Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

περὶ δὲ Λιβύης ἐφεξῆς λέγωμεν, ὅπερ λείπεται μέρος τῆς συμπάσης γεωγραφίας. εἴρηται μὲν οὖν καὶ πρότερον πολλὰ περὶ αὐτῆς, ἀλλὰ καὶ νῦν ὅσα καίρια προσυπομνηστέον, προστιθέντας καὶ τὰ μὴ λεχθέντα πρότερον. οἱ μὲν οὖν πρὸς τὰς ἠπείρους τὴν οἰκουμένην διελόντες ἀνίσως διεῖλον· ἐμφαίνει γὰρ τὸ τριχῆ τὸ εἰς τρία ἴσα· τοσοῦτο δʼ ἀπολείπεται τοῦ τρίτον εἶναι μέρος τῆς οἰκουμένης ἡ Λιβύη ὥστε καὶ συντεθεῖσα μετὰ τῆς Εὐρώπης οὐκ ἂν ἐξισάζειν δόξειε τῇ Ἀσίᾳ· τάχα δὲ καὶ τῆς Εὐρώπης ἐλάττων ἐστί, κατὰ δὲ τὴν δύναμιν καὶ πολλῷ τινι· ἔρημος γάρ ἐστιν ἡ πολλὴ τῆς μεσογαίας καὶ τῆς παρωκεανίτιδος, κατοικίαις δὲ κατάστικτός ἐστι μικραῖς καὶ σποράσι καὶ νομαδικαῖς ταῖς πλείσταις· πρὸς δὲ τῇ ἐρημίᾳ καὶ τὸ θηριοτρόφον ἐξελαύνει καὶ ἐκ τῆς δυναμένης οἰκεῖσθαι· πολὺ δὲ καὶ τῆς διακεκαυμένης ἐπιλαμβάνει ζώνης. ἡ μέντοι καθʼ ἡμᾶς εὐδαιμόνως οἰκεῖται πᾶσα παραλία ἡ μεταξὺ Νείλου καὶ στηλῶν, καὶ μάλιστα ἡ ὑπὸ Καρχηδονίοις γενομένη· ἀνυδρίαι δέ τινες κἀνταῦθα παρεμπίπτουσιν, οἷαι περί τε τὰς Σύρτεις καὶ τοὺς Μαρμαρίδας καὶ τὸν Καταβαθμόν. ἔστι δὲ ὀρθογωνίου τριγώνου τὸ σχῆμα, ὡς ἄν τις ἐν ἐπιπέδῳ νοήσειε, βάσιν μὲν ἔχον τὴν καθʼ ἡμᾶς παραλίαν τὴν ἀπὸ τῆς Αἰγύπτου καὶ Νείλου μέχρι Μαυρουσίας καὶ στηλῶν, πρὸς ὀρθὰς δὲ ταύτῃ πλευρὰν ἣν ὁ Νεῖλος ποιεῖ μέχρι Αἰθιοπίας, προσεκβαλλόντων ἡμῶν ἕως Ὠκεανοῦ,

p.1151
τὴν δʼ ὑποτείνουσαν τῇ ὀρθῇ τὴν παρωκεανῖτιν ἅπασαν τὴν μεταξὺ Αἰθιόπων καὶ Μαυρουσίων. τὸ μὲν οὖν κατʼ αὐτὴν τὴν κορυφὴν τοῦ λεχθέντος σχήματος ἤδη πως ὑποπῖπτον τῇ διακεκαυμένῃ λέγομεν ἐξ εἰκασμοῦ διὰ τὸ ἀπρόσιτον, ὥστʼ οὐδὲ τὸ μέγιστον πλάτος τῆς χώρας ἔχοιμεν ἂν λέγειν· τὸ μέντοι τοσοῦτον ἐν τοῖς πρόσθεν λόγοις ἔφαμεν ὅτι ἐξ Ἀλεξανδρείας εἰς Μερόην τὸ βασίλειον τῶν Αἰθιόπων πρὸς νότον ἰόντι στάδιοί εἰσι περὶ μυρίους, ἐκεῖθεν δʼ ἐπʼ εὐθείας ἐπὶ τοὺς ὅρους τῆς διακεκαυμένης καὶ τῆς οἰκουμένης ἄλλοι τρισχίλιοι· τὸ γοῦν αὐτὸ θετέον τὸ μέγιστον πλάτος τῆς Λιβύης, μυρίους καὶ τρισχιλίους ἢ τετρακισχιλίους σταδίους, μῆκος δὲ μικρῷ ἔλαττον ἢ διπλάσιον. τὰ καθʼ ὅλου μὲν ταῦτα περὶ Λιβύης· τὰ καθʼ ἕκαστα δὲ λεκτέον ἀρξαμένοις ἀπὸ τῶν ἑσπερίων μερῶν καὶ τῶν ἐπιφανεστέρων.

