμνων τὸ ἡμισφαίριον δίχα τέμνει καὶ τὸν σπόνδυλον καὶ ποιεῖ τὸ τετράπλευρον, ἔσται δῆλον ὅτι σπονδύλου ἐπιφανείας ἥμισυ τὸ τετράπλευρον, ᾧ ἐπίκειται τὸ Ἀτλαντικὸν πέλαγος, ἡ δʼ οἰκουμένη χλαμυδοειδὴς ἐν τούτῳ νῆσος, ἔλαττον ἢ ἥμισυ τοῦ τετραπλεύρου μέρος οὖσα. φανερὸν δὲ τοῦτο ἔκ τε γεωμετρίας καὶ τοῦ πλήθους τῆς περικεχυμένης θαλάττης, καλυπτούσης τὰ ἄκρα τῶν ἠπείρων ἑκατέρωθεν καὶ συναγούσης εἰς μύουρον σχῆμα, καὶ τρίτου τοῦ μήκους καὶ πλάτους τοῦ μεγίστου, ὧν τὸ μὲν ἑπτὰ μυριάδων σταδίων ἐστίν,

p.151
ὡς ἐπὶ τὸ πολὺ περατούμενον θαλάττῃ μηκέτι πλεῖσθαι δυναμένῃ διὰ τὸ μέγεθος καὶ τὴν ἐρημίαν, τὸ * δʼ ἔλαττον τριῶν μυριάδων ὁριζόμενον τῷ ἀοικήτῳ διὰ θάλπος ἢ ψῦχος. αὐτὸ γὰρ τὸ διὰ θάλπος ἀοίκητον τοῦ τετραπλεύρου, πλάτος μὲν ἔχον ὀκτακισχιλίων καὶ ὀκτακοσίων σταδίων, μῆκος δὲ τὸ μέγιστον μυριάδων δώδεκα καὶ ἑξακισχιλίων, ὅσον ἐστὶν ἥμισυ τοῦ ἰσημερινοῦ --- πλέον ἂν εἴη τὸ λοιπόν.

τούτοις δὲ συνῳδά πώς ἐστι καὶ τὰ ὑπὸ Ἱππάρχου λεγόμενα· φησὶ γὰρ ἐκεῖνος, ὑποθέμενος τὸ μέγεθος τῆς γῆς ὅπερ εἶπεν Ἐρατοσθένης, ἐντεῦθεν δεῖν ποιεῖσθαι τὴν τῆς οἰκουμένης ἀφαίρεσιν· οὐ γὰρ πολὺ διοίσειν πρὸς τὰ φαινόμενα τῶν οὐρανίων καθʼ ἑκάστην τὴν οἴκησιν οὕτως ἔχειν τὴν ἀναμέτρησιν, ἢ ὡς οἱ ὕστερον ἀποδεδώκασιν. ὄντος δὴ κατʼ Ἐρατοσθένη τοῦ ἰσημερινοῦ κύκλου σταδίων μυριάδων πέντε καὶ εἴκοσι καὶ δισχιλίων, τὸ τεταρτημόριον εἴη ἂν ἓξ μυριάδες καὶ τρισχίλιοι· τοῦτο δέ ἐστι τὸ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν πόλον πεντεκαίδεκα ἑξηκοντάδων, οἵων ἐστὶν ὁ ἰσημερινὸς ἑξήκοντα, τὸ δʼ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν θερινὸν τροπικὸν τεττάρων· οὗτος δʼ ἐστὶν ὁ διὰ Συήνης γραφόμενος παράλληλος. συλλογίζεται δὴ τὰ καθʼ ἕκαστα διαστήματα ἐκ τῶν φαινομένων μέτρων· τὸν μὲν γὰρ τροπικὸν κατὰ Συήνην κεῖσθαι συμβαίνει, διότι ἐνταῦθα κατὰ τὰς θερινὰς τροπὰς ἄσκιός ἐστιν ὁ γνώμων μέσης ἡμέρας· ὁ δὲ διὰ τῆς Συήνης μεσημβρινὸς γράφεται μάλιστα διὰ τῆς τοῦ Νείλου ῥύσεως ἀπὸ Μερόης ἕως Ἀλεξανδρείας· στάδιοι δʼ εἰσὶν οὗτοι περὶ μυρίους· κατὰ μέσον δὲ τὸ διάστημα τὴν Συήνην ἱδρῦσθαι συμβαίνει, ὥστʼ ἐντεῦθεν ἐπὶ Μερόην πεντακισχίλιοι. προϊόντι δʼ ἐπʼ εὐθείας ὅσον τρισχιλίους σταδίους ἐπὶ μεσημβρίαν

