Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

̔ιππάρχῳ μὲν οὖν μὴ γεωγραφοῦντι ἀλλʼ ἐξετάζοντι τὰ λεχθέντα ἐν τῇ γεωγραφίᾳ τῇ Ἐρατοσθένους οἰκεῖον ἦν ἐπὶ πλέον τὰ καθʼ ἕκαστα εὐθύνειν. ἡμεῖς δʼ ἐν οἷς μὲν κατορθοῖ, τὸ πλέον δʼ ἔτι ὅπου καὶ πλημμελεῖ, τὸν καθʼ ἕκαστα οἰκεῖον λόγον ᾠήθημεν δεῖν προσάγειν, τὰ μὲν ἐπανορθοῦντες, ὑπὲρ ὧν δʼ ἀπολυόμενοι τὰς ἐπιφερομένας αἰτίας ὑπὸ τοῦ Ἱππάρχου, καὶ αὐτὸν τὸν Ἵππαρχον συνεξετάζομεν, ὅπου τι φιλαιτίως εἴρηκεν. ἐν δὲ τούτοις ὁρῶντες ἤδη τὸν μὲν τελέως παραπαίοντα, τὸν δὲ δικαίως ἐπικαλοῦντα, ἀρκεῖν ὑπολαμβάνομεν, ἂν ἐν αὐτῇ τῇ γεωγραφίᾳ τὰ ὄντα λέγοντες ἐπανορθῶμεν αὐτόν. ἐφʼ ὧν γὰρ συνεχῆ καὶ ἐπιπολάζοντά ἐστι τὰ ἁμαρτανόμενα, κρεῖττον μηδὲ μεμνῆσθαι πλὴν εἰ σπάνιόν τι καὶ καθόλου, ὅπερ πειρασόμεθα ποιεῖν ἐν τοῖς καθʼ ἕκαστα. καὶ νῦν δʼ εἰρήσθω ὅτι καὶ Τιμοσθένης καὶ Ἐρατοσθένης καὶ οἱ ἔτι τούτων πρότεροι τελέως ἠγνόουν τά τε Ἰβηρικὰ

p.124
καὶ τὰ Κελτικά, μυρίῳ δὲ μᾶλλον τὰ Γερμανικὰ καὶ τὰ Βρεττανικά, ὡς δʼ αὕτως τὰ τῶν Γετῶν καὶ Βασταρνῶν. ἐπὶ πολὺ δʼ ἀγνοίας ἐτύγχανον ἀφιγμένοι καὶ τῶν κατʼ Ἰταλίαν καὶ τὸν Ἀδρίαν καὶ τὸν Πόντον καὶ τῶν ἐφεξῆς προσαρκτίων μερῶν· εἰ καὶ τὰ τοιαῦτα ἴσως φιλαίτια. τοῦ γὰρ Ἐρατοσθένους ἐπὶ τῶν πόρρω διεστηκότων τὰ παραδεδομένα φάσκοντος ἐρεῖν διαστήματα, μὴ διισχυριζομένου δὲ καὶ λέγοντος ὡς παρέλαβε, προστιθέντος δʼ ἔστιν ὅπου τὰ ἐπʼ εὐθείας μᾶλλον καὶ ἧττον, οὐ δεῖ προσάγειν τὸν ἀκριβῆ ἔλεγχον τοῖς μὴ ὁμολογουμένοις πρὸς ἄλληλα διαστήμασιν· ὅπερ ποιεῖν πειρᾶται ὁ Ἵππαρχος ἔν τε τοῖς πρότερον λεχθεῖσι καὶ ἐν οἷς τὰ περὶ τὴν Ὑρκανίαν μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα ἐθνῶν ἐκτίθεται διαστήματα, καὶ ἔτι τὰ ἀπὸ Κολχίδος ἐπὶ τὴν Ὑρκανίαν θάλατταν. οὐ γὰρ ὁμοίως ἐπί τε τούτων ἐξεταστέον αὐτὸν καὶ ἐπὶ τῶν κατὰ τὴν ἠπειρῶτιν παραλίαν καὶ τοὺς ἄλλους τοὺς οὕτω γνωρίμους τόπους· ἀλλʼ οὐδʼ ἐπὶ τούτων γεωμετρικῶς, ὅπερ ἔφην, ἀλλὰ γεωγραφικῶς μᾶλλον. αἰτιασάμενος δʼ οὖν τινα τῶν Αἰθιοπικῶν ἐπὶ τέλει τοῦ δευτέρου ὑπομνήματος τῶν πρὸς τὴν Ἐρατοσθένους γεωγραφίαν πεποιημένων, ἐν τῷ τρίτῳ φησὶ τὴν μὲν πλείω θεωρίαν ἔσεσθαι μαθηματικήν, ἐπὶ ποσὸν δὲ καὶ γεωγραφικήν· οὐδʼ ἐπὶ ποσὸν μέντοι δοκεῖ μοι ποιήσασθαι γεωγραφικήν, ἀλλὰ πᾶσαν μαθηματικήν, διδόντος καὶ τοῦ Ἐρατοσθένους τὴν τοιαύτην πρόφασιν. πολλαχοῦ γὰρ ἐκπίπτει πρὸς τὸ ἐπιστημονικώτερον τῆς προκειμένης ἱστορίας, ἐκπεσὼν δὲ οὐκ ἀκριβεῖς ἀλλʼ ὁλοσχερεῖς ποιεῖται τὰς ἀποφάσεις, τρόπον τινὰ ἐν μὲν τοῖς γεωγραφικοῖς μαθηματικὸς ἐν δὲ τοῖς μαθηματικοῖς γεωγραφικὸς ὤν, ὥστε πρὸς ἄμφω δίδωσιν ἀφορμὰς τοῖς ἀντιλέγουσιν, ἐν δὲ τούτῳ τῷ
p.125
ὑπομνήματι καὶ δικαίας καὶ οὗτος καὶ ὁ Τιμοσθένης, ὥστʼ οὐδʼ ἡμῖν καταλείπεται συνεπισκοπεῖν, ἀλλʼ ἀρκεῖσθαι τοῖς ὑπὸ τοῦ Ἱππάρχου λεχθεῖσιν.