οἰκοῦσι δʼ ἐνταῦθα Μαυρούσιοι μὲν ὑπὸ τῶν Ἑλλήνων λεγόμενοι, Μαῦροι δʼ ὑπὸ τῶν Ῥωμαίων καὶ τῶν ἐπιχωρίων, Λιβυκὸν ἔθνος μέγα καὶ εὔδαιμον, ἀντίπορθμον τῇ Ἰβηρίᾳ. κατὰ τοῦτο δὲ καὶ ὁ κατὰ τὰς στήλας τὰς Ἡρακλείους πορθμός ἐστι, περὶ οὗ πολλὰ εἴρηται. ἔξω δὲ προελθόντι τοῦ κατὰ τὰς στήλας πορθμοῦ, τὴν Λιβύην ἐν ἀριστερᾷ ἔχοντι ὄρος ἐστίν, ὅπερ οἱ μὲν Ἕλληνες Ἄτλαντα καλοῦσιν οἱ βάρβαροι δὲ Δύριν. ἐντεῦθεν δὲ πρόπους ἔκκειταί τις ὕστατος πρὸς δύσιν τῆς Μαυρουσίας αἱ Κώτεις λεγόμεναι· πλησίον δὲ καὶ πολίχνιον μικρὸν ὑπὲρ τῆς θαλάττης, ὅπερ Τρίγγα καλοῦσιν οἱ βάρβαροι, Λύγγα δʼ ὁ Ἀρτεμίδωρος προσηγόρευκε, Ἐρατοσθένης δὲ Λίξον· κεῖται δʼ ἀντίπορθμον τοῖς Γαδείροις ἐν διάρματι σταδίων ὀκτακοσίων, ὅσον ἑκάτερα διέχει τοῦ κατὰ τὰς στήλας πορθμοῦ· πρὸς νότον δὲ τῇ Λίξῳ καὶ ταῖς Κώτεσι

p.1152
παράκειται κόλπος Ἐμπορικὸς καλούμενος, ἔχων Φοινικικὰς ἐμπορικὰς κατοικίας. ἔστι μὲν οὖν πᾶσα ἡ συνεχὴς τῷ κόλπῳ τούτῳ παραλία κολπώδης, ὑπεξαιρουμένῳ δὲ τοὺς κόλπους καὶ τὰς ἐξοχὰς κατὰ τὸ σχῆμα τὸ τριγωνοειδὲς ὃ ὑπέγραψα, νοείσθω μᾶλλον ἐπὶ τὴν μεσημβρίαν ἅμα καὶ τὴν ἕω λαμβάνουσα τὴν αὔξησιν ἡ ἤπειρος. τὸ δʼ ὄρος διὰ μέσης ἐκτεινόμενον τῆς Μαυρουσίας τὸ ἀπὸ τῶν Κώτεων μέχρι καὶ Σύρτεων οἰκεῖται καὶ αὐτὸ καὶ ἄλλα παράλληλα αὐτῷ κατʼ ἀρχὰς μὲν ὑπὸ τῶν Μαυρουσίων, ἐν βάθει δὲ τῆς χώρας ὑπὸ τοῦ μεγίστου τῶν Λιβυκῶν ἐθνῶν, οἳ Γαίτουλοι λέγονται.

πλεῖστα δὲ πλάσματα τῇ Λιβυκῇ παραλίᾳ τῇ ἐκτὸς προσεψεύσαντο οἱ συγγραφεῖς ἀρξάμενοι ἀπὸ τοῦ Ὀφέλα περίπλου, περὶ ὧν ἐμνήσθημέν που καὶ πρότερον, καὶ νῦν δὲ λέγομεν, συγγνώμην αἰτούμενοι τῆς τερατολογίας, ἐάν που βιασθῶμεν ἐκπεσεῖν εἴς τι τοιοῦτο, φεύγοντες τὸ πάντα σιγῇ παραπέμπειν καὶ τρόπον τινὰ πηροῦν τὴν ἱστορίαν. φασὶ δʼ οὖν τὸν Ἐμπορικὸν κόλπον ἄντρον ἔχειν εἴσω δεχόμενον τὴν θάλατταν ἐν ταῖς πλημμυρίσι μέχρι καὶ ἑπτὰ σταδίων, προκείμενον δὲ τούτου ταπεινὸν καὶ ὁμαλὸν χωρίον ἔχον Ἡρακλέους βωμόν, ὃν οὐκ ἐπικλύζεσθαί φασιν ὑπὸ τῆς πλημμυρίδος. ἓν δὲ δή τι τῶν πλασμάτων νομίζω τοῦτο, ἐγγὺς δὲ τούτῳ τὸ ἐν τοῖς ἑξῆς κόλποις κατοικίας λέγεσθαι παλαιὰς Τυρίων, ἃς ἐρήμους εἶναι νῦν, οὐκ ἐλαττόνων ἢ τριακοσίων πόλεων, ἃς οἱ Φαρούσιοι καὶ οἱ Νιγρῖται ἐξεπόρθησαν· διέχειν δὲ τούτους τῆς Λυγγός φασιν ἡμερῶν τριάκοντα ὁδόν.

