Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἔστι δʼ ἴσως καὶ ταῦτα τῶν ἐθίμων, ἅ φησι Πολύκλειτος. ἐν γὰρ Σούσοις ἑκάστῳ τῶν βασιλέων ἐπὶ τῆς ἄκρας ἰδίᾳ πεποιῆσθαι οἴκησιν καὶ θησαυροὺς καὶ παραθέσεις ὧν ἐπράττοντο φόρων, ὑπομνήματα τῆς οἰκονομίας· πράττεσθαι δʼ ἐκ μὲν τῆς παραλίας ἀργύριον, ἐκ δὲ τῆς μεσογαίας ἃ φέρει ἑκάστη χώρα, ὥστε καὶ χρώματα καὶ φάρμακα καὶ τρίχα ἢ ἐρέαν ἤ τι τοιοῦθʼ ἕτερον καὶ θρέμματα ὁμοίως. τὸν δὲ

p.1025
διατάξαντα τοὺς φόρους Δαρεῖον εἶναι[*](post εἶναι· τὸν μακρόχειρα, καὶ κάλλιστον ἀνθρώπων πλὴν τοῦ μήκους τῶν βραχιόνων καὶ τῶν πήχεων· ἅπτεσθαι γὰρ καὶ τῶν γονάτων.). τὸν δὲ πλεῖστον χρυσὸν καὶ ἄργυρον ἐν κατασκευαῖς εἶναι, νομίσματι δὲ οὐ πολλῷ· πρός τε τὰς δωρεὰς ἐκεῖνα κεχαρισμένα νομίζειν μᾶλλον καὶ πρὸς κειμηλίων ἀπόθεσιν· τὸ δὲ νόμισμα τὸ πρὸς τὰς χρείας ἀρκοῦν ἱκανὸν εἶναι, κόπτειν δὲ πάλιν τὸ τοῖς ἀναλώμασι σύμμετρον.

τὰ μὲν οὖν ἔθη σωφρονικὰ τὰ πλείω, διὰ δὲ τὸν πλοῦτον εἰς τρυφὴν ἐξέπεσον οἱ βασιλεῖς, ὥστε πυρὸν μὲν ἐξ Ἄσσου τῆς Αἰολίδος μετῄεσαν, οἶνον δʼ ἐκ Συρίας τὸν Χαλυβώνιον, ὕδωρ δὲ ἐκ τοῦ Εὐλαίου πάντων ἐλαφρότατον ὥστʼ ἐν Ἀττικῇ κοτύλῃ δραχμῇ ἀφολκότερον εἶναι.

συνέβη δὲ τοῖς Πέρσαις ἐνδοξοτάτοις γενέσθαι τῶν βαρβάρων παρὰ τοῖς Ἕλλησιν, ὅτι τῶν μὲν ἄλλων οὐδένες τῶν τῆς Ἀσίας ἀρξάντων Ἑλλήνων ἦρξαν, οὐδʼ ᾔδεισαν οὔτʼ ἐκεῖνοι τούτους οὔθʼ οἱ Ἕλληνες τοὺς βαρβάρους ἀλλʼ ἐπὶ μικρὸν μόνον ἐκ τῆς πόρρωθεν ἀκοῆς. Ὅμηρος γοῦν οὔτε τὴν τῶν Σύρων οὔτε τὴν τῶν Μήδων ἀρχὴν οἶδεν· οὐδὲ γὰρ ἂν Θήβας Αἰγυπτίας ὀνομάζων καὶ τὸν ἐκεῖ καὶ τὸν ἐν Φοινίκῃ πλοῦτον, τὸν ἐν Βαβυλῶνι καὶ Νίνῳ καὶ Ἐκβατάνοις παρεσιώπησε. πρῶτοι δὲ Πέρσαι[*](καὶ ante Ἑλλήνων) Ἑλλήνων ἐπῆρξαν, Λυδοὶ δὲ ἐπῆρξαν μέν, ἀλλʼ οὔτε τῆς Ἀσίας ὅλης ἀλλὰ μέρους τινὸς μικροῦ τοῦ ἐντὸς Ἅλυος μόνον, καὶ ταῦτʼ ἐπʼ ὀλίγον χρόνον τὸν κατὰ Κροῖσον καὶ Ἀλυάττην. κρατηθέντες δʼ ὑπὸ Περσῶν, εἰ καί τι τῆς δόξης ἦν αὐτοῖς, ἀφῃρέθησαν τοῦθʼ ὑπʼ ἐκείνων. Πέρσαι δʼ ἀφʼ οὗ κατέλυσαν τὰ Μήδων εὐθὺς καὶ Λυδῶν ἐκράτησαν καὶ τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ὑπηκόους

p.1026
ἔσχον· ὕστερον δὲ καὶ διέβησαν εἰς τὴν Ἑλλάδα, καὶ ἡττηθέντες πολλοῖς καὶ * πολλάκις ἀγῶσιν ὅμως διετέλεσαν τὴν Ἀσίαν μέχρι τῶν ἐπὶ θαλάττῃ τόπων κατέχοντες ἕως ὑπὸ Μακεδόνων κατεπολεμήθησαν.

̔ο μὲν οὖν εἰς τὴν ἡγεμονίαν καταστήσας αὐτοὺς Κῦρος ἦν· διαδεξάμενος δὲ τοῦτον Καμβύσης υἱὸς ὑπὸ τῶν Μάγων κατελύθη· τούτους δʼ ἀνελόντες οἱ ἑπτὰ Πέρσαι Δαρείῳ τῷ Ὑστάσπεω παρέδοσαν τὴν ἀρχήν· εἶθʼ οἱ ἀπὸ τούτου διαδεχόμενοι κατέληξαν εἰς Ἄρσην, ὃν ἀποκτείνας Βαγῶος ὁ εὐνοῦχος κατέστησε Δαρεῖον οὐκ ὄντα τοῦ γένους τῶν βασιλέων. τοῦτον δὲ καταλύσας Ἀλέξανδρος αὐτὸς ἦρξε * δέκα ἢ ἕνδεκα ἔτη· εἶτʼ εἰς πλείους τοὺς διαδεξαμένους καὶ τοὺς ἐπιγόνους τούτων μερισθεῖσα ἡ ἡγεμονία τῆς Ἀσίας διελύθη· συνέμεινε δʼ ὅσον πεντήκοντα ἐπὶ τοῖς διακοσίοις ἔτη. νῦν δʼ ἤδη καθʼ αὑτοὺς συνεστῶτες οἱ Πέρσαι βασιλέας ἔχουσιν ὑπηκόους ἑτέροις βασιλεῦσι, πρότερον μὲν Μακεδόσι νῦν δὲ Παρθυαίοις.