p.152
οὐκέτʼ οἰκήσιμα τἆλλά ἐστι διὰ καῦμα, ὥστε τὸν διὰ τούτων τῶν τόπων παράλληλον, τὸν αὐτὸν ὄντα τῷ διὰ τῆς Κινναμωμοφόρου, πέρας καὶ ἀρχὴν δεῖ τίθεσθαι τῆς καθʼ ἡμᾶς οἰκουμένης πρὸς μεσημβρίαν. ἐπεὶ οὖν πεντακισχίλιοι μέν εἰσιν οἱ ἀπὸ Συήνης εἰς Μερόην, ἄλλοι δὲ προσγεγόνασι τρισχίλιοι, εἶεν ἂν οἱ πάντες ἐπὶ τοὺς ὅρους τῆς οἰκουμένης ὀκτακισχίλιοι. ἐπὶ δέ γε τὸν ἰσημερινὸν ἀπὸ Συήνης μύριοι ἑξακισχίλιοι ὀκτακόσιοι (τοσοῦτοι γάρ εἰσιν οἱ τῶν τεττάρων ἑξηκοντάδων, τεθείσης ἑκάστης τετρακισχιλίων καὶ διακοσίων), ὥστε λοιποὶ εἶεν ἂν ἀπὸ τῶν ὅρων τῆς οἰκουμένης ἐπὶ τὸν ἰσημερινὸν ὀκτακισχίλιοι ὀκτακόσιοι, ἀπὸ δὲ Ἀλεξανδρείας δισμύριοι χίλιοι ὀκτακόσιοι. πάλιν δʼ ἀπὸ τῆς Ἀλεξανδρείας ἐπʼ εὐθείας τῇ ῥύσει τοῦ Νείλου πάντες ὁμολογοῦσι τὸν ἐπὶ Ῥόδον πλοῦν κἀντεῦθεν δὲ τὸν τῆς Καρίας παράπλουν καὶ Ἰωνίας μέχρι τῆς Τρῳάδος καὶ Βυζαντίου καὶ Βορυσθένους. λαβόντες οὖν τὰ διαστήματα γνώριμα καὶ πλεόμενα σκοποῦσι τὰ ὑπὲρ τοῦ Βορυσθένους ἐπʼ εὐθείας ταύτῃ τῇ γραμμῇ μέχρι τίνος οἰκήσιμά ἐστι, καὶ περατοῖ τὰ προσάρκτια μέρη τῆς οἰκουμένης. οἰκοῦσι δʼ ὑπὲρ τοῦ Βορυσθένους ὕστατοι τῶν γνωρίμων Σκυθῶν Ῥωξολανοί, νοτιώτεροι ὄντες τῶν ὑπὲρ τῆς Βρεττανικῆς ἐσχάτων γνωριζομένων· ἤδη δὲ τἀπέκεινα διὰ ψῦχος ἀοίκητά ἐστι· νοτιώτεροι δὲ τούτων καὶ οἱ ὑπὲρ τῆς Μαιώτιδος Σαυρομάται καὶ Σκύθαι μέχρι τῶν ἑῴων Σκυθῶν.

̔ο μὲν οὖν Μασσαλιώτης Πυθέας τὰ περὶ Θούλην τὴν βορειοτάτην τῶν Βρεττανίδων ὕστατα λέγει, παρʼ οἷς ὁ αὐτός ἐστι τῷ ἀρκτικῷ ὁ θερινὸς τροπικὸς κύκλος· παρὰ δὲ τῶν ἄλλων οὐδὲν ἱστορῶ, οὔθʼ ὅτι Θούλη νῆσός ἐστί τις οὔτʼ εἰ τὰ μέχρι δεῦρο οἰκήσιμά