τὸ μέντοι τὴν Μαυρουσίαν εὐδαίμονα εἶναι χώραν πλὴν ὀλίγης ἐρήμου, καὶ ποταμοῖς τε καὶ λίμναις κεχορηγῆσθαι παρὰ πάντων ὁμολογεῖται.

p.1153
μεγαλόδενδρός τε καὶ πολύδενδρος ὑπερβαλλόντως ἐστὶ καὶ πάμφορος· τὰς γοῦν μονοξύλους τραπέζας ποικιλωτάτας καὶ μεγίστας ἐκείνη τοῖς Ῥωμαίοις χορηγεῖ. τοὺς δὲ ποταμοὺς ἔχειν φασὶ καὶ κροκοδείλους καὶ ἄλλα γένη ζῴων ἐμφερῆ τοῖς ἐν τῷ Νείλῳ· τινὲς δὲ καὶ τὰς τοῦ Νείλου πηγὰς πλησιάζειν οἴονται τοῖς ἄκροις τῆς Μαυρουσίας. ἐν ποταμῷ δέ τινι γεννᾶσθαι βδέλλας ἑπταπήχεις, κατατετρημένα ἐχούσας τὰ βραγχία διʼ ὧν ἀναπνέουσι. καὶ ταῦτα δὲ λέγουσι περὶ τῆς χώρας ὅτι ἄμπελος φύεται δυσὶν ἀνδράσι τὸ πάχος δυσπερίληπτος, βότρυν πηχυαῖόν πως ἀποδιδοῦσα· βοτάνη τε ὑψηλὴ πᾶσα καὶ λάχανον * νεαρὸν καὶ δρακόντιον, οἱ δὲ τῶν σταφυλίνων καυλοὶ καὶ ἱππομαράθου καὶ σκολύμων δωδεκαπήχεις, τὸ δὲ πάχος παλαιστῶν τεττάρων· καὶ δρακόντων δὲ καὶ ἐλεφάντων καὶ δορκάδων καὶ βουβάλων καὶ τῶν παραπλησίων ζῴων, λεόντων τε καὶ παρδάλεων, παντοδαπὴ τροφὸς ἡ χώρα ἐστί. φέρει δὲ καὶ γαλᾶς αἰλούροις ἴσας καὶ ὁμοίας πλὴν ὅτι τὰ ῥύγχη προπέπτωκε μᾶλλον, πιθήκων τε πάμπολυ πλῆθος, περὶ ὧν καὶ Ποσειδώνιος εἴρηκεν ὅτι πλέων ἐκ Γαδείρων εἰς τὴν Ἰταλίαν προσενεχθείη τῇ Λιβυκῇ παραλίᾳ καὶ ἴδοι τῶν θηρίων μεστόν τινα τούτων ἁλιτενῆ δρυμόν, τῶν μὲν ἐπὶ τοῖς δένδρεσι τῶν δʼ ἐπὶ γῆς, ἐχόντων ἐνίων καὶ σκύμνους καὶ ἐπεχόντων μαστόν· γελᾶν οὖν ὁρῶν βαρυμάστους, ἐνίους δὲ φαλακρούς, τοὺς δὲ κηλήτας καὶ ἄλλα τοιαῦτα ἐπιφαίνοντας σίνη.

̔υπὲρ ταύτης δʼ ἐστὶν ἐπὶ τῇ ἔξω θαλάττῃ ἡ τῶν ἑσπερίων καλουμένων Αἰθιόπων χώρα κακῶς οἰκουμένη τὸ πλέον. ἐνταῦθα δὲ καὶ καμηλοπαρδάλεις φησὶν * Ἰφικράτης γεννᾶσθαι καὶ ἐλέφαντας καὶ τοὺς καλουμένους ῥίζεις, οἳ ταυροειδεῖς μέν εἰσι τὴν μορφήν,

p.1154
κατὰ δὲ τὴν δίαιταν καὶ τὸ μέγεθος καὶ τὴν ἀλκὴν τὴν πρὸς μάχην ἐλέφασιν ἐοίκασι· δράκοντάς τε λέγει μεγάλους ὥστε καὶ πόαν ἐπιπεφυκέναι· τοὺς δὲ λέοντας τοῖς πώλοις τῶν ἐλεφάντων ἐπιτίθεσθαι, αἱμάξαντας δὲ φεύγειν ἐπιουσῶν τῶν μητέρων· τὰς δʼ ἐπειδὰν ἴδωσιν ᾑμαγμένους, κτείνειν. ἐπανιόντας δὲ τοὺς λέοντας ἐπὶ τὰ πτώματα νεκροφαγεῖν. Βόγον δὲ τὸν βασιλέα τῶν Μαυρουσίων ἀναβάντα ἐπὶ τοὺς ἑσπερίους Αἰθίοπας καταπέμψαι τῇ γυναικὶ δῶρα καλάμους τοῖς Ἰνδικοῖς ὁμοίους, ὧν ἕκαστον γόνυ χοίνικας χωροῦν ὀκτώ· καὶ ἀσπαράγων δʼ ἐμφερῆ μεγέθη.