p.153
ἐστιν, ὅπου ὁ θερινὸς τροπικὸς ἀρκτικὸς γίνεται. νομίζω δὲ πολὺ εἶναι νοτιώτερον τοῦτο τὸ τῆς οἰκουμένης πέρας τὸ προσάρκτιον· οἱ γὰρ νῦν ἱστοροῦντες περαιτέρω τῆς Ἰέρνης οὐδὲν ἔχουσι λέγειν, ἣ πρὸς ἄρκτον πρόκειται τῆς Βρεττανικῆς πλησίον, ἀγρίων τελέως ἀνθρώπων καὶ κακῶς οἰκούντων διὰ ψῦχος, ὥστʼ ἐνταῦθα νομίζω τὸ πέρας εἶναι θετέον. τοῦ δὲ παραλλήλου τοῦ διὰ Βυζαντίου διὰ Μασσαλίας πως ἰόντος, ὥς φησιν Ἵππαρχος πιστεύσας Πυθέᾳ (φησὶ γὰρ ἐν Βυζαντίῳ τὸν αὐτὸν εἶναι λόγον τοῦ γνώμονος πρὸς τὴν σκιάν, ὃν εἶπεν ὁ Πυθέας ἐν Μασσαλίᾳ), τοῦ δὲ διὰ Βορυσθένους ἀπὸ τούτου διέχοντος περὶ τρισχιλίους καὶ ὀκτακοσίους, εἴη ἂν ἐκ τοῦ διαστήματος τοῦ ἀπὸ Μασσαλίας ἐπὶ τὴν Βρεττανικὴν ἐνταῦθά που πίπτων ὁ διὰ τοῦ Βορυσθένους κύκλος. πανταχοῦ[*](post πανταχοῦ· πολλαχοῦ) δὲ παρακρουόμενος τοὺς ἀνθρώπους ὁ Πυθέας κἀνταῦθά που διέψευσται· τὸ μὲν γὰρ τὴν ἀπὸ στηλῶν γραμμὴν ἐπὶ τοὺς περὶ τὸν πορθμὸν καὶ Ἀθήνας καὶ Ῥόδον τόπους ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κεῖσθαι ὡμολόγηται παρὰ πολλῶν· ὁμολογεῖται δὲ ὅτι καὶ διὰ μέσου πως τοῦ πελάγους ἐστὶν ἡ ἀπὸ στηλῶν ἐπὶ τὸν πορθμόν. οἱ δὲ πλέοντες τὸ μέγιστον δίαρμα ἀπὸ τῆς Κελτικῆς ἐπὶ τὴν Λιβύην εἶναι τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου σταδίων πεντακισχιλίων, τοῦτο δʼ εἶναι καὶ τὸ μέγιστον πλάτος τοῦ πελάγους, ὥστʼ εἴη ἂν τὸ ἀπὸ τῆς λεχθείσης γραμμῆς ἐπὶ τὸν μυχὸν τοῦ κόλπου σταδίων δισχιλίων πεντακοσίων, ἐπὶ δὲ Μασσαλίαν ἐλαττόνων· νοτιωτέρα γάρ ἐστιν ἡ Μασσαλία τοῦ μυχοῦ τοῦ κόλπου. τὸ δέ γε ἀπὸ τῆς Ῥοδίας ἐπὶ τὸ Βυζάντιον ἐστὶ τετρακισχιλίων που καὶ ἐνακοσίων σταδίων, ὥστε πολὺ
p.154
ἀρκτικώτερος ἂν εἴη ὁ διὰ Βυζαντίου τοῦ διὰ Μασσαλίας. τὸ δʼ ἐκεῖθεν ἐπὶ τὴν Βρεττανικὴν δύναται συμφωνεῖν τῷ ἀπὸ Βυζαντίου ἐπὶ Βορυσθένη· τὸ δʼ ἐκεῖθεν ἐπὶ τὴν Ἰέρνην οὐκέτι γνώριμον πόσον ἄν τις θείη, οὐδʼ εἰ περαιτέρω ἔτι οἰκήσιμά ἐστιν, οὐδὲ δεῖ φροντίζειν τοῖς ἐπάνω λεχθεῖσι προσέχοντας· πρός τε γὰρ ἐπιστήμην ἀρκεῖ τὸ λαβεῖν, καθάπερ ἐπὶ τῶν νοτίων μερῶν, ὅτι ὑπὲρ Μερόης μέχρι τρισχιλίων σταδίων προελθόντι τῆς οἰκησίμου τίθεσθαι πέρας προσῆκεν (οὐχ ὡς ἂν τούτου ἀκριβεστάτου πέρατος ὄντος, ἀλλʼ ἐγγύς γε τἀκριβοῦς), οὕτω κἀκεῖ τοὺς ὑπὲρ τῆς Βρεττανικῆς οὐ πλείους τούτων θετέον ἢ μικρῷ πλείους, οἷον τετρακισχιλίους. πρός τε τὰς ἡγεμονικὰς χρείας οὐδὲν ἂν εἴη πλεονέκτημα τὰς τοιαύτας γνωρίζειν χώρας καὶ τοὺς ἐνοικοῦντας, καὶ μάλιστα εἰ νήσους οἰκοῖεν τοιαύτας, αἳ μήτε λυπεῖν μήτʼ ὠφελεῖν ἡμᾶς δύνανται μηδὲν διὰ τὸ ἀνεπίπλεκτον· καὶ γὰρ τὴν Βρεττανικὴν ἔχειν δυνάμενοι Ῥωμαῖοι κατεφρόνησαν, ὁρῶντες ὅτι οὔτε φόβος ἐξ αὐτῶν οὐδὲ εἷς ἐστιν (οὐ γὰρ ἰσχύουσι τοσοῦτον ὥστʼ ἐπιδιαβαίνειν ἡμῖν) οὔτʼ ὠφέλεια τοσαύτη τις, εἰ κατάσχοιεν. πλέον γὰρ ἐκ τῶν τελῶν δοκεῖ προσφέρεσθαι νῦν ἢ ὁ φόρος δύναται συντελεῖν, ἀφαιρουμένης τῆς εἰς τὸ στρατιωτικὸν δαπάνης τὸ φρουρῆσον καὶ φορολογῆσον τὴν νῆσον· πολὺ δʼ ἂν ἐπιγένοιτο τὸ ἄχρηστον ἐπὶ τῶν ἄλλων τῶν περὶ ταύτην νήσων.